18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀχιλλέως εἰπεῖν. οὐγὰρ ἠνέσχετο μὴ τὸν ἀκροατὴν εἰς νοῦν στρέψαι καὶ εἰς τὴν γραφὴν

καινοπραγῆσαι, ὅτε περὶ τοῦ αὐτῷ φίλου Ἀχιλλέως λαλεῖ. καὶ ὅρα ὅτι ὥσπερ

ἀρχόμενοςτοῦ Καταλόγου εἶπεν· «ἔσπετε νῦν μοι Μοῦσαι, οἳ ∆αναῶν ἡγοῦντο», οὕτω

καὶἐνταῦθά φησι· «νῦν αὖ τούτους», ἔσπετε δηλαδή, «ὅσοι ἦσαν ὑπὸ τῷ

Ἀχιλλεῖ»,ἐμφαίνων, ὅτι, ὥσπερ ἔργον ἔθετο τὸν Κατάλογον ἁπάντων τῶν Ἀχαιῶν,

οὕτωκαὶ τὸ εἰπεῖν τοὺς ὑπὸ τὸν Ἀχιλλέα. (ῃ. 681) Πελασγικὸν δὲ Ἄργος τὸΘετταλικὸν

λέγει ἀπὸ Πελασγῶν, οἳ πολυπλάνητοι ὄντες, ὡς πολλαχοῦ δηλοῦται, ᾤκησαν καὶ ἐκεῖ.

ὅτι δὲ Ἄργος οὐχ' ἓν ἀλλὰ πολλά, ἐν τοῖς τοῦ Περιηγητοῦδεδήλωται, αὐτό τε τοῦτο καὶ

ἄλλα χρήσιμα. ὅτι δὲ Πελασγικὸν ἦν καὶ τὸ κατὰ Πελοπόννησον Ἄργος, καὶ Εὐριπίδης

δηλοῖ, παρ' ᾧ ἱστορεῖται καί, ὡς ἔφθασαν οἱ ἐκεῖ πάλαι μὲν Πελασγοί, ∆αναοὶ δὲ

κληθῆναι ὕστερον. (ῃ. 682)Ἄλος δὲ οὐ μόνον ἡ Φθιῶτις αὕτη, ἀλλὰ καὶ τῆς Ἀχαίας

πόλις, κτισθεῖσα δέ, φασίν, ὑπὸ τοῦ Ἀθάμαντος ὠνομάσθη ἀπὸ τῆς αὐτῷ συμβεβηκυίας

ἄλης ἤτοιπλάνης, ἣν ἔπαθεν εἰς μανίαν ἐμπεσών. Τινὲς δὲ οἴονται δασύνεσθαι τὴν

Ἄλον,ὡς ἀπὸ τῆς ἁλός, ὅ ἐστι τῆς θαλάσσης, ἀκολούθως τῷ Γεωγράφῳ εἰπόντιἍλος καὶ

Ἅλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν. τινὲς οὖν ἀντὶ τοῦ ἌλονἉλιοῦντα γράφουσι.

γράφεται δὲ δι' ἑνὸς ˉλ πρὸς διαστολὴν τῆς ἄλλος ἀντωνυμίας. Ἕτεροι δὲ ἱστοροῦσι

θεράπαιναν Ἀθάμαντος εἶναι τὴν Ἄλον, τὴνμηνύσασαν τῇ Ἰνοῖ φρύγειν τὰ σπέρματα,

ἧς εἰς τιμὴν ἡ πόλις ὠνόμασται.γυνὴ δὲ Ἀθάμαντος ἡ Ἰνώ, δι' ἧς οἷα κατειργάσθη ἄλλα

τε καὶ τὰ ἐπὶ τῷΦρίξῳ καὶ τῇ Ἕλλῃ τεθρύληται. ἐν μέσῳ δέ ἐστι Φαρσαλίας καὶ

Φθιωτῶν.Φίλιππος δὲ Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. λέγεται δὲ

καὶ 1.498 ἀρσενικῶς ὁ Ἄλος καὶ θηλυκῶς ἡ Ἄλος. ἦν δὲ καὶ ἕτερος Ἄλος ὑπὸ

Πρωτεσιλάῳ κατὰ τὸν ἐνδιατρίψαντα τοῖς Ἐθνικοῖς, ὃς καὶ Μαλιακόν φησι τὸν Ἄλον

τοῦτον τὸν ὑπὸ τῷ Ἀχιλλεῖ, ἤγουν περὶ τοὺς Μαλιεῖς κείμενον. κεῖνται δὲοἱ Μαλιεῖς

