18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐρρέθη.τῆς Θεσσαλικῆς δὲ νῦν Ὅμηρος μέμνηται. εἴρηται δὲ καὶ περὶ Εὐρύτουἐκεῖ καὶ

τῆς αὐτοῦ θυγατρός, Ἰόλης, δι' ἣν ἐπόρθησεν Ἡρακλῆς τὴν Οἰχαλίαν, εἰς ἣν δοκεῖ

γράψαι καὶ Ὅμηρος, ὡς δηλοῖ ὁ ἱστορήσας, ὅτι Κρεώφυλος ὁ Σάμιος ξενίᾳ ποτὲ

δεξάμενος τὸν Ὅμηρον ἔλαβε δῶρον ἐξ αὐτοῦ τὴν ἐπιγραφὴν τοῦ ποιήματος, ὃ

καλοῦσιν Οἰχαλίας Ἅλωσιν, τουτέστιν ἔσχεν εἰς ἀντίδοσινἐξ Ὁμήρου τὸ μὴ ἐπιγράψαι

τὸ βιβλίον ἑαυτῷ, ἀλλὰ τῷ φίλῳ Κρεωφύλῳ,οἷον ὅτι Κρεωφύλου Σαμίου Οἰχαλίας

Ἅλωσις. Τινὲς δὲ ἀνάπαλίν φασι Κρεώφυλον μὲν γράψαι, Ὁμήρῳ δὲ ἐπιγραφῆναι τὸ

βιβλίον διὰ τὴν ξενίαν. διὸ καὶ Καλλίμαχος ὑποδηλῶν, ὅτι ὁ Κρεώφυλος Ὁμήρῳ

ἐπονομάσας τὸποίημα οὐ τὸν Ὅμηρον ἀλλ' ἑαυτὸν ἐσέμνυνεν, ὡς δῆθεν ὁμηρίζοντα,

γράφει ἐνἐπιγράμματι οὕτω· «τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον Ὅμηρον

δεξαμένου,Ὁμήρειον δὲ καλεῦμαι γράμμα. Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα». Τινὲς δὲ

καὶ διδάσκαλον Ὁμήρου τὸν Κρεώφυλον εἶπον· ἕτεροι δὲ Ἀρισταῖοντὸν Προκοννήσιον,

ὡς καὶ ταῦτα ὁ Γεωγράφος ἱστορεῖ, ὃς μνησθείς που Λαρίσσης καὶ Τρίκκης καὶ

Πελινναίου λέγει καί, ὅτι Οἰχαλίαν πόλιν Εὐρύτουλεγομένην ἔν τε τοῖς τόποις τούτοις

ἱστοροῦσι καὶ ἐν Εὐβοίᾳ καὶ Ἀρκαδίᾳ.(ῃ. 732) Ἐν δὲ τῷ «ἰητῆρε ἀγαθώ» φασὶν οἱ

παλαιοί, ὅτι ἔθος ἦν τοῖς πάλαιβασιλεῦσι μανθάνειν τι τῶν χρησίμων, ὡς ἐν πολλοῖς

φαίνεται. Ἰστέον δὲ ὅτιπερὶ Θεσσαλίας, ἧς μέρος αἱ ῥηθεῖσαι πόλεις, ἐν τοῖς τοῦ

Περιηγητοῦ ἐγράφη,ὅσα ἐχρῆν. ἐνταῦθα δὲ ἰστέον, ὅτι [τε καὶ οἱ Θετταλοὶ τρυφηταὶ

ἦσαν, ὡς δῆλον 1.517 ἐκ τοῦ «τάδ' οὐ Κόρινθος οὔτε Λαΐς, ὦ Σύρε, οὐδ' εὐτραπέζων

Θετταλῶνχείρ».] καὶ ὅτι Θετταλικὴ ἐλέγετο ἔνθεσις μέγας ψωμός, ὡς Παυσανίας

δηλοῖ,καὶ Θετταλικὰ πτερὰ διὰ τὸ πτέρυγάς φησιν ἔχειν τὰς Θετταλικὰς χλαμύδας,

ἃςἕτερος ῥήτωρ Θετταλικὰ γέρα λέγει διὰ τὸ ἔπαθλον ἐν τοῖς ἐκεῖ ἀγῶσιν αὐτὰςκεῖσθαι,

