Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

κάτοχοι σκωφθήσονται, ὡς ἄρα καὶ θανόντες ἐρῷεν ἄν, κατὰ τὸν ἐπὶ Πρωτεσιλάῳ μῦθον καὶ τῇ αὐτοῦγυναικί. (ῃς. 701) ∆άρδανος δὲ ἀνήρ, ὡς ὁ Πορφύριος ἄριστα διασκευάζει,ἢ κατὰ γένος ὁ ἐκ τῶν ∆αρδάνων, ὡς καὶ ἐπὶ Πατρόκλου, ὃν βάλε ∆άρδανοςἀνήρ, ὅπερ οὕτω δόξαν τῷ ποιητῇ διασαφεῖ ἐκεῖ. ποῖος ∆άρδανος; Πανθοΐδης Εὔφορβος. καί φασιν οἱ παλαιοί, ὅτι, εἴπερ ἦν τῶν ἐνδόξων ὁ ἀνήρ, ἐμνήσθηἂν αὐτοῦ ὁ ποιητής, καὶ ὅτι παθαινόμενος οἷον ὁ ποιητὴς ἐπὶ τῷ ἥρωϊ ὀκνεῖπρὸς ὄνομα εἰπεῖν τὸν ἀνελόντα, ἵνα μὴ ἀοίδιμος εἴη, ὥς που καὶ ὁ τὸν τῆςἘφεσίας ναὸν Ἀρτέμιδος ἐμπυρίσας ἐσιγήθη ἐπίτηδες κοινῷ ψηφίσματι παλαιῷ, ἵνα μὴ περιώνυμος εἴη τοῖς εἰς ἔπειτα. ἤγουν ∆άρδανον ἄνδρα, ὡς ἐρρέθη, νοήσειτις ἀορίστως κατὰ ἐθνικὸν εἶδος ἢ ὀνοματικῶς, τουτέστι κατὰ κύριον ὄνομα ὁμώνυμον τῷ ἐθνικῷ, ὥσπερ καὶ Ἀχαιὸς κατὰ τὸν αὐτὸν Πορφύριον τραγῳδίαςποιητὴς Ἐρετριεύς, ὁμώνυμος τῷ ἐθνικῷ, καὶ Λίβυς ὁμοίως ὁ Λυσάνδρουἀδελφὸς καὶ Ἐπειὸς ὁ τέκτων τοῦ δουρείου ἵππου, κατὰ ὁμωνυμίαν Ἐπειοῦ1.508 τοῦ ἐθνικοῦ, καὶ Σκύθης ὁ Ἀκαδημαϊκὸς σοφὸς κατὰ φωνὴν ἐθνικὴν καὶ Μαίων Αἱμονίδης ὁμωνυμῶν τῷ Λυδικῷ ἐθνικῷ Μαίονι. οὕτως οὖν καὶ ∆άρδανος εἴη ἂν κύριον, ὃς ἀνεῖλε Πρωτεσίλαον, ὥσπερ κύριον καὶ ὁ ∆άρδανος, ὃνἀνελεῖ ὁ Ἀχιλλεύς, ὃς καὶ Τρῶα ῥίπτει που Ἀλαστορίδην, ὁμώνυμον τῷ ἐθνικῷΤρωΐ. εἰ δέ τι δοκεῖ ἐμποδὼν εἶναι εἰς τοῦτο προσκείμενον τὸ «ἀνήρ»–οὐδεὶςγὰρ ἄν, φασίν, εἴποι Πρίαμος ἀνήρ– ἐνθυμητέον τὸ «φῶτα Ἡρακλέα»,ὅμοιον ὂν τῷ ∆άρδανον ἄνδρα καὶ ∆άρδανος ἀνήρ. Παλαίφατος δέ, φασίν,ἱστορεῖ, ὅτι Αἰνείας ἀνεῖλε τὸν Πρωτεσίλαον· ἕτεροι δὲ ὑπὸ Ἀχάτου αὐτὸνπεσεῖν φασιν, ἑταίρου Αἰνείου· τινὲς δὲ ∆άρδανον ἄνδρα ἐνταῦθα τὸν Ἕκτορανοοῦσιν, ὅπερ οἱ μὴ ἀποδεχόμενοί φασιν, ὅτι ἐὰν ὁ Ἕκτωρ ἔρριψε τὸν Πρωτεσίλαον, εἶχεν εἰπεῖν ὅτι τὸν ἔκτανε φαίδιμος Ἕκτωρ ἢ ∆άρδανος Ἕκτωρ. (ῃ. 702) Ὅρα δὲ τὸ «νηὸς ἀποθρῴσκοντα». οὐ γὰρ εἶπεν ἐκθορόντα, ἀλλ'ἔτι