Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Ἀχιλλέως εἰπεῖν. οὐγὰρ ἠνέσχετο μὴ τὸν ἀκροατὴν εἰς νοῦν στρέψαι καὶ εἰς τὴν γραφὴν καινοπραγῆσαι, ὅτε περὶ τοῦ αὐτῷ φίλου Ἀχιλλέως λαλεῖ. καὶ ὅρα ὅτι ὥσπερ ἀρχόμενοςτοῦ Καταλόγου εἶπεν· «ἔσπετε νῦν μοι Μοῦσαι, οἳ ∆αναῶν ἡγοῦντο», οὕτω καὶἐνταῦθά φησι· «νῦν αὖ τούτους», ἔσπετε δηλαδή, «ὅσοι ἦσαν ὑπὸ τῷ Ἀχιλλεῖ»,ἐμφαίνων, ὅτι, ὥσπερ ἔργον ἔθετο τὸν Κατάλογον ἁπάντων τῶν Ἀχαιῶν, οὕτωκαὶ τὸ εἰπεῖν τοὺς ὑπὸ τὸν Ἀχιλλέα. (ῃ. 681) Πελασγικὸν δὲ Ἄργος τὸΘετταλικὸν λέγει ἀπὸ Πελασγῶν, οἳ πολυπλάνητοι ὄντες, ὡς πολλαχοῦ δηλοῦται, ᾤκησαν καὶ ἐκεῖ. ὅτι δὲ Ἄργος οὐχ' ἓν ἀλλὰ πολλά, ἐν τοῖς τοῦ Περιηγητοῦδεδήλωται, αὐτό τε τοῦτο καὶ ἄλλα χρήσιμα. ὅτι δὲ Πελασγικὸν ἦν καὶ τὸ κατὰ Πελοπόννησον Ἄργος, καὶ Εὐριπίδης δηλοῖ, παρ' ᾧ ἱστορεῖται καί, ὡς ἔφθασαν οἱ ἐκεῖ πάλαι μὲν Πελασγοί, ∆αναοὶ δὲ κληθῆναι ὕστερον. (ῃ. 682)Ἄλος δὲ οὐ μόνον ἡ Φθιῶτις αὕτη, ἀλλὰ καὶ τῆς Ἀχαίας πόλις, κτισθεῖσα δέ, φασίν, ὑπὸ τοῦ Ἀθάμαντος ὠνομάσθη ἀπὸ τῆς αὐτῷ συμβεβηκυίας ἄλης ἤτοιπλάνης, ἣν ἔπαθεν εἰς μανίαν ἐμπεσών. Τινὲς δὲ οἴονται δασύνεσθαι τὴν Ἄλον,ὡς ἀπὸ τῆς ἁλός, ὅ ἐστι τῆς θαλάσσης, ἀκολούθως τῷ Γεωγράφῳ εἰπόντιἍλος καὶ Ἅλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν. τινὲς οὖν ἀντὶ τοῦ ἌλονἉλιοῦντα γράφουσι. γράφεται δὲ δι' ἑνὸς ˉλ πρὸς διαστολὴν τῆς ἄλλος ἀντωνυμίας. Ἕτεροι δὲ ἱστοροῦσι θεράπαιναν Ἀθάμαντος εἶναι τὴν Ἄλον, τὴνμηνύσασαν τῇ Ἰνοῖ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν ἡ πόλις ὠνόμασται.γυνὴ δὲ Ἀθάμαντος ἡ Ἰνώ, δι' ἧς οἷα κατειργάσθη ἄλλα τε καὶ τὰ ἐπὶ τῷΦρίξῳ καὶ τῇ Ἕλλῃ τεθρύληται. ἐν μέσῳ δέ ἐστι Φαρσαλίας καὶ Φθιωτῶν.Φίλιππος δὲ Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. λέγεται δὲ καὶ 1.498 ἀρσενικῶς ὁ Ἄλος καὶ θηλυκῶς ἡ Ἄλος. ἦν δὲ καὶ ἕτερος Ἄλος ὑπὸ Πρωτεσιλάῳ κατὰ τὸν ἐνδιατρίψαντα τοῖς Ἐθνικοῖς, ὃς καὶ Μαλιακόν φησι τὸν Ἄλον τοῦτον τὸν ὑπὸ τῷ Ἀχιλλεῖ, ἤγουν περὶ τοὺς Μαλιεῖς κείμενον. κεῖνται δὲοἱ Μαλιεῖς πρὸς τῇ Εὐβοίᾳ καὶ ταῖς Θερμοπύλαις, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται. ἐθνικὸν τῆς Ἄλου Ἀλεύς καὶ Ἄλιος, κατὰ δέ τινας καὶ Ἀλούσιος.