ὃς λέγει καί, ὅτι Θετταλικοὶ δίφροι διάφοροι, τουτέστι διαφέροντεςπρὸς τοὺς ἄλλους,

καὶ ὅτι Θετταλὸν σόφισμα ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐνπαρατάξεσι παροιμιάζεται

ἀλλὰ κακουργούντων. Παυσανίας δὲ εἰς τοῦτοσαφέστερον φράζων φησί· «Θετταλὸν

σόφισμα ἐπὶ μάχης καὶ ἐπὶ σχήματοςκαὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάττεται

ἀπὸ αἰτίας τοιαύτης.Ἀράτῳ κατιόντι ὁ θεὸς ἔχρησε φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ

ἐναντίαςεὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ' αὐτοῦ χρησάμενοι. ὁ δὲ ἑκατόμβην

ἀνδρῶνεὔξατο θύσειν τῷ Ἀπόλλωνι, κατορθώσας δέ, ἃ ἐβούλετο, ἀνεβάλλετο ἀεὶ

τὴνθυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι. ὅθεν ἡ παροιμία ἐπὶ τῶν διατριβόντων

τὰςὑποσχέσεις ἢ καὶ ἄλλως παρακρουόντων». ὁ δ' αὐτὸς Παυσανίας ἱστορεῖ καίτινα

Ἔμβαρον ἐπὶ εὐχῇ σοφίσασθαι. ἱδρύσατο γάρ, φησί, Μουνυχίας Ἀρτέμιδος ἱερόν. ἄρκτου

δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπὸ Ἀθηναίων ἀναιρεθείσης λοιμὸςἐπεγένετο, οὗ ἀπαλλαγὴν

ὁ θεὸς ἐχρησμῴδησεν, εἴ τις τὴν θυγατέρα θύσει τῇἈρτέμιδι. Βάρος δὲ ἢ Ἔμβαρος

ὑποσχόμενος οὕτω ποιήσειν ἐπὶ τῷ τὴν ἱερωσύνην τὸ γένος αὐτοῦ διὰ βίου ἔχειν,

διακοσμήσας τὴν θυγατέρα, αὐτὴν μὲνἀπέκρυψεν ἐν τῷ ἀδύτῳ, αἶγα δὲ ἐσθῆτι

κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν.ὅθεν εἰς παροιμίαν, φησί, περιέστη «Ἔμβαρος εἶ»,

τουτέστι νουνεχής, φρόνιμος.τῶν τις δὲ παλαιῶν ὀκνήσας περὶ τοῦ Θετταλοῦ

σοφίσματος πολυλογῆσαί φησι·»Θεσσαλὸν σόφισμα ὡς πανούργων καὶ ποικίλων

μαρτυρουμένων τῶν ἐκεῖ».ὡς εἶναι κατ' αὐτὸν Θετταλὸν σόφισμα μὴ τοῦτο ἢ ἐκεῖνο,

ἀλλ' ἁπλῶς τὸπανούργημα, καθὰ ἐμφαίνει καὶ Εὐριπίδης ἐν τῇ μονομαχίᾳ τῶν παίδων

τοῦ Οἰδίποδος. ὡς δὲ καὶ ἀνδραποδισταὶ οἱ Θετταλοί, λαλεῖ καὶ ὁ Κωμικὸς

τοῦτο.[Σόφισμα δὲ Θετταλὸν φάναι τὸν ἐκ Θετταλίας σοφιστήν, ὡς παρὰ τῷ

Ἀθηναίῳκεῖται, μετάληψίς ἐστι νοήματος ἀστεία εἰς νόημα ἑτεροῖον παρὰ τὸ

σύνηθες.καί εἰσι πολλὰ τοιαῦτα ζηλωτέα τοῖς παλαιοῖς, ὁποῖον καὶ τὸ «σὺ δέ μοι εἰπέ,ὦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

323

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!