18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνῃρέθη, ὡς δηλωθήσεταικατωτέρω. (ῃ. 698) Γενεαλογία δὲ αὐτοῦ τοιαύτη τίς ἐστιν. εἷς

τῶν Αἰολιδῶν 1.504 Φύλακος κτίσας πόλιν Φυλάκην ὠνόμασεν, οὗ Ἴφικλος, οὗ

Φύλακος, οὗ Ποίας καὶ Ἴφικλος, ὧν Ποίαντος μὲν καὶ Μεθώνης Φιλοκτήτης, Ἰφίκλου

δὲκαὶ Ἀστυόχης Πρωτεσίλαος καὶ Ποδάρκης. Ἐνταῦθα δὲ ζητητέον, ποῖος ἦν ὁ

ποδωκέστατος κατὰ τὴν ἱστορίαν Ἴφικλος, περὶ οὗ δηλῶν Ἡσίοδος, ὅτι ταχυτῆτι

διήνεγκεν, οὐκ ὤκνησεν ἐπ' αὐτοῦ ταύτην εἰπεῖν τὴν ὑπερβολήν·»ἄκρον ἐπ' ἀνθερίκων

καρπὸν θέεν, οὐδὲ κατέκλα, ἀλλ' ἐπὶ πυραμίνων ἀθέρωνδρώμασκε πόδεσσικαὶ οὐ

σινέσκετο καρπόν». [Ὁπότερος δ' ἂντοῖν δυοῖν ἦν ποδωκέστερος, ἔγκειται καὶ τῷ

ὀνόματι ἐκείνου σημασία τῆς κατ'αὐτὸν ποδωκείας. Ἴφικλος γάρ, φασί, κατὰ συγκοπὴν

ἐκ τοῦ ἰφίκωλος, ὅ ἐστινἰσχυρόπους καί, καθ' Ὅμηρον εἰπεῖν, ποδάρκης. ὅτι δὲ κῶλα

ἰδίως καὶ ἐπὶποδῶν, ἡ Κωλιὰς Ἀφροδίτη δηλοῖ, κῶλα τοιαῦτα ἐκλύσασα δεσμοῦ, ὡς

ἐνἄλλοις δεδήλωται, καὶ ἐκεῖθεν οὕτω παρονομασθεῖσα.] (ῃ. 710) Τῷ δὲ ῥηθέντι

Ποδάρκει τεσσαράκοντα κατὰ τὸν ποιητὴν μέλαιναι νῆας ἕποντο. Σημείωσαιδέ, ὅτι ἐν

ταῖς καθ' ἕκαστα τοῦ ἀριθμοῦ τῶν νηῶν ἀποδόσεσιν, ὁτὲ μὲν δίχαἐπιθέτου τὰς νῆας ὁ

ποιητὴς προάγει, ὁτὲ δὲ μετὰ ἐπιθέτων, τριῶν μέντοιμόνων, ὧν τὸ μέν «μιλτοπάρῃοι»

ταῖς τοῦ Ὀδυσσέως ἐχαρίσατο κατά τι, ὡςπροερρέθη, ἐξαίρετον. «γλαφυρὰς δὲ νῆας»

τετράκις τινὰς εἶπε. δωδεκάκις δὲἔφη τὸ «μέλαιναι». τοσαυτάκις δὲ καὶ ἁπλῶς αὐτὰς

δίχα ἐπιθέτου τινὸς ἐξεφώνησεν. οὐκ ἤρεσε δὲ αὐτῷ πλεῖόν τι περιεργάσασθαι· διὸ οὔτε

κορωνίδας οὔτεκοίλας τινὰς οὔτε θοὰς εἶπε, ταῦτα δὴ τὰ συνηθέστατα. (ῃ. 695) Τῶν

δὲῥηθεισῶν πόλεων περὶ μὲν Φυλάκης ἐρρέθη ἀνωτέρω, ἧς ὁ πολίτης Φυλακήσιος,ὡς

Ἰθακήσιος, κειμένης ἐγγὺς Θηβῶν τῶν Φθιωτίδων, αἳ καὶ αὐταί, φασίν, ὑπὸ

Πρωτεσιλάῳ ἦσαν. (ῃ. 695 ς.) Πύρασος δὲ πόλις Φθίας κατὰ τὸν Ἐθνικογράφον,

κληθεῖσα οὕτω διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον ἤτοι σιτοποιόν· διὸ καὶ ∆ήμητρος

αὐτὴν τέμενος ἐκάλεσεν ὁ ποιητής, ὡς πολύκαρπον δηλαδὴ καὶεὔκαρπον· τοῖς γὰρ

τοιούτοις ἀγαθοῖς ἡ ∆ημήτηρ ἐπιστατεῖν ἐλέγετο. ταῦταδὲ ὑποδηλοῖ καὶ τὸ ἀνθεμόεντα.

