18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὀγδοήκοντα.ἐν δὲ τῇ Ἀδραμυτηνῇ ἐστι, φησί, καὶ ἡ Χρῦσα. ἐπεὶ δὲ καὶ Ὑποπλάκιοι ἐν

τοῖς ἑξῆς που αἱ τοιαῦται λέγονται Θῆβαι, φησὶν ὁ Πορφύριος, ὅτι Ὑποπλακίαἡ ἐν τῷ

Θήβης πεδίῳ πόλις, ὃ σημαίνει ὑπόπεδος καὶ λεῖος. τοῦτο γὰρ δηλοῖ,φησίν, ἡ πλάκιος.

Πλὰξ γὰρ ὑπὸ πλείστων τὸ ἐπίπεδον χωρίον. ὁ δὲ εἰπὼν ὄρουςτινὸς Πλακίου

μνημονεύειν τὸν ποιητὴν παρακούει Ὁμήρου. (ῃ. 692) Ὁ δὲ Ὁμηρικὸς ἐν τούτοις Μύνης

ἀνὴρ ἦν τῆς Βρισηΐδος. ἐνταῦθα δέ φασιν οἱπαλαιοί, ὅτι ἀπὸ μετοχῆς εἰς ῥῆμα μετῆλθεν

ὁ ποιητής, διὰ ἐξαλλαγὴν δηλαδὴσχηματισμοῦ. ὀφείλων γὰρ εἰπεῖν, ὅτι τὴν Βρισηΐδα

ἐξείλετο Ἀχιλλεὺςπορθήσας Λυρνησσὸν καὶ Θήβην καὶ Μύνητα καταβαλών, ὁ δὲ εἶπεν,

ὅτι καὶ Μύνητα κατέβαλεν. εὑρεθήσονται δὲ ἐν τοῖς ἑξῆς καὶ ἄλλα τοιαῦτα

σχήματα.Ἐπίστροφος δὲ ἰδοὺ καὶ οὗτος ἕτερος παρὰ τὸν Ἕλληνα, οὗ ἐμνήσθη ὁ ποιητὴς

ἐν τῷ Φωκέων καταλόγῳ. Ἐγχεσίμωροι δὲ οἱ περὶ τὰ ἔγχεα μεμορημένοι, ὅἐστι

κακοπαθοῦντες, ἐκταθέντος τοῦ ˉο εἰς ˉω μέγα, ὡς καὶ ἐπὶ τοῦ ἰόμωροιγίνεται.

ῥηθήσεται δὲ περὶ τούτου πλέον τι ἐν τοῖς ἐφεξῆς. Ἴδε δὲ ὅπωςἐνταῦθα ὁ ποιητὴς οὐκ

ἐμνήσθη Πατρόκλου, τοῦ ἑταίρου τῷ Ἀχιλλεῖ. καὶ ἡαἰτία δήλη. ∆ιομήδει μὲν γὰρ καὶ

Ἰδομενεῖ συνεξεφώνησε τοὺς φιλτάτους ὡςσυνεξιόντας εἰς μάχην, ἐνταῦθα δὲ τοῦ

Ἀχιλλέως τρόπον τινὰ σιγηθέντος τά γεεἰς ἔκταξιν πολέμου ἐχρῆν συσσιγᾶσθαι καὶ τὸν

Πάτροκλον, καθὰ καὶ τὸνπαιδαγωγὸν Φοίνικα. [(ῃ. 693) Ἰστέον δὲ ὅτι τοὺς εἰρημένους,

τὸν Μύνητακαὶ τὸν Ἐπίστροφον, υἱέας λέγει Εὐήνου, ὁμωνύμου ποταμῷ τινι

ἀλλαχοῦκειμένῳ, Σεληπιάδαο, ἤγουν υἱοῦ Σεληπίου, ἄνακτος· δῆλον δὲ ὡς παρὰ

τὸσέλας καὶ τὸ ἤπιος σύγκειται ὁ Σελήπιος.] (ῃ. 695–710) Ὅτι τῶν 1.503 ἐχόντων

«Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα, ∆ήμητρος τέμενος, Ἴτωνάτε μητέρα μήλων,

ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην», Πρωτεσίλαοςἡγεμόνευέ ποτε ζωὸς ἐών,

