18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φησί, Μεθώνη ἐστίν. αὕτη δὲ μέχρι καὶ εἰσάρτιφυλάσσει τὴν κλῆσιν ταύτην. ταύτης ὁ

πολίτης Μεθωναιεύς, φησίν, ὡς Κορωναιεύς. Πορφύριος δὲ Φθίους τοὺς ἐκ τῆς ὑπὸ τῷ

Φιλοκτήτῃ Μεθώνης καλεῖσθαιἱστορεῖ λέγων, ὅτι τῶν περὶ Μεθώνην, οὓς Φθίους λέγει

ὁ ποιητής, ἡγεῖτο Φιλοκτήτης. ὁ Γεωγράφος δὲ οὐ τοὺς περὶ Μεθώνην μόνους Φθίους

φησὶλέγεσθαι, ἀλλά, ὡς καὶ προείρηται, κοινῶς τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ

Πρωτεσιλάῳ καὶ τῷ Φιλοκτήτῃ. [Ἰστέον δὲ ὅτι, καθὰ ἡ Θρᾳκικὴ Μεθώνη1.513 παρὰ τὸ

μέθυ ἐρρέθη, οὕτω καὶ ἡ Λεσβικὴ Μήθυμνα. Μέθυμνα γὰρ διὰ τὸν ∆ιόνυσον καὶ ἐκτάσει

τῆς ἀρχούσης Μήθυμνα, ὁμοίως τῷ Μεθώνη, Μηθώνη.] Τὴν δὲ Θαυμακίαν πόλιν

Μαγνησίας ὁ τῶν Ἐθνικῶν συλλέκτης φησὶ λέγων καὶ ἑτέραν εἶναι Θαυμακίαν κατὰ

τὸν Μηλιᾶ κόλπον καὶ νῆσον δὲ ὁμώνυμον. οἱδὲ πολῖται τῆς Θαυμακίας Θαυμακοί. (ῃ.

717) Τῆς δὲ Μελιβοίας τὸ ἐθνικὸν Μελιβοεύς. ὁρᾷ δέ, φασίν, αὕτη καὶ ἡ Ὀλιζὼν πρὸς τὸ

Αἰγαῖον. ἐκλήθη δὲ ἡ ῥηθεῖσα πόλις Μελίβοια ὁμωνύμως ἡρωΐδι γυναικί, ὡς ἐν τῷ περὶ

Μαγνήτωνλόγῳ δηλωθήσεται. Ἡ δὲ Ὀλιζὼν καὶ ὀξύνεται καὶ φυλάσσει τὸ ˉω ἐν ὅλῃ τῇ

κλίσει· φασὶν οὖν Ἀπίων καὶ Ἡρόδωρος Ὀλιζῶνα ὡς Μεδεῶνα, δηλοῦντες ὡςἐν

ὀλιγίστῳ, ὅτι ὥσπερ ἡ Μεδεών, οὕτω καὶ ἡ Ὀλιζὼν παρακατέχουσι διόλουτὸ ˉω.

ὀξύνεται δέ, φασίν, ἡ Ὀλιζὼν πρὸς διαστολὴν τοῦ ὀλίζων ἤτοιὀλίγος, ὡς τὸ «λαοὶ δ' ὑπ'

ὀλίζονες ἦσαν». Θετταλοὶ γάρ, φασί, τὸ μικρὸνὄλιζον καλοῦσιν· ὅθεν καὶ ἡ πόλις

ἐκλήθη διὰ τὸ μικρὰ εἶναι. ὁ πολίτης ταύτηςὈλιζώνιος. Ὅρα δέ, ὅτι ἕτεροι φανερῶς οἱ

Ὀλιζώνιοι οὗτοι τῶν ἈσιανῶἉλιζώνων, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται.

Αἰολικοὶ δὲ οἱ Ὀλιζώνιοι, ὡς δηλοῖ καὶ ὁ Πορφύριος ἱστορῶν, ὅτι Φιλοκτήτης ἐρώμενος

Ἡρακλέος ἐκ Μεθώνης καὶ Μελιβοίας καὶ Ὀλιζῶνος Αἰολέων στρατὸν συλλέξας ἑπτὰ

ναυσὶν ἀφίκετο εἰς Αὐλίδα, οὗ ἐν Λήμνῳ καταλειφθέντος Μέδων, νόθος ἀδελφὸς

Αἴαντος τοῦ μικροῦ, αὐτῶν ἡγήσατο. περὶ δὲ Λήμνου γέγραπται καὶ ἐν τῇ αʹῥαψῳδίᾳ καὶ