πρὸς τῇ Εὐβοίᾳ καὶ ταῖς Θερμοπύλαις, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται. ἐθνικὸν τῆς

Ἄλου Ἀλεύς καὶ Ἄλιος, κατὰ δέ τινας καὶ Ἀλούσιος.῾δὲ Ἀλόπη πόλις καὶ αὕτη

Θεσσαλικὴ ὁμωνυμεῖ Ἀλόπῃ, θυγατρὶ Κερκυόνος ἢ Ἄκτορος. ἔκειτο δέ, φασί, μεταξὺ

Λαρίσσης τῆς κρεμαστῆς καὶ Ἐχίνου. ὁ πολίτης Ἀλοπίτης καὶ Ἀλοπεύς. εἰσὶ δὲ καὶ ἕτεραι

Ἀλόπαι, ὧν μία μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυκίας, ἣν λέγει, φασίν, ὁ ποιητὴς ἐν τῷ

«ἐλθόντ' ἐξἈλόπης». Τρηχὶν δὲ ἤτοι Τραχὶν πόλις Θετταλική, ὑπὲρ τὴν Οἴτην μὲν

κτισθεῖσα ὑπὸ Ἡρακλέος, ὀνομασθεῖσα δὲ διὰ τὴν τραχύτητα. ὄνομα δὲ ὄρουςἡ Οἴτη.

τοῦτο δὲ γράφεται καὶ ἄλλως οὕτως· «Ἡράκλεια, Λακεδαιμονίωνκτίσμα, Τραχίν ποτε

καλουμένη. διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ στάδιαπρὸς ταῖς Θερμοπύλαις ἐντὸς

τῶν στενῶν». περίπυστος δὲ ἡ Τραχὶν μάλιστα διὰτὸν Ἡρακλέα, ὃς ἐκεῖ που ᾤχετο πυρὶ

ἀεννάῳ ἐπιρρίψας ἑαυτόν. (ῃ. 683) Φθία δὲ πόλις καὶ μοῖρα Θετταλική, ἀπὸ Φθίας

γυναικὸς ἢ ἀπὸ Φθίου, υἱοῦ Ποσειδῶνος καὶ Λαρίσσης. ὁ πολίτης αὐτῆς Φθιώτης καὶ

Φθῖος. ὁ δὲ Γεωγράφοςφησίν, ὅτι τε Φθίαν τινὲς τὴν αὐτὴν Ἑλλάδι καὶ Ἀχαΐᾳ, Ὅμηρος

δὲ οὔ. καὶὅτι Μαλιεῖς καὶ Φθιῶται Ἀχαιοὶ πρὸς Εὐβοίᾳ κεῖνται καὶ Θερμοπύλαις. καὶὅτι

εἰς τέσσαρά τινες διαιροῦσι τὴν Θετταλίαν, Φθιῶτιν, Αἰῶτιν, Πελασγιῶτινκαὶ

Θετταλιῶτιν. καὶ ὅτι Φθῖοι ἐλέγοντο οἱ τῷ Ἀχιλλεῖ τε ὑποκείμενοι καὶ οἱτῷ

Πρωτεσιλάῳ καὶ τῷ Φιλοκτήτῃ. εἴρηται δέ τι περὶ Φθίας καὶ ἐν τῇ αʹῥαψῳδίᾳ. Ἑλλὰς δὲ

ὑπὸ Ἕλληνος ἐκτίσθη, οὐ τοῦ ∆ευκαλίωνος, φασίν, υἱοῦ, ἀλλὰ τοῦ παιδὸς Φθίου, ὃν

ἔτεκεν Ἀχαιός. ἐθνικὸν αὐτῆς ὁ Ἕλλην ὁμωνύμως τῷ κυρίῳ. ἔστι δὲ καὶ ἑτέρα Ἑλλὰς

τῆς κοίλης Συρίας. Ἑλλάδα δὲ οὐ τὴν συνήθως παρ' ἡμῖν καλουμένην φησὶ χώραν, ἥτις

ἐπισυνάπτει τῇ ἀρχῇ τῆς Πελοποννήσου, ἣν δὴ Πελοπόννησον καὶ ἀκρόπολιν οἱ παλαιοὶ

τῆς τοιαύτηςἙλλάδος φασίν, ἀλλὰ πόλις ἐστὶν αὕτη Θετταλικὴ οὕτω κληθεῖσα διὰ τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

312

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!