18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δακόντοςτὸν Φιλοκτήτην, οὔτε θανάσιμον, οὔτε μὴν ῥᾳδίως ἰάσιμον, ὅθεν κακῶς

πάσχωντὸν πόδα διαβόρῳ νόσῳ κατὰ τὴν τραγῳδίαν καὶ πολλὰ βοῶν καὶ

βρυχώμενοςκαὶ φορτικὸς λίαν πάνυ τοῖς Ἀχαιοῖς δόξας ἐξερρίφη ἐν Λήμνῳ ὑπ' αὐτῶν,

εἰκαὶ ὕστερον κατὰ χρησμὸν ἀναληφθεὶς αἴτιος τοῦ ἁλῶναι τὴν Τροίαν

γέγονε,καταβαλὼν τὸν ἀρχέκακον Πάριν. εἰ δὲ τοιούτου ὕδρου θηλυκὸν ὕδρα, καθ'ἣν

καὶ ἡ παροιμιαζομένη Λερναία ὕδρα περιφορεῖται, ζητητέον, εἴ τίς πουμαρτυρεῖ.

∆ηχθῆναι δὲ τὸν Φιλοκτήτην ὁ Πορφύριος λέγει κατά τινας περὶ Τένεδον ἢ Ἴμβρον,

[ἐκεῖθεν δὲ] ἐκτεθῆναι εἰς Λῆμνον. τινὲς δὲ περί τινα Χρύσην νῆσον [ὁμώνυμον Χρύσῃ

τινὶ νύμφῃ, ἧς μέμνηται Σοφοκλῆς, ὠμόφροναεἰπὼν αὐτήν.] τὸν δὲ ὕδρον χέρσυδρόν

φασί τινες, ὃς παρέχει σηπεδόνας καὶ 1.515 ἄλγος, οὗ κατέχεσθαι τὴν σῆψιν θαλάσσης

προσρανθείσης. [Σοφοκλέους δὲ οὐμόνον ὕδρου ἀλλὰ καὶ ἐχίδνης μνησθέντος ἐν τοῖς

κατὰ τὸν Φιλοκτήτηνζητητέον, εἰ ταὐτὰ πολυωνυμίας λόγῳ ὕδρος καὶ ἔχιδνα.] (ῃ. 724)

Τὸ δέ»ἔνθ' ὅ γε κεῖτ' ἀχέων» συμπληρωτικὴ ἐπιτομή ἐστι καὶ παράφρασις τοῦ»ἀλλ' ὃ

μὲν ἐν νήσῳ κεῖτο κρατερὰ ἄλγεα πάσχων». Τὸ δὲ μνήσεσθαι ἀλλαχοῦπεριφράζων

μνήμην ἐγγενέσθαι λέγει. φησὶ γάρ· «μνημοσύνη πυρὸς γενέσθω»,τουτέστι μνήσθητε

πυρός. ἐνεπλατύνθη δὲ ὁ ποιητὴς κατὰ τοὺς παλαιοὺς τῷ περὶ Φιλοκτήτου λόγῳ διὰ τὸ

μὴ ἔχειν ἀλλαχοῦ τῆς ποιήσεως μνησθῆναι αὐτοῦ.περὶ οὗ καὶ τοῦτο λέγεται.

Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων βωμὸν τῆς ΧρυσῆςἈθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου καὶ

ἀνίατα τραυματισθεὶς εἰάθη αὐτόθι ὑπὸ τῶνἈχαιῶν εἰδότων, ὡς οἱ τοῦ Ἡφαίστου ἱερεῖς

ἐθεράπευον τοὺς ὀφεοδήκτους. λέγει δὲ ἡ ἱστορία καί, ὅτι εἵμαρτο μὴ ἁλῶναι τὴν Ἴλιον

δίχα τῶν Ἡρακλέος τόξων, ἅπερ εἶχεν ὁ Φιλοκτήτης. διὸ καὶ μνησθέντες αὐτοῦ οἱ

Ἀχαιοὶ μετεκαλέσαντο. (ῃ. 729–33) Ὅτι Ποδαλείριος καὶ Μαχάων, Ἀσκληπιοῦ παῖδε,

ἰητῆρε ἀγαθώ, ἤγουν ἰατροὶ ἀγαθοί, τριάκοντα νηῶν ἦρχον καὶ ἀνδρῶν, οἳ εἶχον

Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν καὶ Οἰχαλίαν, πόλιν Εὐρύτου Οἰχαλιέως. Ἐνταῦθα