ἐν τοῖς τοῦ Περιηγητοῦ. (ῃ. 718) Τὸ δέ «τόξων εὖ εἰδώς» ταὐτόνἐστι τῷ εἰδήμων ὢν καὶ

ἐπιστήμων τῶν τόξων. διὸ καὶ γενικῇ συντάσσεταιπανταχοῦ. τὸ μέντοι ἐπαγόμενον τὸ

«τόξων εὖ εἰδότες ἶφι μάχεσθαι» δίδωσι καὶἄλλως νοεῖν. εἰ γὰρ τοῦτο συμβιβασθείη

οὕτω πως· «εὖ εἰδότες», ἤτοι μεμαθηκότες, «ἶφι μάχεσθαι διὰ τῶν τόξων», ὡς

λειπούσης τῆς διά προθέσεως,δύναταί τις εἰπεῖν καὶ τὸ τόξων εὖ εἰδότες ἀντὶ τοῦ διὰ

τῶν τόξων τεχνῖταιὄντες. ἵνα δὲ μὴ ἀπεναντίας ἥκῃ τις τῇ καθωμιλημένῃ ἀρεσκείᾳ τῶν

παλαιῶν,θεραπευτέον καὶ τὸ τόξων εὖ εἰδότες ἶφι μάχεσθαι καὶ τὸ τόξων εὖ εἰδὼς

ἐπίσης,ἵνα ὥσπερ τόξων εὖ εἰδὼς λέγεται κατὰ τοὺς παλαιοὺς ὁ τοῦ τοξεύειν ἴδρις, 1.514

οὕτω καὶ τόξων εὖ εἰδότες οἱ τῆς τοξείας εἰδήμονες. τόξα γὰρ ἐνταῦθα τὴν

τοξείανδηλοῖ. Τὸ δέ «ἶφι μάχεσθαι» κατ' ἔλλειψιν τοῦ «ὥστε», ἵνα λέγῃ, ὅτι τόξων

εὖεἰδότες, ὥστε δι' αὐτῶν ἶφι μάχεσθαι. Ἐνταῦθα δὲ ὅρα καί, ὅπως τῷ ἄρχοντι

Φιλοκτήτῃ τοξικωτάτῳ ὄντι συνεξωμοίωνται καὶ οἱ περὶ αὐτόν. ὅρα δὲ καί,ὅτι ἐν ἀρχῇ

τῆς Βοιωτίας μνησθεὶς ὁ ποιητής, ὅσους εἶχεν ἑκάστη τῶν κατὰ Βοιωτοὺς νηῶν ἄνδρας,

οὐκέτι οὐδεμιᾶς νηὸς ἐρέτας ἠρίθμησεν, ἀλλ' ἢ μόνουςἐνταῦθα τοὺς τοῦ Φιλοκτήτου,

διδοὺς ἀριθμὸν μείζονα καὶ ἐλάττονα, ὧν τὸνμέσον ἐξευρίσκοντες, ὡς μικρόν τι πρὸ τῆς

Βοιωτίας εἴρηται, μετροῦσι τὰςτῶν Ἑλλήνων μυριάδας οἱ παλαιοί, ὡς αὐτοῖς

εὐηρέστηται. ὅτι δὲ τοξοτῶνἄριστος ὁ Φιλοκτήτης, μεμαρτύρηται. (ῃ. 721) Κρατερὰ δὲ

ἄλγεα οὐ τὰ κατὰσῶμα μόνον, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ τὰ εἰς ψυχήν. (ῃ. 722)

Ἠγαθέη δὲ Λῆμνος, τουτέστιν ἀγαστή, ὡς τῷ Ἡφαίστῳ ἀνακειμένη, καθὰ καὶ

προγέγραπται. (ῃ. 723) Τὸ δὲ μοχθίζειν ὅμοιόν ἐστι τῷ πολεμίζειν καὶ τῷ

νεμεσίζεσθαικαὶ τοῖς ὁμοίοις, ἐν οἷς καὶ τὸ ὀχθίζειν παρὰ τῷ Ὀππιανῷ. Τὸ δέ

«ἕλκεϊκακῷ» τὴν καρτερίαν τοῦ ἥρωος ἐνδείκνυται. Ὕδρος δὲ εἶδος ὄφεως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

321

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!