῾δὲ Ἀλόπη πόλις καὶ αὕτη Θεσσαλικὴ ὁμωνυμεῖ Ἀλόπῃ, θυγατρὶ Κερκυόνος ἢ Ἄκτορος. ἔκειτο δέ, φασί, μεταξὺ Λαρίσσης τῆς κρεμαστῆς καὶ Ἐχίνου. ὁ πολίτης Ἀλοπίτης καὶ Ἀλοπεύς. εἰσὶ δὲ καὶ ἕτεραι Ἀλόπαι, ὧν μία μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυκίας, ἣν λέγει, φασίν, ὁ ποιητὴς ἐν τῷ «ἐλθόντ' ἐξἈλόπης». Τρηχὶν δὲ ἤτοι Τραχὶν πόλις Θετταλική, ὑπὲρ τὴν Οἴτην μὲν κτισθεῖσα ὑπὸ Ἡρακλέος, ὀνομασθεῖσα δὲ διὰ τὴν τραχύτητα. ὄνομα δὲ ὄρουςἡ Οἴτη. τοῦτο δὲ γράφεται καὶ ἄλλως οὕτως· «Ἡράκλεια, Λακεδαιμονίωνκτίσμα, Τραχίν ποτε καλουμένη. διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ στάδιαπρὸς ταῖς Θερμοπύλαις ἐντὸς τῶν στενῶν». περίπυστος δὲ ἡ Τραχὶν μάλιστα διὰτὸν Ἡρακλέα, ὃς ἐκεῖ που ᾤχετο πυρὶ ἀεννάῳ ἐπιρρίψας ἑαυτόν. (ῃ. 683) Φθία δὲ πόλις καὶ μοῖρα Θετταλική, ἀπὸ Φθίας γυναικὸς ἢ ἀπὸ Φθίου, υἱοῦ Ποσειδῶνος καὶ Λαρίσσης. ὁ πολίτης αὐτῆς Φθιώτης καὶ Φθῖος. ὁ δὲ Γεωγράφοςφησίν, ὅτι τε Φθίαν τινὲς τὴν αὐτὴν Ἑλλάδι καὶ Ἀχαΐᾳ, Ὅμηρος δὲ οὔ. καὶὅτι Μαλιεῖς καὶ Φθιῶται Ἀχαιοὶ πρὸς Εὐβοίᾳ κεῖνται καὶ Θερμοπύλαις. καὶὅτι εἰς τέσσαρά τινες διαιροῦσι τὴν Θετταλίαν, Φθιῶτιν, Αἰῶτιν, Πελασγιῶτινκαὶ Θετταλιῶτιν. καὶ ὅτι Φθῖοι ἐλέγοντο οἱ τῷ Ἀχιλλεῖ τε ὑποκείμενοι καὶ οἱτῷ Πρωτεσιλάῳ καὶ τῷ Φιλοκτήτῃ. εἴρηται δέ τι περὶ Φθίας καὶ ἐν τῇ αʹῥαψῳδίᾳ. Ἑλλὰς δὲ ὑπὸ Ἕλληνος ἐκτίσθη, οὐ τοῦ ∆ευκαλίωνος, φασίν, υἱοῦ, ἀλλὰ τοῦ παιδὸς Φθίου, ὃν ἔτεκεν Ἀχαιός. ἐθνικὸν αὐτῆς ὁ Ἕλλην ὁμωνύμως τῷ κυρίῳ. ἔστι δὲ καὶ ἑτέρα Ἑλλὰς τῆς κοίλης Συρίας. Ἑλλάδα δὲ οὐ τὴν συνήθως παρ' ἡμῖν καλουμένην φησὶ χώραν, ἥτις ἐπισυνάπτει τῇ ἀρχῇ τῆς Πελοποννήσου, ἣν δὴ Πελοπόννησον καὶ ἀκρόπολιν οἱ παλαιοὶ τῆς τοιαύτηςἙλλάδος φασίν, ἀλλὰ πόλις ἐστὶν αὕτη Θετταλικὴ οὕτω κληθεῖσα διὰ τὸν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 312

