18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῷδυναμένῳ συζεῦξαι λέοντι κάπρον, Ἀπόλλωνα δὲ τῷ Ἀδμήτῳ τοῦτο ἐκτελέσαι καὶ

τὸν γάμον αὐτῷ ἐγγυῆσαι. ἀπὸ δὲ τοῦ ῥηθέντος Ἀδμήτου σκόλιόν τι ἐν Ἀθήναις ἦν

ᾀδόμενον, ὡς καὶ Παυσανίας φησὶν ἐν τῷ οἰκείῳ Λεξικῷ λέγων, ὡς οἱμὲν Ἀλκαίου

φασὶν αὐτό, οἱ δὲ Σαπφοῦς, οἱ δὲ Πραξίλλης τῆς Σικυωνίας.ἀρχὴ δὲ τοῦ μέλους αὕτη

«Ἀδμήτου λόγον, ὦ 'ταῖρε, μαθὼν τοὺς ἀγαθοὺςφίλει, τῶν δειλῶν δ' ἀπέχου γνούς, ὅτι

δειλῶν ὀλίγα χάρις». ἔοικε δὲ διὰ μὲντῶν ἀγαθῶν τὴν γενναίαν καὶ φίλανδρον

ὑποδηλοῦν Ἄλκηστιν, διὰ δὲ τῶνδειλῶν τὸν Ἀδμήτου πατέρα, ὃς ὤκνησε θανεῖν ὑπὲρ

τοῦ παιδός. ὅτι δὲ καὶγυναῖκες ἦσαν οὐ μόνον ἄλλως σοφαί, ἀλλὰ καὶ μελοποιοί, οὐ

μόνον ἐκ τῆςῥηθείσης Πραξίλλης δῆλον, ἀλλὰ καὶ Σαπφοῦς καὶ Κορίννης καὶ

Ἠρίννης.ἦν δὲ ποιήτρια κρουμάτων καὶ Χαριξένη, ὅθεν παροιμία παρὰ τῷ Κωμικῷἐν

Ἐκκλησιαζούσαις· «τἀπὶ Χαριξένης τάδ' ἐστίν». [Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα Ἤριννα Λεσβία

μὲν ἦν ἢ Ῥοδία ἢ Τεΐα ἢ Τηλία, ἐκ Τήλου νησιδίου ἐγγίζοντος τῇ Κνίδῳ. Ποιήτρια δὲ ἦν

καὶ ἔγραψε ποίημα Ἠλακάτην Αἰολίδι γλώσσῃ καὶ ∆ωρίδι ἐν ἔπεσι τριακοσίοις. ἦν δὲ

ἑταίρα Σαπφοῦς καὶ ἐτελεύτησε παρθένος.οἱ δὲ στίχοι αὐτῆς ἐκρίθησαν ἐνάμιλλοι τοῖς

Ὁμήρου. ἀπῆλθε δὲ ἐννεακαιδεκέτις. ∆ήλωσις δὲ τῶν ῥηθέντων καὶ τὸ εἰς αὐτὴν

ἐπίγραμμα τοῦτο· «Λέσβιον Ἠρίννης τόδε κηρίον, ἁδὺ τὸ μικρόν, ἀλλ' ὅλον ἐκ

Μουσέων κιρνάμενον μέλιτι. οἱ δὲτριηκόσιοι αὐτῆς στίχοι ἶσοι Ὁμήρῳ τῆς καὶ

παρθενικῆς ἐννεακαιδεκάτευς, ἣ καὶἐπ' ἠλακάτῃ μητρὸς φόβῳ καὶ ἐφ' ἱστῷ ἑστήκει

Μουσῶν λάτρις ἐφαπτομένη. Σαπφὼ δ' Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, Ἤριννα

Σαπφοῦς τόσσον ἐνἑξαμέτροις». καὶ τοῦτο μὲν τοιοῦτον. Εἰ δὲ γυνὴ ἐποποιὸς τὴν

Πινδάρου 1.510 λυρικὴν ἀπήλεγξεν ἡττηθέντος, ἱστόρηται καὶ αὐτό. Βοιωτία δὲ ἦν

ἐκείνη τὸἔθνος. ὡς δὲ καὶ Θεανώ τις γυνὴ Λοκρὶς λυρικὴ ἦν, ἱστοροῦσιν οἱ

παλαιοί.περιᾴδεται δὲ ὁμοίως καί τις Μοιρώ, ἡ καὶ εἰς Ποσειδῶνα γράψασα ὕμνον.]

