Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

πολέμοιο δυσηχέος ἐμέμνηντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος,τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης»· κατέβαλε δὲ Μύνητα καὶ Ἐπίστροφον ἐγχεσιμώρους· «τῆς ὅ γ' ἔκειτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλε». Παρασημείωσις δὲ αὕτη τοῦποιητοῦ εἰπόντος τρόπον τινά, ὅτι τοὺς μὲν ἄλλους κατέλεξα ὡς πολεμήσονταςνῦν αὐτίκα ὑπὸ ἡγεμόσι προάρχουσι τῆς μάχης, τοὺς δὲ Θεσσαλιώτας οὐχ'οὕτως. οὐ γὰρ ἐμέμνηντο πολέμου, ὡς κειμένου αὐτοῖς τοῦ ἄρχοντος. (ῃ. 686) ∆υσηχέα δὲ λέγει τὸν πόλεμον, ὡς καὶ δυσηλεγέα τὸν θάνατον. οὔτε γὰρ ὁ τῆςμάχης ἦχος ἡδὺς οὔτε τὸ θανατικῶς λέγεσθαι, ἤτοι κοιμᾶσθαι, γλυκύ. (ῃ. 687) Τὸ δέ «ἡγήσαιτο αὐτοῖς» διφορεῖται καὶ αὐτὸ καθὰ καὶ τὸ ἄρχειν. ἄμφω γὰρ 1.501 καὶ δοτικῇ καὶ γενικῇ συντάσσονται. Στίχες δὲ αἱ στρατιωτικαὶ τάξεις, ὡς καὶἐν τοῖς ἑξῆς φανήσεται. τούτων δὲ εὐθεῖα ἑνικὴ στίξ, γινομένη μὲν ἀπὸ τοῦ στείχω,στείξω, καὶ ὀφείλουσα τὴν ἐκεῖθεν δίφθογγον ἔχειν, προαγομένη δὲ ἄλλως διὰδιχρόνου, ἐπεὶ μηδὲν ὄνομα εἰς δίφθογγον λήγει μετὰ διπλοῦ ἀπαθῶς· διὸ καὶἡ τῆς γυναικὸς εὐθεῖα σεσίγηται. ἡ δέ γε προίξ καὶ ἡ αἴξ ἀπὸ συναιρέσεωςἔχουσι τὰς διφθόγγους. (ῃ. 688) Τὸ δέ «ἔκειτο ἐν ναυσί» τὴν παντελῆ τοῦἥρωος ἀργίαν δηλοῖ, τρὶς ἐν τῇ Βοιωτίᾳ περὶ τοῦ Ἀχιλλέως λεχθέν. οὕτω δὲκαὶ μετ' ὀλίγα ὁ Φιλοκτήτης ἐν Λήμνῳ κεῖσθαι λέγεται, κακῶς μέντοι ἔχωνἐκεῖνος ὑπὸ πληγῆς ὄφεως. ἄμφω δὲ καθ' ὁμοιότητα εἴρηται τοῦ «κεῖται Πάτροκλος». εἰ δὲ κεῖται νῦν Ἀχιλλεύς, ὡς μὴ ἔχων τὸ σύνηθες πρακτικὸν καὶ πολιτικόν–ἔνθα γὰρ μή εἰσι ταῦτα, ἐκεῖ τὸ κεῖσθαι χώραν ἔχει λέγεσθαι–ἐγερθήσεται ἄρα, ὅτε τὴν μῆνιν ἀπόθηται. διὸ καὶ ἐπήγαγε· «τάχα δ' ἀνστήσεσθαιἔμελλεν». ἔνθα καὶ παραμυθεῖται ὁ ποιητὴς τὸν φιλέλληνα ἀκροατὴν διὰ τοῦτάχα. ταχὺ γάρ, φησίν, ἀναστήσεται καὶ ἀντικαταστήσεται τοῖς Τρωσίν.