τόπος γὰρ ἀνθεμόεις ὁ φυτοῖς θαλερὸς καὶἀνθηρὸς παρὰ τὸ ἄνθεμον, ὃ σημαίνει τὸ

ἄνθος. Ὁ δέ γε Ἀπίων καὶ Ἡρόδωρος 1.505 οὐκ ἀρέσκονται τοῖς οὕτω νοοῦσιν, ἀλλ'

ἰδιάζουσαν λέγουσι πόλιν τὸ τῆς ∆ημήτρος τέμενος· ∆ήμητρος γάρ, φασί, πόλις, οὐχ' ὁ

Πύρασος, ἀλλὰ πόλις ∆ημήτρειον καλουμένη καθ' ἑαυτήν. ὁ μέντοι Γεωγράφος οὐ

συντρέχει τούτοις.φησὶ γάρ, ὅτι τὸ ∆ημήτρειον ∆ήμητρος τέμενος ὁ ποιητὴς εἴρηκε καὶ

ἐκάλεσε Πύρασον. ἦν δέ, φησί, πόλις εὐλίμενος ἡ Πύρασος, ἔχουσα ∆ήμητρος ἄλσος

καὶἱερὸν ἅγιον. τὴν δὲ Ἴτωνα προπαροξύνεσθαί φασιν οἱ παλαιοὶ ὡς Μήκωνα.τινὲς δὲ

ὀξύνουσι λέγοντες, ὅτι ὠνομάζετο καὶ Σιτών διὰ τὸ σιτοφόρον.λέγεται δέ, φασί, καὶ

Ἰτώνη τρισυλλάβως, ἔτι δὲ καὶ Ἴτωνος ἀπὸ Ἰτώνουἥρωος, καὶ Ἀθηνᾶ δὲ ἐξ αὐτῆς

Ἰτωνία. εἰσὶ δὲ καὶ ἕτεραι Ἰτῶναι κατὰ τοὺςἹστορικούς. Μητέρα δὲ μήλων εἰπὼν

Ὅμηρος τὴν Ἴτωνα μονονουχὶ καὶοὖθαρ ἀρούρης λέγει τὰ ἐκεῖ. θρεπτικὸν γὰρ καὶ

μήτηρ καὶ οὖθαρ. εἰ δὲ πολύμηλοςὁ Ἴφικλος, ὡς δεδήλωται, εἴη ἂν ὀρθῶς [μήλων]

μήτηρ καὶ ἡ κατ' αὐτὸν πόλις.[ἐφ' οὗ ὅρα, ὡς οὐ μόνον χώρα πολύμηλος πολλαχοῦ,

ἀλλ' ἰδοὺ καὶ ἥρωςτοιοῦτος ὡς πολυθρέμμων. λεχθείη δ' ἂν οὕτω καὶ ὁ Οἰδίπους διὰ τὸ

«μήλωνἕνεκ' Οἰδιπόδαο». καὶ ὁ τοῦ Ἀδμήτου δὲ Εὔμηλος καὶ ἡ ἐν τοῖς ἑξῆς που

Πολυμήλη τοιαύτην ὑποβάλλουσιν ἔννοιαν. ἡ μέντοι Φιλομήλα πρὸς τὸ

τῆςἀλφεσιβοίας παρεκκλίνει νόημα, ὥσπερ καὶ ἡ Πολύβοια.] (ῃ. 697) Καὶ τὴν Ἄντρωνα

δὲ τινὲς μὲν βαρύνουσιν ὡς τὴν Ἴτωνα, τινὲς δὲ Ἀντρῶνά φασιν ὡςΠυθῶνα·

[Ἡρωδιανὸς δέ φησιν ὡς Πλευρῶνα·] Ὠνόμασται δὲ οὕτω διὰ τὸ τοὺςἐκεῖ τόπους

ἀντρώδεις, τουτέστι σπηλαιώδεις καὶ ὑπονόμους εἶναι. ὁ δὲ τὰἘθνικὰ συλλέξας καὶ τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

316

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!