δὲ ὅρα, ὅτι τὸ «Ἀσκληπιοῦ» ἐκτείνει διὰ μέτρον τὴν παραλήγουσαν. πολλαχοῦ δὲ τῆς

ποιήσεως ἐν τοῖς ἑξῆς μνεία γίνεται τῶν τοιούτων δύο Ἀσκληπιαδῶν, οὓς τοῦ

Λαπιθείου γένους φασὶ κατάγεσθαι. Στίλβης γὰρ καὶ Ἀπόλλωνος ὁ Λαπίθης, οὗ

ἀπόγονος Ἀσκληπιός, υἱὸς καὶ αὐτὸς Ἀπόλλωνος καὶ νύμφης Κορωνίδος. Ἀσκληπιοῦ δὲ

οἱ ῥηθέντες δύο ἰητῆρες. (ῃ. 729) Τρίκκηδὲ πόλις Θεσσαλίας, ἀπὸ Τρίκκης θυγατρὸς μὲν

Πηνειοῦ ποταμοῦ, γυναικὸςδὲ Ὑψέως. ταύτην Τρίκκαλά τινές φασιν ἄρτι καλεῖσθαι, οἱ

δὲ παλαιοὶ Τρίκαλαοὐδετέρως δι' ἑνὸς ˉκ πόλιν Σικελίας ἱστοροῦσι. περὶ δὲ Τρίκκην

κατὰ τὸν Γεωγράφον ἱερὸν Ἀσκληπιοῦ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορον∆όλοψι

καὶ τοῖς περὶ Πίνδον χωρίοις. Ἡ δὲ Ἰθώμη–Θετταλικὴ δὲ καὶ αὕτη–καλεῖται καὶ

Θούμαιον κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶν, ἀποβολῇ, φησί, τοῦˉι καὶ τροπῇ τοῦ ˉω

εἰς τὴν ˉοˉυ δίφθογγον. ἔστι δέ, ὡς προεδηλώθη, καὶ Μεσσηνια1.516 κὴ Ἰθώμη. ἐθνικὸν

Ἰθωμαῖος καὶ Ἰθωμήτης. τῷ δὲ Γεωγράφῳ ἐμφέρεται,ὅτι τὴν Ἰθώμην ὁμωνύμως τῇ

Μεσσηνιακῇ λεγομένην οὔ φασι δεῖν οὕτωςἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν

ὑφαιρεῖν. νῦν δέ φησιν Θαμαί μετονομασθεῖσαν. χωρίον δέ, φησίν, ἦν ἐρυμνὸν καὶ τῷ

ὄντι κλωμακόεν. τῆς δὲ ∆ημητροπολιτῶν, φησί, χώρας ἦν ἡ Ἰθώμη. καὶ ὅρα, ὅτι τὸ

«κλωμακόεν» ἐπὶ ὀχυροῦ τέθειται τόπου, ἐν ᾧ εἰσι κλώμακες, ὁποίων καὶ ὁ Λυκόφρων

μέμνηται,ὅ ἐστι τόποι ἢ λόφοι κατὰ τοὺς παλαιοὺς ὑψηλοί. τραχεῖαι δὲ αὗται καὶ

πετρώδειςἀναβάσεις εἰσὶ κατακλῶσαι τοὺς δι' αὐτῶν βαίνοντας. φυλάττεται δὲ ἡ

λέξιςεἰς ἔτι καὶ νῦν, εἰ καὶ μὴ ἀκραιφνής, ἀλλ' ὑποβάρβαρος, περί που τοὺς

Παφλαγόνας, οἳ κρωμακωτοὺς τόπους τοὺς πετρώδεις καὶ οὐ ῥᾷον

ἀναβαινομένουςφασί. (ῃ. 730) Περὶ δὲ Οἰχαλίας ἐν τῷ τῶν Πυλίων καταλόγῳ ἱκανῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

322

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!