ἀποθρῴσκοντα· τοῦτο δὲ τὸν βαλόντα σεμνύνει, ὡς οὕτω ταχὺ διαχειρισάμενον τὸν Πρωτεσίλαον. [Ἰστέον δὲ ὅτι τὸ θρῴσκειν οὕτω παράγουσιν οἱπαλαιοί. θορῶ ἢ θόρω βαρυτόνως τὸ πηδῶ, οὗ παράγωγον θορίσκω, ὡς ῥυΐσκω,τελίσκω, καὶ ὑπερθέσει θροΐσκω, καὶ ἐκτάσει καὶ προσγραφῇ ἀναγκαίᾳ τοῦ ˉιθρῴσκω.] Τὸ δὲ πολὺ πρώτιστόν τινα τῶν ἀντιγράφων πολυπρώτιστον ὑφὲνγράφουσι. τοῦτο δὲ καὶ φερωνυμίαν τινὰ παραλαλεῖ τῆς τοῦ Πρωτεσιλάουκλήσεως, ὡς μὴ ἁπλῶς πρώτου ἐν λαῷ τῷ Ἀχαϊκῷ, ἀλλὰ ὡς πολὺ πρωτίστουκαὶ πηδήσαντος καὶ πεσόντος. ἐκ τοῦ πρωτεύσω δὲ μέλλοντος παρήχθη τὸ Πρωτεσίλαος. οἱονεὶ γὰρ Πρωτευσίλαος καὶ ἀπελεύσει τοῦ ˉυ Πρωτεσίλαος. Τὸ δὲ πολὺ πρώτιστον πρὸς διαστολὴν εἴρηται. πολλῶν γὰρ ἐκθορόντων καὶπεσόντων ἀεὶ πρῶτος ὁ πρό τινος πίπτων. πολὺ δὲ πρώτιστος ὁ Πρωτεσίλαος.περὶ οὗ σημείωσαι, ὅτι κοινῶς μὲν λεγόμενος πίπτει εἰς μέτρον Ὁμηρικόν,Ἀττικῶς δὲ οὔ. Πηνέλεων μὲν γὰρ ἐρεῖ τις καὶ Ἰόλεων, Πρωτεσίλεων δὲ οὐκ ἂν εἴπῃ, εἴπερ οὐδὲ Μενέλεων. οὐ γὰρ παραληπτέα τὰ τοιαῦτα εἰς μέτρονδακτυλικόν. (ῃ. 707) Τὸ δέ «ὃ δ' ἄρα πρότερος» ἐφερμηνευτικόν ἐστι τοῦ»ὁπλότερος γενεῇ», ἵνα μή τις ὁπλότερον νοήσῃ τὸν θρασύτερον. (ῃ. 711–5) 1.509 Ὅτι «οἳ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην, Βοίβην καὶ Γλαφυρὰςκαὶ ἐϋκτιμένην Ἰαωλκόν, τούτων ἦρχεν Εὔμηλος, Ἀδμήτου φίλος παῖς, ἕνδεκα νηῶν, ὃν ὑπ' Ἀδμήτῳ ἔτεκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη». Ὅτι δὲ φίλανδρος καὶ αὕτη ἡ Ἄλκηστις, ἡ τοῦ Πελίου, καὶ ὡς θανάτῳ παρέβαλεν ἑαυτὴν ἀντὶ τοῦ ἀνδρὸς Ἀδμήτου ἐκ ζώντων γενομένου, εἴπως εἰς φῶς ἐκεῖνος παλινδρομήσει, δηλοῦσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱποιηταί. ὁ γοῦν Εὐριπίδης καὶ δραματουργίας διασκευὴν ἐκ τῆς γυναικὸςταύτης πορίζεται καὶ τὸ δρᾶμα ἐπιγράφει Ἄλκηστιν. περὶ δὲ ταύτης καὶ τοιαύτημυθολογία φέρεται. Φασὶ Πελίαν προθεῖναι τὸν τῆς Ἀλκήστιδος γάμον Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 318