(ῃ.711) Φεραὶ δὲ ἀπὸ Φέρητος παρονομάζονται, υἱοῦ Κρηθέως, ἢ ἀπὸ Φερᾶςθυγατρὸς

Αἰόλου. δύο δὲ ἦσαν Φεραί, ἡ μὲν ἀρχαία, ἡ δὲ νέα, διέχουσαι ἀλλήλωνσταδίους ὀκτώ.

εἰσὶ δέ, φασί, καὶ ἕτεραι τρεῖς Φεραί, Ἰαπυγίας, Αἰτωλίαςκαὶ Παρθυαίων. Φηραὶ μέντοι

καὶ Φειαί, παρ' Ὁμήρῳ εὑρισκόμεναί που καὶαὐταί, ἕτεραί εἰσι παρὰ τὰς Φεράς. Φηραὶ

μὲν γὰρ πόλις Πελοποννήσου, ἔτι δὲκαὶ χώρα, ὡς δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι τῆς

Φηρῆς χώρας μέρος καὶ ἡ Μεσσηνία. Φειαὶ δὲ πόλις τῆς Ἤλιδος. ῥηθήσεται δέ τι περὶ

τῶν Φερῶν καὶ ἑξῆς ἐν τῷ τῶν Μαγνήτων καταλόγῳ. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι

ἐξαρθεῖσαίποτε αἱ Φεραὶ συνεστάλησαν ὕστερον καὶ ὅτι αἱ Φεραὶ τῶν

Πελασγικῶνπεδίων πέρας πρὸς τὴν Μαγνησίαν καὶ ὅτι ἐπίνειον Φερῶν Παγασαί, ἀπὸ

τῆςἐκεῖ ναυπηγίας τῆς Ἀργοῦς ἢ ἀπὸ τῶν πηγῶν, αἳ πολλαὶ ῥέουσιν ἐκεῖ. Βοιβηῒςδὲ

λίμνη Θετταλικὴ κατὰ τὸν Γεωγράφον, ἐλάττων τῆς Νεσωνίδος καὶ πλησιεστέρα τῇ

παραλίᾳ. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Βοιβηῒς λίμνη πλησιάζουσα Φεραῖςκαὶ Βοίβη χωρίον

ἐπὶ τῆς λίμνης κείμενον. ἀλλαχοῦ δὲ ταῖς ἑπτὰ πόλεσιν, ἃς εἰς ∆ημητριάδα συνῴκισεν ὁ

Πολιορκητὴς ∆ημήτριος, καὶ τὴν Βοίβην συναριθμεῖ.ἐν ἄλλοις δὲ λέγει, ὅτι ἐπείπερ ἡ

Βοίβη μία τῶν περιοικίδων ∆ημητριάδος,ἀνάγκη καὶ τὴν Βοιβηΐδα λίμνην πλησίον

εἶναι. Σημείωσαι δὲ ὅτι, ἐπειδὴ ἐφάνηἀνωτέρω ἡ Βοιβηῒς οὐ μακρὰν οὖσα τῆς

Νεσωνίδος–λέγει δέ που ὁ Γεωγράφος, ὅτι τὴν Νεσωνίδα ὑπερκλύζων ὁ ποταμὸς

ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισσαίους–ἔστι νοῆσαι φανερῶς οὐ πόρρω Λαρίσσης

τήν τε Νεσωνίδατήν τε Βοιβηΐδα, ἥτις, ὡς εἰκός, ἀπὸ τῆς ῥηθείσης Βοίβης παράγεται. εἰ

δὲ καὶπλησίον Φερῶν ἡ Βοιβηΐς, ὡς ἐρρέθη, οὐκ ἄρα Φεραὶ κατά τινας αἱ νῦν Σέρραι.

1.511 Εἴρηται δέ, φασί, Βοίβη ἀπὸ Βοίβου, υἱοῦ Γλαφύρου, τοῦ τὰς Γλαφύραςκτίσαντος,

ὡς ἱστορεῖ ὁ ἀπογραψάμενος τὰ Ἐθνικά, ὃς λέγει καί, ὅτι ἐστὶ καὶ Κρητικὴ Βοίβη καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

319

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!