[̓Ιστέον δέ, ὡς εἴ τις ἐνθυμοῖτο τὸ «οὐδέ μιν ἀνστήσεις», τεθνεῶτα δηλαδή, εἴποιἂν κἀνταῦθα ὡς ἐπὶ νεκροῦ τινος ἀστεϊσθῆναι τὸ «ἔκειτο μέν, τάχα δὲ ἀναστήσεσθαι ἔμελλε».] Τὸ δέ «ποδάρκης» ἔχει τι γλυκύτητος ἐνταῦθα. λέγει γὰρ ὅτιὁ ποδωκέστατος ἔκειτο συμποδιζούσης αὐτὸν τῆς μήνιδος, ἣν ἔπασχεν ἐπὶ τῇ Βρισηΐδῃ, ἣν κόρην καὶ ἐνταῦθά φησιν οὔτε ὡς θυγατέρα τινὸς οὔτε ὡς παρθένον,ἀλλ' ἁπλῶς ὡς νεάνιδα. [(ῃ. 689) Τὸ δέ «κούρης χωόμενος» λείπεται τοῦἕνεκεν ἢ τῆς ὑπέρ προθέσεως ὁμοίως τῷ «χωόμενον κατὰ θυμὸν ἐϋζώνοιογυναικός», ἵνα ᾖ χωόμενος ὑπὲρ τῆς δεῖνος.] (ῃ. 691) Τὸ δέ «Λυρνησσὸνδιαπορθήσας» ἐφερμηνευτικόν ἐστι τοῦ ἐξείλετο ἐκ Λυρνησσοῦ, ἵνα μὴ νοηθῇτυχόν, ὡς ἐκ Λυρνησσοῦ τὴν Βρισηΐδα ἐξελέξατο, [λόγῳ ἐμπορίας] ἢ συμβάσεως,ἀλλὰ ὅτι πολέμου νόμῳ ταύτην ἔσχεν. ἔοικε δὲ καὶ ἐπαναλήψει τὸ τοιοῦτον·ἐπανελήφθη γὰρ ἡ Λυρνησσός, ἵνα συμπαρατεθῇ ταύτῃ καὶ ἡ τῆς, ὡς προεγράφη, Ἀτραμυτηνῆς Θήβης ἅλωσις, περὶ ὧν, εἰ καὶ προερρέθη, ἀλλὰ κἀκεῖνοεἰδέναι οὐ περιττόν, ὅτι οὐ μόνον Ἀτραμυτηνὴ Θήβη, ἀλλὰ καὶ ἐν Παμφυλίᾳ.οὕτω δὲ καὶ Λυρνησσός. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι πόλις Ἀττάλεια,ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου. δείκνυται δὲ μέσον Φασήλιδος καὶἈτταλείας Θήβη καὶ Λυρνησσὸς Τρωϊκῶν ἀνδρῶν ἐκεῖ ἐκπεσόντων. ἐθνικὸν 1.502 τῆς Ὁμηρικῆς Λυρνησσοῦ φασιν εὑρῆσθαι παρ' Αἰσχύλῳ «Λυρναῖος», καὶτάχα κατὰ συγκοπήν. μία δέ, φασί, καὶ αὕτη τῶν ἕνδεκα πόλεων, ἃς πεζὸς εἷλενὁ Ἀχιλλεύς, αἳ ἦσαν Λυρνησσός, Πήδασος, Θήβη, Ζέλεια, Ἀδράστεια, Πιτύα,Περκώτη, Ἀρίσβη, Ἄβυδος καὶ. Περὶ δὲ Θηβῶν ὁ Γεωγράφοςκαὶ Λυρνησσοῦ φησι καί, ὅτι τοῦ Θήβης πεδίου ἔχουσι νῦν Ἀδραμυτηνοὶ τὸπλεῖον. ἐνταῦθα γὰρ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον. ἔρημοι δ'ἀμφότεραι διέχουσαι Ἀδραμυτίου σταδίους, ἡ μὲν ἑξήκοντα, ἡ δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 314