τῷδυναμένῳ συζεῦξαι λέοντι κάπρον, Ἀπόλλωνα δὲ τῷ Ἀδμήτῳ τοῦτο ἐκτελέσαι καὶ τὸν γάμον αὐτῷ ἐγγυῆσαι. ἀπὸ δὲ τοῦ ῥηθέντος Ἀδμήτου σκόλιόν τι ἐν Ἀθήναις ἦν ᾀδόμενον, ὡς καὶ Παυσανίας φησὶν ἐν τῷ οἰκείῳ Λεξικῷ λέγων, ὡς οἱμὲν Ἀλκαίου φασὶν αὐτό, οἱ δὲ Σαπφοῦς, οἱ δὲ Πραξίλλης τῆς Σικυωνίας.ἀρχὴ δὲ τοῦ μέλους αὕτη «Ἀδμήτου λόγον, ὦ 'ταῖρε, μαθὼν τοὺς ἀγαθοὺςφίλει, τῶν δειλῶν δ' ἀπέχου γνούς, ὅτι δειλῶν ὀλίγα χάρις». ἔοικε δὲ διὰ μὲντῶν ἀγαθῶν τὴν γενναίαν καὶ φίλανδρον ὑποδηλοῦν Ἄλκηστιν, διὰ δὲ τῶνδειλῶν τὸν Ἀδμήτου πατέρα, ὃς ὤκνησε θανεῖν ὑπὲρ τοῦ παιδός. ὅτι δὲ καὶγυναῖκες ἦσαν οὐ μόνον ἄλλως σοφαί, ἀλλὰ καὶ μελοποιοί, οὐ μόνον ἐκ τῆςῥηθείσης Πραξίλλης δῆλον, ἀλλὰ καὶ Σαπφοῦς καὶ Κορίννης καὶ Ἠρίννης.ἦν δὲ ποιήτρια κρουμάτων καὶ Χαριξένη, ὅθεν παροιμία παρὰ τῷ Κωμικῷἐν Ἐκκλησιαζούσαις· «τἀπὶ Χαριξένης τάδ' ἐστίν». [Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα Ἤριννα Λεσβία μὲν ἦν ἢ Ῥοδία ἢ Τεΐα ἢ Τηλία, ἐκ Τήλου νησιδίου ἐγγίζοντος τῇ Κνίδῳ. Ποιήτρια δὲ ἦν καὶ ἔγραψε ποίημα Ἠλακάτην Αἰολίδι γλώσσῃ καὶ ∆ωρίδι ἐν ἔπεσι τριακοσίοις. ἦν δὲ ἑταίρα Σαπφοῦς καὶ ἐτελεύτησε παρθένος.οἱ δὲ στίχοι αὐτῆς ἐκρίθησαν ἐνάμιλλοι τοῖς Ὁμήρου. ἀπῆλθε δὲ ἐννεακαιδεκέτις. ∆ήλωσις δὲ τῶν ῥηθέντων καὶ τὸ εἰς αὐτὴν ἐπίγραμμα τοῦτο· «Λέσβιον Ἠρίννης τόδε κηρίον, ἁδὺ τὸ μικρόν, ἀλλ' ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι. οἱ δὲτριηκόσιοι αὐτῆς στίχοι ἶσοι Ὁμήρῳ τῆς καὶ παρθενικῆς ἐννεακαιδεκάτευς, ἣ καὶἐπ' ἠλακάτῃ μητρὸς φόβῳ καὶ ἐφ' ἱστῷ ἑστήκει Μουσῶν λάτρις ἐφαπτομένη. Σαπφὼ δ' Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, Ἤριννα Σαπφοῦς τόσσον ἐνἑξαμέτροις». καὶ τοῦτο μὲν τοιοῦτον. Εἰ δὲ γυνὴ ἐποποιὸς τὴν Πινδάρου 1.510 λυρικὴν ἀπήλεγξεν ἡττηθέντος, ἱστόρηται καὶ αὐτό. Βοιωτία δὲ ἦν ἐκείνη τὸἔθνος. ὡς δὲ καὶ Θεανώ τις γυνὴ Λοκρὶς λυρικὴ ἦν, ἱστοροῦσιν οἱ παλαιοί.