ἐκεῖ 1.499 βασιλεύσαντα Ἕλληνα, ἐξ οὗ καὶ τοῖς ὅλοις Ἕλλησιν ὕστερον τὸ ὄνομα ἐνεκάθισεν, ὥσπερ καὶ τῇ μεγάλῃ Ἑλλάδι προσῆλθεν ἡ κλῆσις ἐκ τῆς κατὰ τὸνἝλληνα τοῦτον ταύτης πόλεως, ἣν καὶ καλλιγύναικα τῷ ποιητῇ ὁ παλαιὸς χρόνοςἐπεμαρτύρατο. φησὶ δὲ ὁ Γεωγράφος καί, ὅτι Φαρσάλιοι δεικνύουσιν ἀπὸἑξήκοντα σταδίων τῆς ἑαυτῶν κατεσκαμμένην πόλιν, ἣν πεπιστεύκασιν εἶναιτὴν Ἑλλάδα, καὶ δύο κρήνας πλησίον, Μεσσηΐδα καὶ Ὑπέρειαν, οἱ δὲ πέραν τοῦ Ἐνιπέως ᾠκῆσθαί φασι τὴν Ἑλλάδα, ὃς ῥυεὶς περὶ Φάρσαλον εἰς τὸν Ἀπιδανὸνἐμβάλλει. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἑλλάδα οἱ μὲν μίαν πόλιν φασίν, οἱ δὲ τὴν Φθιῶτιν πᾶσαν. (ῃ. 684) Μυρμιδόνες δὲ ἢ ἀπὸ μυρμήκων κατὰ μῦθον ἐκλήθησαν,ὡς καὶ ὁ Λυκόφρων ὑπολαλεῖ, ἢ ἀπὸ Μυρμιδόνος ἥρωος, υἱοῦ ∆ιός. λέγεται δὲκατὰ Αἴγιναν ἡ περὶ αὐτῶν μυθολογία· ὅθεν καὶ Μυρμιδονία ἡ Αἴγινα παρὰτοῖς παλαιοῖς. εἴρηται δὲ ἤδη καὶ ἀλλαχόθι περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δέ. Ὁ δὲ Γεωγράφος λέγει, ὅτι Μυρμιδόνες συνηκολούθησαν ἐξ Αἰγίνηςφεύγοντι τῷ Πηλεῖ. φυγεῖν δὲ τὸν Πηλέα ἐκεῖθεν λέγουσιν οἱ παλαιοὶ μετὰ τὸντοῦ ἀδελφοῦ Φώκου φόνον, μεθ' ὃν ὁ Πηλεὺς εἰς Φθίαν ἐλθὼν εὗρεν αὐτὴνἀρχομένην ὑπὸ Ἄκτορος, υἱοῦ Μυρμιδόνος. ἐγάμει δὲ ὁ Ἄκτωρ Αἴγιναν τὴν ἡρωΐδα μετὰ Πολύβοιαν τὴν πρώτην γυναῖκα, ἐξ ἧς εἶχε Μενοίτιον καὶ ἑτέρους,οὓς εὑρὼν ἐπιβουλεύοντας καὶ ἐξελάσας τῷ Πηλεῖ τὴν θυγατέρα Πολυμήλανδίδωσι καὶ τὴν βασιλείαν, ᾧ καὶ γίνεται θυγάτηρ μὲν Πολυδώρα, υἱὸς δὲ Ἀχιλλεύς, ὁ καὶ ἄρχων ἄρτι τῶν Θετταλῶν. Ἕλληνας δὲ ὁ ποιητής, ὥς φασιν οἱπαλαιοί, τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καλεῖ μόνους, ἐπειδὴ καὶ Ἕλλην ὁ τοῦ ∆ιὸς περὶ τὴν ἐκεῖσε ἦρχεν Ἑλλάδα. οὕτω δὲ καὶ Ἀχαιοὶ ἐλέγοντο διά τινα τοιαύτην ὁμοιότητα, οἵγε καὶ αὐτοὶ ὁμοφώνως τῷ κυρίῳ καλοῦνται καθὰ καὶ οἱἝλληνες. Φασὶ δὲ οἱ παλαιοί, ὅτι σεσημείωται τὸ Ἀχαιοί ὀξυνόμενον. οὕτω δὲ οἱ Ἀχαιοὶ περίκλυτοι, ὥστε Ἀχαία κατὰ τὸν Γεωγράφον καὶ ἐν Ἀραχώταις