ὀγδοήκοντα.ἐν δὲ τῇ Ἀδραμυτηνῇ ἐστι, φησί, καὶ ἡ Χρῦσα. ἐπεὶ δὲ καὶ Ὑποπλάκιοι ἐν τοῖς ἑξῆς που αἱ τοιαῦται λέγονται Θῆβαι, φησὶν ὁ Πορφύριος, ὅτι Ὑποπλακίαἡ ἐν τῷ Θήβης πεδίῳ πόλις, ὃ σημαίνει ὑπόπεδος καὶ λεῖος. τοῦτο γὰρ δηλοῖ,φησίν, ἡ πλάκιος. Πλὰξ γὰρ ὑπὸ πλείστων τὸ ἐπίπεδον χωρίον. ὁ δὲ εἰπὼν ὄρουςτινὸς Πλακίου μνημονεύειν τὸν ποιητὴν παρακούει Ὁμήρου. (ῃ. 692) Ὁ δὲ Ὁμηρικὸς ἐν τούτοις Μύνης ἀνὴρ ἦν τῆς Βρισηΐδος. ἐνταῦθα δέ φασιν οἱπαλαιοί, ὅτι ἀπὸ μετοχῆς εἰς ῥῆμα μετῆλθεν ὁ ποιητής, διὰ ἐξαλλαγὴν δηλαδὴσχηματισμοῦ. ὀφείλων γὰρ εἰπεῖν, ὅτι τὴν Βρισηΐδα ἐξείλετο Ἀχιλλεὺςπορθήσας Λυρνησσὸν καὶ Θήβην καὶ Μύνητα καταβαλών, ὁ δὲ εἶπεν, ὅτι καὶ Μύνητα κατέβαλεν. εὑρεθήσονται δὲ ἐν τοῖς ἑξῆς καὶ ἄλλα τοιαῦτα σχήματα.Ἐπίστροφος δὲ ἰδοὺ καὶ οὗτος ἕτερος παρὰ τὸν Ἕλληνα, οὗ ἐμνήσθη ὁ ποιητὴς ἐν τῷ Φωκέων καταλόγῳ. Ἐγχεσίμωροι δὲ οἱ περὶ τὰ ἔγχεα μεμορημένοι, ὅἐστι κακοπαθοῦντες, ἐκταθέντος τοῦ ˉο εἰς ˉω μέγα, ὡς καὶ ἐπὶ τοῦ ἰόμωροιγίνεται. ῥηθήσεται δὲ περὶ τούτου πλέον τι ἐν τοῖς ἐφεξῆς. Ἴδε δὲ ὅπωςἐνταῦθα ὁ ποιητὴς οὐκ ἐμνήσθη Πατρόκλου, τοῦ ἑταίρου τῷ Ἀχιλλεῖ. καὶ ἡαἰτία δήλη. ∆ιομήδει μὲν γὰρ καὶ Ἰδομενεῖ συνεξεφώνησε τοὺς φιλτάτους ὡςσυνεξιόντας εἰς μάχην, ἐνταῦθα δὲ τοῦ Ἀχιλλέως τρόπον τινὰ σιγηθέντος τά γεεἰς ἔκταξιν πολέμου ἐχρῆν συσσιγᾶσθαι καὶ τὸν Πάτροκλον, καθὰ καὶ τὸνπαιδαγωγὸν Φοίνικα. [(ῃ. 693) Ἰστέον δὲ ὅτι τοὺς εἰρημένους, τὸν Μύνητακαὶ τὸν Ἐπίστροφον, υἱέας λέγει Εὐήνου, ὁμωνύμου ποταμῷ τινι ἀλλαχοῦκειμένῳ, Σεληπιάδαο, ἤγουν υἱοῦ Σεληπίου, ἄνακτος· δῆλον δὲ ὡς παρὰ τὸσέλας καὶ τὸ ἤπιος σύγκειται ὁ Σελήπιος.] (ῃ. 695–710) Ὅτι τῶν 1.503 ἐχόντων «Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα, ∆ήμητρος τέμενος, Ἴτωνάτε μητέρα μήλων, ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην», Πρωτεσίλαοςἡγεμόνευέ ποτε ζωὸς ἐών, ὃν καὶ ἀρήϊον δὶς λέγει ὡς πολεμικὸν καὶ μεγάθυμονδέ, ὅπερ ἀντίκειται πρὸς τὸν μικρόψυχον. καὶ οὕτω μὲν ζῶν ἦρχε· τότε δὲ ἤδηκατεῖχεν αὐτὸν γαῖα μέλαινα. Καὶ ὅρα ὅτι μετὰ τὸν ὡσανεὶ κείμενον, ὡςπροείρηται, Ἀχιλλέα τὸν ὡς ἀληθῶς κείμενον Πρωτεσίλαον ὁ ποιητὴς παρέθετο.