18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Μακεδονικὴ δὲ λίμνη Βοίβη καί, ὅτι ἡ ῥηθεῖσα Βοιβηῒς καὶ Βοιβία λέγεται. (ῃ. 712) Τὰς

δὲ Γλαφυρὰς βαρύνουσιν οἱ ἀκριβέστεροι πρὸςδιαστολὴν τοῦ ἐπιθέτου, κληθείσας ἀπὸ

τοῦ μνημονευθέντος Γλαφύρα, ὡς ὁαὐτὸς Ἐθνικογράφος ἱστορεῖ, παρ' ᾧ φέρεται, ὅτι

καὶ κώμη Κιλικίας ἐστὶ Γλαφύραι καλουμένη, ἀπέχουσα Ταρσοῦ τριάκοντα σταδίους

πρὸς δύσιν, ἐν ᾗπηγὴ ἀπὸ ῥωγάδος καταρρέουσα καὶ συνιοῦσα τῷ εἰς Ταρσὸν

εἰσβάλλοντιποταμῷ. περὶ ἧς Παρθένιος γράφων ἄλλα τε λέγει καί, ὅτι «παρθένος

Κιλίκωνἀνακτορίην ἔχουσα ἀγχίγαμος πέλε, καθαρῷ δ' ἐπεμαίνετο Κύδνῳ Κύπριδοςἐξ

ἀδύτων πυρσὸν ἀναψαμένη, εἰς ὅ κέ μιν Κύπρις πηγὴν θέτο, μῖξε δ' ἔρωτι Κύδνου καὶ

νύμφης ὑδατόεντα γάμον». Ἰαωλκὸς δὲ ἀπὸ Ἰαωλκοῦ, φασίν, υἱοῦἈμύρου, ἀφ' οὗ

Ἀμυρικὸν πεδίον ἐν Λαρίσσῃ. εὑρίσκεται δέ ποτε καὶ τρισυλλάβως Ἰωλκός. ῥηθήσεται

δέ τι περὶ ταύτης καὶ περὶ τῆς Βοίβης καὶ μετ' ὀλίγα. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι

∆ημητριάδος ἑπτὰ στάδια ὑπέρκειται θαλάσσηςἸωλκός καὶ ὅτι Ἰωλκὸν αὐξηθεῖσάν ποτε

κατέλυσαν αἱ στάσεις, οὕτω δὲ καὶ τὰς Φεράς. καὶ ὅτι κατέσκαπται ἐκ παλαιοῦ Ἰωλκὸς

καὶ Βοίβη, ὕστερον δὲκῶμαι ἦσαν ∆ημητριάδος. ἐκτείνεται δὲ μεγεθυνομένη ἡ

παραλήγουσα, εἴτετρισυλλάβως Ἰωλκός λέγεται, εἴτε τετρασυλλάβως Ἰαωλκός, ἴσως

παρὰ τὴν ὦλκα. [Ἐϋκτιμένη δὲ οὐ μόνον πόλις ὡς ἐνταῦθα, ἀλλά που καὶ ἀλωή. καὶ

εἰμὲν ἀπὸ ἀρρήτου θέματος τοῦ κτίω γίνεται, οὐκ ἔστιν ἀπισχυρίσασθαι. εἰ δὲ ἀπὸτοῦ

κτίζω ἐκλίθη, ἔλλειψιν ἔχει τοῦ ˉσ τοῦ καλῶς κειμένου ἐν τῷ κτίσμα. οὕτωδὲ ἔπαθε καὶ

ἡ Κτιμένη τὸ κύριον καὶ οἱ κτίται δέ, ὧν ἡ χρῆσις παρ' ἄλλοις.πολλαὶ δέ εἰσι λέξεις καὶ

ἄλλαι ἀπέλευσιν παθοῦσαι τοῦ σίγμα, ὡς καὶ ὁ γνωτόςκαὶ τὰ ἐξ αὐτοῦ.] (ῃ. 716–28) Ὅτι

Φιλοκτήτης τόξων εὖ εἰδὼς ἑπτὰ νεῶνἦρχεν, «ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα

ἐμβέβασαν», ἤγουν ἐμβεβήκεισαν, 1.512 «τόξων εὖ εἰδότες ἶφι μάχεσθαι». ἦσαν δὲ περὶ

αὐτόν «οἳ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν εἶχον καὶ Ὀλιζῶνα

