18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Καρπάθου Καρπάθιον τὸ ἐκεῖ πέλαγος συνάπτον τῷ Ἰκαρίῳ κατὰ τὸν Γεωγράφον. ἦν δέ,

φησί, τετράπολις ἡ Κάρπαθος καὶ ὄνομα εἶχεν ἀξιόλογον. μία δὲ τῶναὐτῆς πόλεων

ἐκαλεῖτο Νίσυρος ὁμωνύμως τῇ νήσῳ Νισύρῳ, ἣ μία μὲν τῶν Κυκλάδων λέγεται.

Πορφυρὶς δέ ποτε ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων ἐκαλεῖτο.[Εβλαστε δὲ καὶ παροιμία ἐκ

Καρπάθου ἐπὶ τῶν πραγματευσαμένων ἑαυτοῖςτὰ εἰς βλάβην τὸ «ὁ Καρπάθιος τὸν

λαγῳόν», ἐπειδὴ τῆς νήσου μὴ ἐχούσηςτοιαῦτα ζῷα κομίσαντες ἄλλοθεν οἱ νησιῶται

εἰς κακὸν ἐκείνων ἀπήλαυσαν κειρόντων τὰ σπόριμα.] (ῃ. 677) Τῆς δὲ Κῶ νήσου Κῷος

τὸ ἐθνικόν, ὥσπερ δὴ καὶτῆς ἐν αὐτῇ πόλεως, ἣν πόλιν Εὐρυπύλου λέγει ὁ ποιητής, υἱοῦ

Ἡρακλέος καὶ Χαλκιόπης, εὐκλεῶς ἐκεῖ βασιλεύσαντος. Ἰστέον καὶ ὅτι ἡ Κῶς αὕτη

Μερόπη καὶ Μεροπηῒς ἐλέγετο ἀπὸ Μερόπων, ἔθνους ἢ γένους οἰκησάντων αὐτήν, ἢἀπὸ

Μέροπος, οὗ θυγάτηρ Κῶς, ἧς φασιν ἡ νῆσος ἐπώνυμος. καὶ ὅτι δισυλλάβως Κώως

λέγεται διὰ δύο μεγάλων ˉω καὶ Κόως διὰ μικροῦ ˉο καὶ μεγάλου,ἐξ οὗ τὸ «Κόων εὖ

ναιομένην» παρὰ τῷ ποιητῇ καὶ Κόος δὲ διὰ δύο ˉο μικρῶν, 1.496 ὧν συναιρεθέντων

ἔοικε γενέσθαι ἡ Κῶς. κατὰ δέ τινας καὶ ὡς πολυπρόβατοςοὕτω καλεῖται· κόον γάρ φασι

κατὰ γλῶσσαν τὸ πρόβατον λέγεσθαι. εὕρηταιδὲ καὶ Κέως λεγομένη ὡς ἡ Τέως. ἧς

ἐθνικὸν Κέϊος καὶ ἐκτάσει Κήϊος, ὡς Τέϊος Τήϊος, καὶ ἐν συναιρέσει Κέϊος Κεῖος. τῆς δὲ

Κῶ κτητικὸν εὕρηται παρὰ Πορφυρίῳ Κωακόν. Ἰστέον δὲ ὅτι κατὰ τὴν ἱστορίαν Κῶς

ἐλέγετο καὶ ὄρυγμά τι ἐν Κορίνθῳ, οὗ καθείργνυον, φησί, φῶρας καὶ δραπέτας. [Ἡ δὲ

τοιαύτηλέξις δοκεῖ καὶ τοῖς ὀρεσκῴοις ἐγκεῖσθαι, οἵπερ εἰσὶ θῆρες ὀρεινοῖς

ὀρύγμασινἐνοικοῦντες, ὁποῖά τινα καὶ τὰ σπήλαια.] Ἐλέγετο δὲ καὶ κῶος. καὶ κῶες δὲ οἱ

ἐνταύτῃ ἀνατραφέντες. καὶ πάντα δέ, φησί, σπήλαια καὶ κοιλώματα γῆς κώουςοἱ

παλαιοὶ ἔλεγον. Ἰστέον δὲ καί, ὡς, εἰ καὶ ἐκαλεῖτο Κέως δισυλλάβως, ὡςἐρρέθη, ἡ

λεχθεῖσα Κῶς, ἀλλ' ἑτέρα πάντως τῆς Κέω τῆς ἐγγιζούσης τῇἙλένῃ, περὶ ἧς καὶ ἐν τοῖς