ἦν, ὥσπερ καὶ ἐν Ἀλεξανδρείᾳ. λέγει δὲ αὐτὸς καί, ὅτι Ἀχαιοὶ ἐκαλοῦντο οἱ Φθιῶται πάντες. Σημείωσαι δὲ τριωνυμίαν ταύτην ποιητικὴν ἐν τῷ»Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί». τρισὶ γὰρ τούτοις ὀνόμασιν ἐκαλοῦντο οἱ τῷ Ἀχιλλεῖ ὑποτεταγμένοι· Ἔνθα ὅρα καὶ ὅτι δυνάμενος1.500 ὁ ποιητὴς εἰπεῖν κοινῶς καὶ σαφέστερον «ἐκαλοῦντο», ἐπετηδεύσατο ἐκφυγεῖνχάριν ὄγκου τὸ τῆς διαλέκτου κοινόν «καλεῦντο» εἰπὼν ποιητικώτερον. Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι ὁ ποιητὴς καὶ τοὺς ὑπὸ τῷ Φοίνικι ὄντας ∆όλοπας,οἷς ἡ κλῆσις αὕτη ἐστὶν ἔκ τινος ∆όλοπος ἥρωος, ὧν ὁ ποιητὴς ἐν τοῖς ἑξῆς πουμέμνηται, συζεύγνυσι τοῖς ὑπακούουσι τῷ Ἀχιλλεῖ. Συνυπακουστέον γάρ φασικαὶ τούτους κατὰ τὸ σιωπώμενον. γελοῖον γάρ, φασί, τὸν μὲν βασιλέα Φοίνικαμετέχειν τῆς στρατείας, ὃς ∆ολόπεσσιν ἄνασσε, τοὺς δ' ὑπηκόους ∆όλοπαςμὴ παρεῖναι. Φέρεται δὲ καὶ ἱστορία χρήσιμος εἰς τὰ προσεχῶς ῥηθέντα τοιαύτη.Ἡ Θεσσαλία πεδίον μέγα ἐστὶ καὶ κοῖλον πάντοθεν ὄρεσι καλυπτόμενον, πρὸςἀνατολὰς μὲν τῇ Ὄσσῃ καὶ τῷ Πηλίῳ, πρὸς δυσμὰς δὲ τῷ Πίνδῳ, ἐξ οὗ ὁ Πηνειὸς ὁρμώμενος ἔξεισι πρὸς ἕω ἤτοι πρὸς ἀνατολήν, πρὸς ἄρκτους δὲ τῷὈλύμπῳ, καὶ πρὸς μεσημβρίαν τῇ Ὄθρυϊ. τούτου ἦρξε τοῦ τόπου Θεσσαλός, ἀφ' οὗ ἡ χώρα Θεσσαλία, οὗ Αἴγων, οὗ Αἵμων, ὅθεν Αἵμονες μοῖρα Θετταλική,οὗ καὶ Λαρίσσης, γυναικὸς Ἀργείας, Πελασγὸς καὶ Φθῖος καὶ Ἀχαιός. ἄρχων δὲ ὁ Πελασγὸς μοίρας τῆς χώρας Πελασγικὸν Ἄργος ὠνόμασε καὶ πόλιν Λάρισσαν. θανόντος δὲ αὐτοῦ ἄρξαντες οἱ ῥηθέντες ἀδελφοὶ μοῖραν τῆς γῆς Φθίανκαὶ Ἀχαίαν ἐκάλεσαν. οἰκεῖ δὲ αὐτόθι καὶ ∆ευκαλίων, οὗ υἱὸς Ἕλλην, ὃς Ἕλληνας τοὺς ἐκεῖ ἐκάλεσεν, οὗ Ξοῦθος, οὗ Ἀχαιὸς καὶ Ἕλλην, ἀφ' οὗπάλιν Ἀχαιοὶ ὠνομάσθησαν. (ῃ. 685) Τὸ δέ «ἦν ἀρχὸς Ἀχιλλεύς», περίφρασίς ἐστι τοῦ «ἦρχε». ταὐτὸν γάρ ἐστι τὸ ἦρχεν, οἷον «ἦρχε ∆ιώρης» καὶ τὸ «ἦνἀρχὸς Ἀχιλλεύς». (ῃ. 686–94) Ταῦτα εἰπὼν ὁ ποιητὴς ἐπάγει, ὅτι· ἀλλ' οὗτοι»οὐ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 313