τρηχεῖαν». εἶτα σχηματίζων τὰ κατὰ Φιλοκτήτην τρόπον τινὰ ὡς τὰ τοῦ Ἀχιλλέως καὶ

τὰ τοῦ Πρωτεσιλάου φησίν· «ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατερὰ ἄλγεα πάσχων Λήμνῳ

ἐν ἠγαθέῃ, ὅθι μιν λίπον Ἀχαιοὶ ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ἔνθ' ὅ γε

κεῖτ' ἀχέων, τάχα δὲ μνήσεσθαι ἔμελλον» αὐτοῦ Ἀργεῖοι. οὐμὴν οὐδὲ οὗτοι ἄναρχοι

ἦσαν. ἐπόθουν γε μὴν τὸν ἀρχηγόν. ἀλλὰ Μέδωνἐκόσμησεν αὐτοὺς Ὀϊλέως νόθος υἱός,

ὃν ὑπ' αὐτῷ Ῥήνη ἔτεκε. καὶ τοῦτο μὲν ὅμοιον τοῖς περὶ Πρωτεσίλαον. ἔφη γὰρ καὶ ἐκεῖ

«οὐδὲ μὲν οὐδ' οὗτοι ἄναρχοιἔσαν, πόθεόν γε μὲν ἀρχόν, ἀλλ' ἐκόσμησεν αὐτοὺς ὁ

δεῖνα». τὸ μέντοι «ἀλλ' ὃμὲν ἐν νήσῳ κεῖτο» καὶ τὸ «ἔνθα ὅ γε κεῖτο ἀχέων» καὶ τὸ

«τάχα δὲ μνήσεσθαιἔμελλον» ἐοίκασι τοῖς τοῦ Ἀχιλλέως, πλὴν ὅσον ἐκεῖ μὲν εἶπε «τάχα

δ'ἀνστήσεσθαι ἔμελλεν», ἐνταῦθα δέ· «τάχα δὲ μνήσεσθαι ἔμελλον». οὕτωμεθοδεύει

δεξιῶς ἡμῖν ὁ ποιητὴς τὰς τῶν πραγμάτων ὁμοιότητας ἐν ὁμοιοτροπίᾳλόγου διεξάγειν,

μὴ δεδιότας ἀδολεσχίας ἢ πενίας τῆς ἐν λόγῳ κατέγκλησιν.(ῃ. 716) Ἰστέον δὲ ὅτι ἡ

Μηθώνη ἔκτασιν ἔπαθε κατὰ τοὺς παλαιοὺς τῆςἀρχούσης ἤγουν τῆς ˉμˉε συλλαβῆς.

Μεθώνη γὰρ ὤφειλε ῥηθῆναι. τρεῖς δέ, φασί, Μεθῶναι, ἡ ἐν Μακεδονίᾳ, ἄποικος

Ἐρετριέων, καὶ ἡ ὑπὸ τῷ Φιλοκτήτῃ καὶ ἡ περὶ Τροιζῆνα. καὶ τοῦτο μὲν οἱ Σχολιασταὶ οἱ

λέγοντες καί, ὅτι τοὺς τοιούτους Μεθωναίους οἱ μὲν Αἰολεῖς φασίν, οἱ δὲ Ἀχαιούς, οἱ δὲ

Ἐνιᾶνας· ἕτεροι δὲπερὶ Τροιζῆνα μὲν καὶ Μακεδονίαν Μεθώνης οὐ μέμνηνται, ἄλλως δὲ

ἀριθμοῦσιτρεῖς Μεθώνας λέγοντες, ὅτι Μεθώνη Φιλοκτήτου ἑτέρα τῆς Θρᾳκίας

Μεθώνης,ἣν κατέσκαψε Φίλιππος, ἔνθα δηλαδὴ καὶ ὁ Ἀστὴρ στρατιώτης οὕτω

καλούμενος τοξεύσας ἔβλαψε τὸν Φίλιππον εἰς ὀφθαλμόν. ἔστι δὲ καὶ ἑτέρα, φασί,

Πελοποννησία. ὁ δὲ τὰ Ἐθνικὰ γράψας Θρᾳκίαν καὶ αὐτὸς ἱστορεῖ Μεθώνην, ἔτι δὲ καὶ

περὶ Μακεδονίαν, κληθεῖσαν οὕτω παρὰ τὸ μέθυ. πολύοινος γάρ,φησί. καὶ Λακωνικὴ δέ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

320

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!