ἑξῆς εἰρήσεται. Τὸ δέ «νήσους Καλύδνας» οὐ πρὸςδιαστολὴν εἴρηται χερσαίων

Καλυδνῶν, ἀλλὰ διὰ σαφήνειαν, ἵνα εἴη δῆλον,ὅτι νῆσοι αἱ Καλύδναι εἰσίν, ἃς ἕτεροι

διὰ τοῦ ˉμ γράφουσι Καλύμνας. ὅτι δὲἀγαθὸν μέλι τὸ Καλύδνιον, κεῖται καὶ αὐτὸ ἐν τοῖς

τοῦ Περιηγητοῦ. ὁ δὲ Γεωγράφος χωρίου τινὸς μέμνηται καρτερωτάτου Καλυδνίου

καλουμένου, ᾧλῃστηρίῳ ἐχρήσατο Κλέων ὁ ἀπὸ Γόρδου κώμης, ὁ τῶν λῃστηρίων

ἡγεμών, ὃςἀποστάς, φησίν, Ἀντωνίου καὶ προσθέμενος Καίσαρι ἐτιμήθη πλέον ἢκατ'

ἀξίαν καὶ ἀντὶ λῃστοῦ δυνάστου περιέκειτο σχῆμα· ἱερεὺς δὲ γεγονώς, ὅπουὁ

Γεωγράφος λέγει, ἐντὸς μηνιαίου χρόνου κατέστρεψε τὸν βίον ὀξείᾳ νόσῳκατὰ μῆνιν

θεοῦ. οὐ γὰρ διετέθη ὡς ἱερεὺς ἀλλὰ διαφθορεὺς τῶν ἱερῶν. λέγειδὲ ἡ γεωγραφικὴ

ἱστορία καί, ὅτι αἱ Καλύδναι κατὰ τὸν ἐπὶ Λεκτὸν πλοῦνκεῖνται–ἀκρωτήριον δέ ἐστι τὸ

Λεκτόν–καὶ ὅτι Καλύδναι νῆσοι κατά τιναςαἱ Σποράδες, ὧν μία Καλύδνα, ἐξ ἧς αἱ

παρακείμεναι καλοῦνται. οἱ δὲ μίαννῆσον Καλύδνας φασὶ κληθῆναι πληθυντικῶς, ὡς

Ἀθήνας καὶ Θήβας.(ῃ. 681–5) Ὅτι μέχρις ὧδε ὁ ποιητὴς ἀπνευστὶ ὥσπερ ὑποφητεύσας

ταῖς Μούσαις, ἀφ' οὗ ἀπετείνατο πρὸς αὐτὰς ἐν τῷ «ἔσπετε νῦν μοι Μοῦσαι, οἵ

τινεςἡγεμόνες ∆αναῶν» καὶ τὰ ἑξῆς, ἐνταῦθα καταστατικῶς καί, ὡς οἱ παλαιοὶ δέφασιν,

ἠθικῶς ἐπιστρέφει τὸν λόγον ἐπὶ Ἀχιλλέα καὶ δευτέραν αὐτὸν ἀρχὴν Καταλόγου

ποιεῖται εἰπών· «νῦν αὖ τούς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τ' Ἄλον οἵ τ'

Ἀλόπην οἵ τε Τρηχῖν' ἐνέμοντο, οἵ τ' εἶχον Φθίην καὶ1.497 Ἑλλάδα καλλιγύναικα,

Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, τῶναὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς

Ἀχιλλεύς». ἔστι δὲ τὸ σχῆμα ἐλλειπτικὸν ἀπὸμακροῦ κοινοῦ. λέγει γὰρ ὅτι «νῦν δ' αὖ

τούτους ἔσπετέ μοι, ὦ Μοῦσαι, ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον καὶ ὑπὸ τῷ Ἀχιλλεῖ

ἦσαν». ποιεῖ δὲ τὴν καινὴνταύτην ἐξαλλαγὴν ὁ ποιητὴς διὰ τὸ μέλλειν ἐνταῦθα περὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

311

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!