περιᾴδεται δὲ ὁμοίως καί τις Μοιρώ, ἡ καὶ εἰς Ποσειδῶνα γράψασα ὕμνον.] (ῃ.711) Φεραὶ δὲ ἀπὸ Φέρητος παρονομάζονται, υἱοῦ Κρηθέως, ἢ ἀπὸ Φερᾶςθυγατρὸς Αἰόλου. δύο δὲ ἦσαν Φεραί, ἡ μὲν ἀρχαία, ἡ δὲ νέα, διέχουσαι ἀλλήλωνσταδίους ὀκτώ. εἰσὶ δέ, φασί, καὶ ἕτεραι τρεῖς Φεραί, Ἰαπυγίας, Αἰτωλίαςκαὶ Παρθυαίων. Φηραὶ μέντοι καὶ Φειαί, παρ' Ὁμήρῳ εὑρισκόμεναί που καὶαὐταί, ἕτεραί εἰσι παρὰ τὰς Φεράς. Φηραὶ μὲν γὰρ πόλις Πελοποννήσου, ἔτι δὲκαὶ χώρα, ὡς δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι τῆς Φηρῆς χώρας μέρος καὶ ἡ Μεσσηνία. Φειαὶ δὲ πόλις τῆς Ἤλιδος. ῥηθήσεται δέ τι περὶ τῶν Φερῶν καὶ ἑξῆς ἐν τῷ τῶν Μαγνήτων καταλόγῳ. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἐξαρθεῖσαίποτε αἱ Φεραὶ συνεστάλησαν ὕστερον καὶ ὅτι αἱ Φεραὶ τῶν Πελασγικῶνπεδίων πέρας πρὸς τὴν Μαγνησίαν καὶ ὅτι ἐπίνειον Φερῶν Παγασαί, ἀπὸ τῆςἐκεῖ ναυπηγίας τῆς Ἀργοῦς ἢ ἀπὸ τῶν πηγῶν, αἳ πολλαὶ ῥέουσιν ἐκεῖ. Βοιβηῒςδὲ λίμνη Θετταλικὴ κατὰ τὸν Γεωγράφον, ἐλάττων τῆς Νεσωνίδος καὶ πλησιεστέρα τῇ παραλίᾳ. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Βοιβηῒς λίμνη πλησιάζουσα Φεραῖςκαὶ Βοίβη χωρίον ἐπὶ τῆς λίμνης κείμενον. ἀλλαχοῦ δὲ ταῖς ἑπτὰ πόλεσιν, ἃς εἰς ∆ημητριάδα συνῴκισεν ὁ Πολιορκητὴς ∆ημήτριος, καὶ τὴν Βοίβην συναριθμεῖ.ἐν ἄλλοις δὲ λέγει, ὅτι ἐπείπερ ἡ Βοίβη μία τῶν περιοικίδων ∆ημητριάδος,ἀνάγκη καὶ τὴν Βοιβηΐδα λίμνην πλησίον εἶναι. Σημείωσαι δὲ ὅτι, ἐπειδὴ ἐφάνηἀνωτέρω ἡ Βοιβηῒς οὐ μακρὰν οὖσα τῆς Νεσωνίδος–λέγει δέ που ὁ Γεωγράφος, ὅτι τὴν Νεσωνίδα ὑπερκλύζων ὁ ποταμὸς ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισσαίους–ἔστι νοῆσαι φανερῶς οὐ πόρρω Λαρίσσης τήν τε Νεσωνίδατήν τε Βοιβηΐδα, ἥτις, ὡς εἰκός, ἀπὸ τῆς ῥηθείσης Βοίβης παράγεται. εἰ δὲ καὶπλησίον Φερῶν ἡ Βοιβηΐς, ὡς ἐρρέθη, οὐκ ἄρα Φεραὶ κατά τινας αἱ νῦν Σέρραι. 1.511 Εἴρηται δέ, φασί, Βοίβη ἀπὸ Βοίβου, υἱοῦ Γλαφύρου, τοῦ τὰς Γλαφύραςκτίσαντος, ὡς ἱστορεῖ ὁ ἀπογραψάμενος τὰ Ἐθνικά, ὃς λέγει καί, ὅτι ἐστὶ καὶ Κρητικὴ Βοίβη καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 319

