18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὅτιἐνταῦθα μὲν τὸ ˉο τὸ μικρὸν ἐπλεόνασεν, ὡς καὶ ἐν τῷ ὁρόωντες. ἀλλαχοῦ δὲ

ἀντ'αὐτοῦ τὸ ˉα εὕρηται, ὡς ἐν τῷ ἀντιάαν. οὕτω δὲ καὶ ἐν τῷ ὁράαν καὶ τοῖςὁμοίοις.

καὶ ὅτι τὸ ἀντιόων φύσει μὲν δευτέρας συζυγίας ἐστίν· ἀντιάω γὰρἀντιῶ· πλεονασμῷ δὲ

τοῦ ˉο μικροῦ βαρυτονεῖται. καὶ ὅτι τὸ μικρὸν ˉο πλεονάζειἐνταῦθα διὰ τὴν πρὸ αὐτοῦ

βραχεῖαν παράληξιν εἰς δακτύλου ἀναγκαῖονἀπαρτισμόν. τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ ὁρόω·

καὶ ἐκεῖ γὰρ διὰ τὴν αὐτὴν αἰτίανὁμοία γέγονεν ἡ παρένθεσις καὶ ἐπὶ τοῦ «πυρὶ

λαμπετόωντι». ὡσαύτως καὶ ἐπὶτοῦ «φυσιόωντες». τὸ δ' ὅμοιον καὶ ἐπὶ τοῦ

«ὀκριόωντο» ἀντὶ τοῦ ἐτραχύνοντο.οὕτω δὲ καὶ ἐπὶ τοῦ τηλεθόωντες, μητιόωντες,

κελευτιόωντες, γοόωντες,βοόωντες καὶ τῶν ὁμοίων. εἰ δέ γε τοῦ πλεονάζοντος μακρὰ

πρόκειται συλλαβή,οὐκέτι τὸ μικρὸν ˉο, ἀλλὰ τὸ μέγα ἐκεῖ παρεντίθεται, ἵνα ἐξ ἀνάγκης

σπονδεῖοςποὺς ἀποτελεσθῇ, οἷον ἡβῶντες, ἡβώωντες. οὕτω δὲ καὶ τὸ ἱδρώωντες καὶ

τὸὁρμώω, μαιμώω, αὐδώω καὶ ὅσα τοιαῦτα. καὶ ταῦτα μὲν οὕτως, [ἤγουν τὰ περὶτοῦ

ˉοˉω βαρύτονα ὑπὲρ δύο συλλαβάς. περὶ δὲ τοῦ γνώω, ζώω, πλώω, ῥώω ἕτερος λόγος,

ὡς καὶ περὶ τοῦ μνώω καὶ χώω.] Τὸ δέ «ἱστὸν ἐποιχομένην» περιφραστικῶς ἀντὶ τοῦ

ὑφαίνουσαν. ἑστῶσαι γὰρ καὶ ἐπιπορευόμεναι ὕφαινον αἱποιούμεναι τὴν ἱστουργίαν διὰ

τὴν τῶν ὑφαινομένων, ὡς εἰκός, πλατύτητα. πρώτηδέ τις Αἰγυπτία γυνὴ καθεζομένη

ὕφανεν, ἀφ' ἧς καὶ Αἰγύπτιοι Ἀθηνᾶς ἄγαλμακαθημένης ἱδρύσαντο. καὶ ἄλλως δέ

«ἱστὸν ἐποιχομένην» ἀντὶ τοῦ ἐπιστατοῦσανταῖς ὑφαινούσαις καὶ περιϊοῦσαν καὶ

ἐπισκεπτομένην αὐτάς [τε καὶ ὅσα ἔργαχρήσιμα ταῖς ἱστουργούσαις. γυναικεῖον δὲ τὸ

ἱστουργεῖν παρ' Ὁμήρῳ καὶ οὐκἂν παρ' αὐτῷ ὑφάνῃ ἀνήρ, εἰ μὴ ἄρα βουλάς· εἰ καὶ τοῖς

ὕστερον μοχθηρῶςπαρατολμᾶται κατά τι Αἰγύπτιον ἔθος, ὃ καὶ Σοφοκλῆς

παρεσημήνατο ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ. τοῦ δὲ ἀντιᾶν ἀρχή ἐστιν ἡ ἀντί μόνη

πρόθεσις, ἀφ' ἧς καὶὄνομα ὁ ἀντίος, καὶ τὸ ἐξ αὐτοῦ ἐναντίον. Σημείωσαι δὲ ὡς ἐν τῷ