καὶ ἐπόθουν μέν, φησίν, ἐκεῖνοι τὸν ἀρχηγόν, οὐ μὴν οὐδ' αὐτοὶ ἄναρχοι ἔσαν.καὶ σημείωσαι τὸ ἄναρχοι ἀντὶ τοῦ ἀβασίλευτοι, δίχα ἀρχοῦ. Ἐκόσμησε δέ,φησίν, αὐτοὺς Ποδάρκης, ὄζος Ἄρηος, Ἰφίκλου υἱὸς Φυλακίδου, τοῦ καὶ ἐν Ὀδυσσείᾳ κειμένου, ὃν καὶ πολύμηλον λέγει διὰ τὰ πρὸ μικροῦ λεχθέντα,αὐτοκασίγνητος Πρωτεσιλάου, «ὁπλότερος γενεῇ. ὃ δ' ἄρα πρότερος καὶἀρείων, ἥρως Πρωτεσίλαος». διό, φασίν, οὐδ' ἐξίσχυσεν ὁ Ποδάρκης ἐν τοῖςἑξῆς ἀπώσασθαι τῆς τοῦ Πρωτεσιλάου νηὸς τὸ δήϊον πῦρ, ἀλλ' ὥσπερ ὁ Πρωτεσίλαος πρῶτος τῶν ἄλλων Ἀχαιῶν ποτε πέπτωκεν ἐν Τροίᾳ, οὕτω καὶ ἡ τούτου ναῦς πρώτη τῶν ἄλλων τὸ τοῦ Ἕκτορος ἐδέξατο πῦρ. εἰ δὲ καὶἡμιδαὴς ἐκείνη ἔμεινεν, εἴη ἂν ὅμοιόν τι τοῦτο πρὸς τὸν τοῦ ἥρωος δόμον, ὃςχηρωθείσης τῆς γυναικὸς ἡμιτελὴς ἐλείφθη, ὡς τοῦ Πρωτεσιλάου πεσόντος,καθὰ μετ' ὀλίγα δηλωθήσεται, ἣ καὶ ἀμφιδρυφὴς ἐπὶ τῷ τοῦ ἀνδρὸς θανάτῳγέγονε. καὶ τοῦτο μὲν τοιοῦτον. Ὁ δὲ ποιητὴς ἐν τοῖς ἑξῆς διασαφῶν ἢ καὶπαραφράζων τὸ «οὐδὲ οὗτοι ἄναρχοι ἦσαν, πόθεόν γε μὲν ἀρχόν» ἐπάγειἐπαναληπτικῶς «οὐδέ τι λαοὶ δεύοντο ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα»τὸν Πρωτεσίλαον· Αἱρετώτερον γὰρ πάντως τὸ τοῦ καλοῦ κάλλιον. διὸκαίτοι τὸν κοσμοῦντα ἔχοντες ἐπόθουν ὅμως καὶ ἀπόντα τὸν κρείττονα. οἶκτονδὲ κατὰ τοὺς παλαιοὺς πολὺν ὁ ποιητὴς δίεισιν, οὐ μόνον ἐν τοῖς ἐφεξῆς, ὅτετὰ κατὰ τὴν γυναῖκα ἱστορεῖ, ἀλλὰ καὶ νῦν ἐν οἷς οὕτω ποθεινὸν τοῖς οἰκείοιςλέγει τὸν ἥρωα. Ὁρίζεται δέ, φασί, καὶ τὸ πρόθυμον αὐτοῦ, εἴγε διὰ τῆς ὁρμῆςαὐτοῦ βατὴν Ἕλλησι τὴν Τροίαν ἔθετο· διὸ καὶ μεγάθυμον αὐτὸν ὠνόμασε.θρῴσκων γὰρ ἐκ νηὸς πολὺ πρώτιστος Ἀχαιῶν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 315