ὃν καὶ ἀρήϊον δὶς λέγει ὡς πολεμικὸν καὶ μεγάθυμονδέ, ὅπερ ἀντίκειται πρὸς τὸν

μικρόψυχον. καὶ οὕτω μὲν ζῶν ἦρχε· τότε δὲ ἤδηκατεῖχεν αὐτὸν γαῖα μέλαινα. Καὶ ὅρα

ὅτι μετὰ τὸν ὡσανεὶ κείμενον, ὡςπροείρηται, Ἀχιλλέα τὸν ὡς ἀληθῶς κείμενον

Πρωτεσίλαον ὁ ποιητὴς παρέθετο.καὶ ἐπόθουν μέν, φησίν, ἐκεῖνοι τὸν ἀρχηγόν, οὐ μὴν

οὐδ' αὐτοὶ ἄναρχοι ἔσαν.καὶ σημείωσαι τὸ ἄναρχοι ἀντὶ τοῦ ἀβασίλευτοι, δίχα ἀρχοῦ.

Ἐκόσμησε δέ,φησίν, αὐτοὺς Ποδάρκης, ὄζος Ἄρηος, Ἰφίκλου υἱὸς Φυλακίδου, τοῦ καὶ ἐν

Ὀδυσσείᾳ κειμένου, ὃν καὶ πολύμηλον λέγει διὰ τὰ πρὸ μικροῦ

λεχθέντα,αὐτοκασίγνητος Πρωτεσιλάου, «ὁπλότερος γενεῇ. ὃ δ' ἄρα πρότερος

καὶἀρείων, ἥρως Πρωτεσίλαος». διό, φασίν, οὐδ' ἐξίσχυσεν ὁ Ποδάρκης ἐν τοῖςἑξῆς

ἀπώσασθαι τῆς τοῦ Πρωτεσιλάου νηὸς τὸ δήϊον πῦρ, ἀλλ' ὥσπερ ὁ Πρωτεσίλαος πρῶτος

τῶν ἄλλων Ἀχαιῶν ποτε πέπτωκεν ἐν Τροίᾳ, οὕτω καὶ ἡ τούτου ναῦς πρώτη τῶν

ἄλλων τὸ τοῦ Ἕκτορος ἐδέξατο πῦρ. εἰ δὲ καὶἡμιδαὴς ἐκείνη ἔμεινεν, εἴη ἂν ὅμοιόν τι

τοῦτο πρὸς τὸν τοῦ ἥρωος δόμον, ὃςχηρωθείσης τῆς γυναικὸς ἡμιτελὴς ἐλείφθη, ὡς τοῦ

Πρωτεσιλάου πεσόντος,καθὰ μετ' ὀλίγα δηλωθήσεται, ἣ καὶ ἀμφιδρυφὴς ἐπὶ τῷ τοῦ

ἀνδρὸς θανάτῳγέγονε. καὶ τοῦτο μὲν τοιοῦτον. Ὁ δὲ ποιητὴς ἐν τοῖς ἑξῆς διασαφῶν ἢ

καὶπαραφράζων τὸ «οὐδὲ οὗτοι ἄναρχοι ἦσαν, πόθεόν γε μὲν ἀρχόν»

ἐπάγειἐπαναληπτικῶς «οὐδέ τι λαοὶ δεύοντο ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν

ἐόντα»τὸν Πρωτεσίλαον· Αἱρετώτερον γὰρ πάντως τὸ τοῦ καλοῦ κάλλιον. διὸκαίτοι τὸν

κοσμοῦντα ἔχοντες ἐπόθουν ὅμως καὶ ἀπόντα τὸν κρείττονα. οἶκτονδὲ κατὰ τοὺς

παλαιοὺς πολὺν ὁ ποιητὴς δίεισιν, οὐ μόνον ἐν τοῖς ἐφεξῆς, ὅτετὰ κατὰ τὴν γυναῖκα

ἱστορεῖ, ἀλλὰ καὶ νῦν ἐν οἷς οὕτω ποθεινὸν τοῖς οἰκείοιςλέγει τὸν ἥρωα. Ὁρίζεται δέ,

φασί, καὶ τὸ πρόθυμον αὐτοῦ, εἴγε διὰ τῆς ὁρμῆςαὐτοῦ βατὴν Ἕλλησι τὴν Τροίαν ἔθετο·

διὸ καὶ μεγάθυμον αὐτὸν ὠνόμασε.θρῴσκων γὰρ ἐκ νηὸς πολὺ πρώτιστος Ἀχαιῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

315

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!