τόπῳ τούτῳσφοδρὰς ἐννοίας ἐπιεικῶς ὁ βασιλεὺς μεθώδευσεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν «μή

σε 1.51 οὐδὲ ὁ θεὸς ὠφελήσῃ» καὶ «μή σε βλάψω δεινῶς» ἄλλα εἶπεν, ὡς δηλοῖ

ἡποιητικὴ φραστική.] (ῃ. 32) Ὅτι ὁ μὴ ἀνεχόμενος ἀκούειν τινὸς λαλοῦντος,ἃ κινήσῃ

ἄν τινα εἰς θυμόν, καλῶς ἂν εἴπῃ τὸ «ἀλλ' ἴθι, μή μ' ἐρέθιζε». πρὸς δὲγέροντα

ὑποπτήξαντα ἐπὶ ἀπειλαῖς καὶ πεισθέντα εὖ ἔχει ῥηθῆναι τὸ «ἔδδεισεδ' ὁ γέρων καὶ

ἐπείθετο μύθῳ». Σημείωσαι δὲ ὅτι Ὅμηρος οὐ μάτην ἐνταῦθαπροσέθηκε τὸ γέρων, ἀλλ'

ἢ φιλοσοφῶν ἑτοίμους φυσικῶς εἰς δέος τοὺς γέροντας εἶναι· τὸ γὰρ θαρρεῖν αὐτοὺς

ἐπιλέλοιπεν· ἢ καὶ οἰκτιζόμενος τὸν Χρύσηνὡς παθόντα οὐκ ἄξια τῆς πολιᾶς καὶ οὐ

δεόντως ἀπ' ἐλπίδος γενόμενον. Ἰστέονδὲ [ὅτι τε τοῦ ἔδδεισεν, ὅ ἐστιν ἐδειλίασε,

πρωτότυπον τὸ δείω καὶ πλεονασμῷτοῦ ˉδ δείδω· καὶ ὅτι τὸ ἴθι λείπεται προθέσεως·

δηλοῖ γὰρ τὸ ἄπιθι. καὶ] ὅτιἀπὸ τοῦ εἴρω, τὸ εἰς μάχην συμπλέκω, γίνεται ἀποβολῇ τοῦ

ˉι ἔρω· ἐξ οὗ ἐρέθω,ὡς φλέγω φλεγέθω, νέμω νεμέθω· ἀφ' οὗ τὸ ἐρεθίζω. τοῦ δὲ ἐρέθω

ἡ χρῆσις ἐντοῖς ἑξῆς, οἷον «ὅτ' ἄν με ἐρέθῃ», ἤγουν ἐρεθίζῃ, καὶ «μή μ' ἔρεθε

ὀνειδείοιςἐπέεσσιν». [Ἰστέον δὲ καὶ ὅτι τεσσάρων τούτων ὄντων, τοῦ σάος, ὁ ὑγιής,

τοῦσῶς κατὰ συναίρεσιν, τοῦ σόος διὰ τοῦ ˉο μικροῦ Ὁμηρικῶς, καὶ τοῦ σῶος

διὰπαραλήγοντος τοῦ ˉω μεγάλου, χρῆσις ἐνταῦθα κεῖται τοῦ σάος ἐν τῷ «σαώτεροςὥς

κε νέηαι» ἤγουν ὅπως ἀνακρωτηρίαστος ἀπονοστήσῃς, ὃ μεγάλην ἀπειλὴνἔχει κατὰ τοῦ

γέροντος Χρύσου, εἰ καὶ εὐφήμως ἐσχημάτισται. παραλαλεῖ γὰρὡς ἀκρωτηριασθήσεται,

εἰ μὴ ταχὺ μνήσεται νόστου, ὃς ἐκ τοῦ νέω παράγεται,οὗ ὑποτακτικὸν παθητικὸν

Ἰωνικόν ἑνικόν, ἐξ ἐνδείας τοῦ ˉτ, τὸ νέηαι, ἤγουνἀπέλθῃς.]

(ῃ. 34) Ὅτι φλοῖσβος κατὰ ὀνοματοποιΐαν ἦχος ὕδατος θαλασσίουἐν τῇ

ἐκκυμάνσει γινόμενος πρὸς τοῖς αἰγιαλοῖς παλιννοστοῦντος τοῦ κύματος.διὸ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

32

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!