πολέμοιο δυσηχέος ἐμέμνηντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·κεῖτο γὰρ ἐν

νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος,τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο

πολλὰ μογήσας, Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης»· κατέβαλε δὲ Μύνητα καὶ

Ἐπίστροφον ἐγχεσιμώρους· «τῆς ὅ γ' ἔκειτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλε».

Παρασημείωσις δὲ αὕτη τοῦποιητοῦ εἰπόντος τρόπον τινά, ὅτι τοὺς μὲν ἄλλους

κατέλεξα ὡς πολεμήσονταςνῦν αὐτίκα ὑπὸ ἡγεμόσι προάρχουσι τῆς μάχης, τοὺς δὲ

Θεσσαλιώτας οὐχ'οὕτως. οὐ γὰρ ἐμέμνηντο πολέμου, ὡς κειμένου αὐτοῖς τοῦ ἄρχοντος.

(ῃ. 686) ∆υσηχέα δὲ λέγει τὸν πόλεμον, ὡς καὶ δυσηλεγέα τὸν θάνατον. οὔτε γὰρ ὁ

τῆςμάχης ἦχος ἡδὺς οὔτε τὸ θανατικῶς λέγεσθαι, ἤτοι κοιμᾶσθαι, γλυκύ. (ῃ. 687) Τὸ δέ

«ἡγήσαιτο αὐτοῖς» διφορεῖται καὶ αὐτὸ καθὰ καὶ τὸ ἄρχειν. ἄμφω γὰρ 1.501 καὶ δοτικῇ

καὶ γενικῇ συντάσσονται. Στίχες δὲ αἱ στρατιωτικαὶ τάξεις, ὡς καὶἐν τοῖς ἑξῆς

φανήσεται. τούτων δὲ εὐθεῖα ἑνικὴ στίξ, γινομένη μὲν ἀπὸ τοῦ στείχω,στείξω, καὶ

ὀφείλουσα τὴν ἐκεῖθεν δίφθογγον ἔχειν, προαγομένη δὲ ἄλλως διὰδιχρόνου, ἐπεὶ μηδὲν

ὄνομα εἰς δίφθογγον λήγει μετὰ διπλοῦ ἀπαθῶς· διὸ καὶἡ τῆς γυναικὸς εὐθεῖα

σεσίγηται. ἡ δέ γε προίξ καὶ ἡ αἴξ ἀπὸ συναιρέσεωςἔχουσι τὰς διφθόγγους. (ῃ. 688) Τὸ δέ

«ἔκειτο ἐν ναυσί» τὴν παντελῆ τοῦἥρωος ἀργίαν δηλοῖ, τρὶς ἐν τῇ Βοιωτίᾳ περὶ τοῦ

Ἀχιλλέως λεχθέν. οὕτω δὲκαὶ μετ' ὀλίγα ὁ Φιλοκτήτης ἐν Λήμνῳ κεῖσθαι λέγεται,

κακῶς μέντοι ἔχωνἐκεῖνος ὑπὸ πληγῆς ὄφεως. ἄμφω δὲ καθ' ὁμοιότητα εἴρηται τοῦ

«κεῖται Πάτροκλος». εἰ δὲ κεῖται νῦν Ἀχιλλεύς, ὡς μὴ ἔχων τὸ σύνηθες πρακτικὸν καὶ

πολιτικόν–ἔνθα γὰρ μή εἰσι ταῦτα, ἐκεῖ τὸ κεῖσθαι χώραν ἔχει λέγεσθαι–ἐγερθήσεται

ἄρα, ὅτε τὴν μῆνιν ἀπόθηται. διὸ καὶ ἐπήγαγε· «τάχα δ' ἀνστήσεσθαιἔμελλεν». ἔνθα καὶ

παραμυθεῖται ὁ ποιητὴς τὸν φιλέλληνα ἀκροατὴν διὰ τοῦτάχα. ταχὺ γάρ, φησίν,

ἀναστήσεται καὶ ἀντικαταστήσεται τοῖς Τρωσίν.[̓Ιστέον δέ, ὡς εἴ τις ἐνθυμοῖτο τὸ «οὐδέ