ἐκεῖ 1.499 βασιλεύσαντα Ἕλληνα, ἐξ οὗ καὶ τοῖς ὅλοις Ἕλλησιν ὕστερον τὸ ὄνομα

ἐνεκάθισεν, ὥσπερ καὶ τῇ μεγάλῃ Ἑλλάδι προσῆλθεν ἡ κλῆσις ἐκ τῆς κατὰ τὸνἝλληνα

τοῦτον ταύτης πόλεως, ἣν καὶ καλλιγύναικα τῷ ποιητῇ ὁ παλαιὸς χρόνοςἐπεμαρτύρατο.

φησὶ δὲ ὁ Γεωγράφος καί, ὅτι Φαρσάλιοι δεικνύουσιν ἀπὸἑξήκοντα σταδίων τῆς ἑαυτῶν

κατεσκαμμένην πόλιν, ἣν πεπιστεύκασιν εἶναιτὴν Ἑλλάδα, καὶ δύο κρήνας πλησίον,

Μεσσηΐδα καὶ Ὑπέρειαν, οἱ δὲ πέραν τοῦ Ἐνιπέως ᾠκῆσθαί φασι τὴν Ἑλλάδα, ὃς ῥυεὶς

περὶ Φάρσαλον εἰς τὸν Ἀπιδανὸνἐμβάλλει. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἑλλάδα οἱ μὲν μίαν

πόλιν φασίν, οἱ δὲ τὴν Φθιῶτιν πᾶσαν. (ῃ. 684) Μυρμιδόνες δὲ ἢ ἀπὸ μυρμήκων κατὰ

μῦθον ἐκλήθησαν,ὡς καὶ ὁ Λυκόφρων ὑπολαλεῖ, ἢ ἀπὸ Μυρμιδόνος ἥρωος, υἱοῦ ∆ιός.

λέγεται δὲκατὰ Αἴγιναν ἡ περὶ αὐτῶν μυθολογία· ὅθεν καὶ Μυρμιδονία ἡ Αἴγινα

παρὰτοῖς παλαιοῖς. εἴρηται δὲ ἤδη καὶ ἀλλαχόθι περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ

δέ. Ὁ δὲ Γεωγράφος λέγει, ὅτι Μυρμιδόνες συνηκολούθησαν ἐξ Αἰγίνηςφεύγοντι τῷ

Πηλεῖ. φυγεῖν δὲ τὸν Πηλέα ἐκεῖθεν λέγουσιν οἱ παλαιοὶ μετὰ τὸντοῦ ἀδελφοῦ Φώκου

φόνον, μεθ' ὃν ὁ Πηλεὺς εἰς Φθίαν ἐλθὼν εὗρεν αὐτὴνἀρχομένην ὑπὸ Ἄκτορος, υἱοῦ

Μυρμιδόνος. ἐγάμει δὲ ὁ Ἄκτωρ Αἴγιναν τὴν ἡρωΐδα μετὰ Πολύβοιαν τὴν πρώτην

γυναῖκα, ἐξ ἧς εἶχε Μενοίτιον καὶ ἑτέρους,οὓς εὑρὼν ἐπιβουλεύοντας καὶ ἐξελάσας τῷ

Πηλεῖ τὴν θυγατέρα Πολυμήλανδίδωσι καὶ τὴν βασιλείαν, ᾧ καὶ γίνεται θυγάτηρ μὲν

Πολυδώρα, υἱὸς δὲ Ἀχιλλεύς, ὁ καὶ ἄρχων ἄρτι τῶν Θετταλῶν. Ἕλληνας δὲ ὁ ποιητής,

ὥς φασιν οἱπαλαιοί, τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καλεῖ μόνους, ἐπειδὴ καὶ Ἕλλην ὁ τοῦ ∆ιὸς

περὶ τὴν ἐκεῖσε ἦρχεν Ἑλλάδα. οὕτω δὲ καὶ Ἀχαιοὶ ἐλέγοντο διά τινα τοιαύτην

ὁμοιότητα, οἵγε καὶ αὐτοὶ ὁμοφώνως τῷ κυρίῳ καλοῦνται καθὰ καὶ οἱἝλληνες. Φασὶ δὲ

οἱ παλαιοί, ὅτι σεσημείωται τὸ Ἀχαιοί ὀξυνόμενον. οὕτω δὲ οἱ Ἀχαιοὶ περίκλυτοι, ὥστε