κάτοχοι σκωφθήσονται, ὡς ἄρα καὶ θανόντες ἐρῷεν ἄν, κατὰ τὸν ἐπὶ Πρωτεσιλάῳ

μῦθον καὶ τῇ αὐτοῦγυναικί. (ῃς. 701) ∆άρδανος δὲ ἀνήρ, ὡς ὁ Πορφύριος ἄριστα

διασκευάζει,ἢ κατὰ γένος ὁ ἐκ τῶν ∆αρδάνων, ὡς καὶ ἐπὶ Πατρόκλου, ὃν βάλε

∆άρδανοςἀνήρ, ὅπερ οὕτω δόξαν τῷ ποιητῇ διασαφεῖ ἐκεῖ. ποῖος ∆άρδανος; Πανθοΐδης

Εὔφορβος. καί φασιν οἱ παλαιοί, ὅτι, εἴπερ ἦν τῶν ἐνδόξων ὁ ἀνήρ, ἐμνήσθηἂν αὐτοῦ ὁ

ποιητής, καὶ ὅτι παθαινόμενος οἷον ὁ ποιητὴς ἐπὶ τῷ ἥρωϊ ὀκνεῖπρὸς ὄνομα εἰπεῖν τὸν

ἀνελόντα, ἵνα μὴ ἀοίδιμος εἴη, ὥς που καὶ ὁ τὸν τῆςἘφεσίας ναὸν Ἀρτέμιδος ἐμπυρίσας

ἐσιγήθη ἐπίτηδες κοινῷ ψηφίσματι παλαιῷ, ἵνα μὴ περιώνυμος εἴη τοῖς εἰς ἔπειτα.

ἤγουν ∆άρδανον ἄνδρα, ὡς ἐρρέθη, νοήσειτις ἀορίστως κατὰ ἐθνικὸν εἶδος ἢ

ὀνοματικῶς, τουτέστι κατὰ κύριον ὄνομα ὁμώνυμον τῷ ἐθνικῷ, ὥσπερ καὶ Ἀχαιὸς κατὰ

τὸν αὐτὸν Πορφύριον τραγῳδίαςποιητὴς Ἐρετριεύς, ὁμώνυμος τῷ ἐθνικῷ, καὶ Λίβυς

ὁμοίως ὁ Λυσάνδρουἀδελφὸς καὶ Ἐπειὸς ὁ τέκτων τοῦ δουρείου ἵππου, κατὰ ὁμωνυμίαν

Ἐπειοῦ1.508 τοῦ ἐθνικοῦ, καὶ Σκύθης ὁ Ἀκαδημαϊκὸς σοφὸς κατὰ φωνὴν ἐθνικὴν καὶ

Μαίων Αἱμονίδης ὁμωνυμῶν τῷ Λυδικῷ ἐθνικῷ Μαίονι. οὕτως οὖν καὶ ∆άρδανος εἴη

ἂν κύριον, ὃς ἀνεῖλε Πρωτεσίλαον, ὥσπερ κύριον καὶ ὁ ∆άρδανος, ὃνἀνελεῖ ὁ Ἀχιλλεύς,

ὃς καὶ Τρῶα ῥίπτει που Ἀλαστορίδην, ὁμώνυμον τῷ ἐθνικῷΤρωΐ. εἰ δέ τι δοκεῖ ἐμποδὼν

εἶναι εἰς τοῦτο προσκείμενον τὸ «ἀνήρ»–οὐδεὶςγὰρ ἄν, φασίν, εἴποι Πρίαμος ἀνήρ–

ἐνθυμητέον τὸ «φῶτα Ἡρακλέα»,ὅμοιον ὂν τῷ ∆άρδανον ἄνδρα καὶ ∆άρδανος ἀνήρ.

Παλαίφατος δέ, φασίν,ἱστορεῖ, ὅτι Αἰνείας ἀνεῖλε τὸν Πρωτεσίλαον· ἕτεροι δὲ ὑπὸ

Ἀχάτου αὐτὸνπεσεῖν φασιν, ἑταίρου Αἰνείου· τινὲς δὲ ∆άρδανον ἄνδρα ἐνταῦθα τὸν

Ἕκτορανοοῦσιν, ὅπερ οἱ μὴ ἀποδεχόμενοί φασιν, ὅτι ἐὰν ὁ Ἕκτωρ ἔρριψε τὸν

Πρωτεσίλαον, εἶχεν εἰπεῖν ὅτι τὸν ἔκτανε φαίδιμος Ἕκτωρ ἢ ∆άρδανος Ἕκτωρ. (ῃ. 702)

Ὅρα δὲ τὸ «νηὸς ἀποθρῴσκοντα». οὐ γὰρ εἶπεν ἐκθορόντα, ἀλλ'ἔτι ἀποθρῴσκοντα·

τοῦτο δὲ τὸν βαλόντα σεμνύνει, ὡς οὕτω ταχὺ διαχειρισάμενον τὸν Πρωτεσίλαον.