μιν ἀνστήσεις», τεθνεῶτα δηλαδή, εἴποιἂν κἀνταῦθα ὡς ἐπὶ νεκροῦ τινος ἀστεϊσθῆναι

τὸ «ἔκειτο μέν, τάχα δὲ ἀναστήσεσθαι ἔμελλε».] Τὸ δέ «ποδάρκης» ἔχει τι γλυκύτητος

ἐνταῦθα. λέγει γὰρ ὅτιὁ ποδωκέστατος ἔκειτο συμποδιζούσης αὐτὸν τῆς μήνιδος, ἣν

ἔπασχεν ἐπὶ τῇ Βρισηΐδῃ, ἣν κόρην καὶ ἐνταῦθά φησιν οὔτε ὡς θυγατέρα τινὸς οὔτε ὡς

παρθένον,ἀλλ' ἁπλῶς ὡς νεάνιδα. [(ῃ. 689) Τὸ δέ «κούρης χωόμενος» λείπεται

τοῦἕνεκεν ἢ τῆς ὑπέρ προθέσεως ὁμοίως τῷ «χωόμενον κατὰ θυμὸν

ἐϋζώνοιογυναικός», ἵνα ᾖ χωόμενος ὑπὲρ τῆς δεῖνος.] (ῃ. 691) Τὸ δέ

«Λυρνησσὸνδιαπορθήσας» ἐφερμηνευτικόν ἐστι τοῦ ἐξείλετο ἐκ Λυρνησσοῦ, ἵνα μὴ

νοηθῇτυχόν, ὡς ἐκ Λυρνησσοῦ τὴν Βρισηΐδα ἐξελέξατο, [λόγῳ ἐμπορίας] ἢ

συμβάσεως,ἀλλὰ ὅτι πολέμου νόμῳ ταύτην ἔσχεν. ἔοικε δὲ καὶ ἐπαναλήψει τὸ

τοιοῦτον·ἐπανελήφθη γὰρ ἡ Λυρνησσός, ἵνα συμπαρατεθῇ ταύτῃ καὶ ἡ τῆς, ὡς

προεγράφη, Ἀτραμυτηνῆς Θήβης ἅλωσις, περὶ ὧν, εἰ καὶ προερρέθη, ἀλλὰ

κἀκεῖνοεἰδέναι οὐ περιττόν, ὅτι οὐ μόνον Ἀτραμυτηνὴ Θήβη, ἀλλὰ καὶ ἐν

Παμφυλίᾳ.οὕτω δὲ καὶ Λυρνησσός. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι πόλις

Ἀττάλεια,ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου. δείκνυται δὲ μέσον Φασήλιδος

καὶἈτταλείας Θήβη καὶ Λυρνησσὸς Τρωϊκῶν ἀνδρῶν ἐκεῖ ἐκπεσόντων. ἐθνικὸν 1.502

τῆς Ὁμηρικῆς Λυρνησσοῦ φασιν εὑρῆσθαι παρ' Αἰσχύλῳ «Λυρναῖος», καὶτάχα κατὰ

συγκοπήν. μία δέ, φασί, καὶ αὕτη τῶν ἕνδεκα πόλεων, ἃς πεζὸς εἷλενὁ Ἀχιλλεύς, αἳ

ἦσαν Λυρνησσός, Πήδασος, Θήβη, Ζέλεια, Ἀδράστεια, Πιτύα,Περκώτη, Ἀρίσβη, Ἄβυδος

καὶ. Περὶ δὲ Θηβῶν ὁ Γεωγράφοςκαὶ Λυρνησσοῦ φησι καί, ὅτι τοῦ Θήβης πεδίου ἔχουσι

νῦν Ἀδραμυτηνοὶ τὸπλεῖον. ἐνταῦθα γὰρ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον.

ἔρημοι δ'ἀμφότεραι διέχουσαι Ἀδραμυτίου σταδίους, ἡ μὲν ἑξήκοντα, ἡ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

314

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!