Ἀχαία κατὰ τὸν Γεωγράφον καὶ ἐν Ἀραχώταις ἦν, ὥσπερ καὶ ἐν Ἀλεξανδρείᾳ. λέγει δὲ

αὐτὸς καί, ὅτι Ἀχαιοὶ ἐκαλοῦντο οἱ Φθιῶται πάντες. Σημείωσαι δὲ τριωνυμίαν ταύτην

ποιητικὴν ἐν τῷ»Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί». τρισὶ γὰρ τούτοις

ὀνόμασιν ἐκαλοῦντο οἱ τῷ Ἀχιλλεῖ ὑποτεταγμένοι· Ἔνθα ὅρα καὶ ὅτι δυνάμενος1.500 ὁ

ποιητὴς εἰπεῖν κοινῶς καὶ σαφέστερον «ἐκαλοῦντο», ἐπετηδεύσατο ἐκφυγεῖνχάριν

ὄγκου τὸ τῆς διαλέκτου κοινόν «καλεῦντο» εἰπὼν ποιητικώτερον. Σημειοῦνται δὲ οἱ

παλαιοί, ὅτι ὁ ποιητὴς καὶ τοὺς ὑπὸ τῷ Φοίνικι ὄντας ∆όλοπας,οἷς ἡ κλῆσις αὕτη ἐστὶν

ἔκ τινος ∆όλοπος ἥρωος, ὧν ὁ ποιητὴς ἐν τοῖς ἑξῆς πουμέμνηται, συζεύγνυσι τοῖς

ὑπακούουσι τῷ Ἀχιλλεῖ. Συνυπακουστέον γάρ φασικαὶ τούτους κατὰ τὸ σιωπώμενον.

γελοῖον γάρ, φασί, τὸν μὲν βασιλέα Φοίνικαμετέχειν τῆς στρατείας, ὃς ∆ολόπεσσιν

ἄνασσε, τοὺς δ' ὑπηκόους ∆όλοπαςμὴ παρεῖναι. Φέρεται δὲ καὶ ἱστορία χρήσιμος εἰς τὰ

προσεχῶς ῥηθέντα τοιαύτη.Ἡ Θεσσαλία πεδίον μέγα ἐστὶ καὶ κοῖλον πάντοθεν ὄρεσι

καλυπτόμενον, πρὸςἀνατολὰς μὲν τῇ Ὄσσῃ καὶ τῷ Πηλίῳ, πρὸς δυσμὰς δὲ τῷ Πίνδῳ, ἐξ

οὗ ὁ Πηνειὸς ὁρμώμενος ἔξεισι πρὸς ἕω ἤτοι πρὸς ἀνατολήν, πρὸς ἄρκτους δὲ

τῷὈλύμπῳ, καὶ πρὸς μεσημβρίαν τῇ Ὄθρυϊ. τούτου ἦρξε τοῦ τόπου Θεσσαλός, ἀφ' οὗ ἡ

χώρα Θεσσαλία, οὗ Αἴγων, οὗ Αἵμων, ὅθεν Αἵμονες μοῖρα Θετταλική,οὗ καὶ Λαρίσσης,

γυναικὸς Ἀργείας, Πελασγὸς καὶ Φθῖος καὶ Ἀχαιός. ἄρχων δὲ ὁ Πελασγὸς μοίρας τῆς

χώρας Πελασγικὸν Ἄργος ὠνόμασε καὶ πόλιν Λάρισσαν. θανόντος δὲ αὐτοῦ ἄρξαντες οἱ

ῥηθέντες ἀδελφοὶ μοῖραν τῆς γῆς Φθίανκαὶ Ἀχαίαν ἐκάλεσαν. οἰκεῖ δὲ αὐτόθι καὶ

∆ευκαλίων, οὗ υἱὸς Ἕλλην, ὃς Ἕλληνας τοὺς ἐκεῖ ἐκάλεσεν, οὗ Ξοῦθος, οὗ Ἀχαιὸς καὶ

Ἕλλην, ἀφ' οὗπάλιν Ἀχαιοὶ ὠνομάσθησαν. (ῃ. 685) Τὸ δέ «ἦν ἀρχὸς Ἀχιλλεύς»,

περίφρασίς ἐστι τοῦ «ἦρχε». ταὐτὸν γάρ ἐστι τὸ ἦρχεν, οἷον «ἦρχε ∆ιώρης» καὶ τὸ

«ἦνἀρχὸς Ἀχιλλεύς». (ῃ. 686–94) Ταῦτα εἰπὼν ὁ ποιητὴς ἐπάγει, ὅτι· ἀλλ' οὗτοι»οὐ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

313

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!