[Ἰστέον δὲ ὅτι τὸ θρῴσκειν οὕτω παράγουσιν οἱπαλαιοί. θορῶ ἢ θόρω βαρυτόνως τὸ

πηδῶ, οὗ παράγωγον θορίσκω, ὡς ῥυΐσκω,τελίσκω, καὶ ὑπερθέσει θροΐσκω, καὶ ἐκτάσει

καὶ προσγραφῇ ἀναγκαίᾳ τοῦ ˉιθρῴσκω.] Τὸ δὲ πολὺ πρώτιστόν τινα τῶν ἀντιγράφων

πολυπρώτιστον ὑφὲνγράφουσι. τοῦτο δὲ καὶ φερωνυμίαν τινὰ παραλαλεῖ τῆς τοῦ

Πρωτεσιλάουκλήσεως, ὡς μὴ ἁπλῶς πρώτου ἐν λαῷ τῷ Ἀχαϊκῷ, ἀλλὰ ὡς πολὺ

πρωτίστουκαὶ πηδήσαντος καὶ πεσόντος. ἐκ τοῦ πρωτεύσω δὲ μέλλοντος παρήχθη τὸ

Πρωτεσίλαος. οἱονεὶ γὰρ Πρωτευσίλαος καὶ ἀπελεύσει τοῦ ˉυ Πρωτεσίλαος. Τὸ δὲ πολὺ

πρώτιστον πρὸς διαστολὴν εἴρηται. πολλῶν γὰρ ἐκθορόντων καὶπεσόντων ἀεὶ πρῶτος ὁ

πρό τινος πίπτων. πολὺ δὲ πρώτιστος ὁ Πρωτεσίλαος.περὶ οὗ σημείωσαι, ὅτι κοινῶς μὲν

λεγόμενος πίπτει εἰς μέτρον Ὁμηρικόν,Ἀττικῶς δὲ οὔ. Πηνέλεων μὲν γὰρ ἐρεῖ τις καὶ

Ἰόλεων, Πρωτεσίλεων δὲ οὐκ ἂν εἴπῃ, εἴπερ οὐδὲ Μενέλεων. οὐ γὰρ παραληπτέα τὰ

τοιαῦτα εἰς μέτρονδακτυλικόν. (ῃ. 707) Τὸ δέ «ὃ δ' ἄρα πρότερος» ἐφερμηνευτικόν ἐστι

τοῦ»ὁπλότερος γενεῇ», ἵνα μή τις ὁπλότερον νοήσῃ τὸν θρασύτερον. (ῃ. 711–5) 1.509

Ὅτι «οἳ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην, Βοίβην καὶ Γλαφυρὰςκαὶ ἐϋκτιμένην

Ἰαωλκόν, τούτων ἦρχεν Εὔμηλος, Ἀδμήτου φίλος παῖς, ἕνδεκα νηῶν, ὃν ὑπ' Ἀδμήτῳ

ἔτεκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη». Ὅτι δὲ φίλανδρος καὶ

αὕτη ἡ Ἄλκηστις, ἡ τοῦ Πελίου, καὶ ὡς θανάτῳ παρέβαλεν ἑαυτὴν ἀντὶ τοῦ ἀνδρὸς

Ἀδμήτου ἐκ ζώντων γενομένου, εἴπως εἰς φῶς ἐκεῖνος παλινδρομήσει, δηλοῦσιν οἱ

παλαιοὶ καὶ μάλιστα οἱποιηταί. ὁ γοῦν Εὐριπίδης καὶ δραματουργίας διασκευὴν ἐκ τῆς

γυναικὸςταύτης πορίζεται καὶ τὸ δρᾶμα ἐπιγράφει Ἄλκηστιν. περὶ δὲ ταύτης καὶ

τοιαύτημυθολογία φέρεται. Φασὶ Πελίαν προθεῖναι τὸν τῆς Ἀλκήστιδος γάμον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

318

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!