18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

«παγκρατῆ» τὸν ∆ία εἰπών, ὡς πάντων ἀνάσσοντα. ὃ δὴ καὶ τῷὕπνῳ καθ' ἕτερον λόγον

ἐπιλέγεται.] Θεσπέσιος δὲ πλοῦτος ἢ ὁ πολύς, ὃν θεὸςἂν εἴποι, ἢ μᾶλλον ὁ ἐκ θεοῦ

πεσὼν ἤτοι χεθείς, ὅθεν καὶ οἱ διϊπετεῖς γίνονταιποταμοί. Τὸ δὲ Κρονίων καὶ ἐνταῦθα

ἐκτείνει τὴν παραλήγουσαν. (ῃ. 671–5)Ὅτι Νιρεὺς τρεῖς νῆας ἦγε Σύμηθεν, ἤγουν ἀπὸ

τῆς νήσου Σύμης, ὃν ἐξευτελίσαι μέλλων ἱστορικῶς ὁ ποιητής, ὡς καὶ ἀλαπαδνὸν καὶ

βραχύπολιν, προλαμβάνει συνιστῶν ἄλλως διὰ ἐπιμονῆς ἐπαναληπτικῶς ὡς μνήμης

ἄξιον.φησὶ γάρ, εἰ καὶ ὁ γραμματικὸς Ζηνόδοτος ἀθετεῖν τὰ ἐπαγόμενα λέγεται,ὅτι

«Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρὑπὸ Ἴλιον ἦλθε

τῶν ἄλλων ∆αναῶν μετ' ἀμύμονα Πηλείωνα». καὶ ὅρα ὅπωςτὸν καλὸν Νιρέα σχήματι

κάλλους τῇ ἐπαναφορᾷ συνεξωράϊσε. φασὶ δὲἐνταῦθα οἱ παλαιοί, ὅτι οὐδὲν πρὸς δόξαν

κάλλος ἀγεννές. τοῦτο δὲ εἶπον ἐκεῖνοιδιὰ τὸ ἐπαγαγεῖν τὸν ποιητήν, ὅτι «ἀλλ'

ἀλαπαδνὸς ἦν, παῦρος δέ οἱ εἵπετο», 1.494 τουτέστιν ὀλίγος, «λαός». ἔνθα θεωρητέον τὸ

φιλάληθες τοῦ ποιητοῦ, ναὶμέντοι καὶ τὴν τοῦ πιθανοῦ πραγματείαν, δι' ἥν, εἰ καὶ

φιλέλλην ἐστὶν, ἀλλ'οὐκ ἐπικρύπτει τὰ τῶν ∆αναῶν ἐλαττώματα, εἴ που καί εἰσι. τὸν

γοῦν Νιρέακάλλιστον μὲν εἶναι λέγει, ἄναλκιν δέ. Ἀχιλλεὺς δὲ ἀμφότερον, καὶ καλὸς

καὶἄλκιμος, οὗ καὶ ἐνταῦθα μνήμην ὁ ποιητὴς παρέρριψε συνήθως ἀεὶ θέλων

ἐπὶγλώσσης φέρειν αὐτόν. Λέγουσι δὲ ἐνταῦθα οἱ παλαιοὶ καί, ὅτι πάντας μὲν ὁποιητὴς

ἀξιομνήστους ποιεῖ, οὐ πάντας δὲ ἐπαινεῖ. ὅρα δὲ ὅπως καὶ οἱ γεννησάμενοι τὸν Νιρέα

πρὸς ὡραϊσμὸν ὀνομάζονται. μήτηρ μὲν γὰρ Ἀγλαΐα, Χάροπος δὲ βαρυτόνως πρὸς

διαστολὴν τοῦ ἐπιθέτου ὁ πατήρ. ἡ μὲν αἰγλήεσσα,ὁ δὲ χαρίεις, ὡς ἡ κλῆσις ὑπεμφαίνει.

(ῃ. 673) Τὸ δέ «ὑπὸ Ἴλιον ἦλθεν»,ἀντὶ τοῦ κατὰ τὸ Ἴλιον, ἵνα καὶ νῦν ληφθείη ἀντὶ

προθέσεως πρόθεσις, ἢ καὶδιότι ἠνεμόεν τὸ Ἴλιον ὡς ὑψηλόν. διὰ τοῦτο πάντες οἱ

Ἀχαιοὶ ὑπὸ Ἴλιονἐλθεῖν λέγονται ὡς μένοντες κάτω καὶ ὑπ' ἐκεῖνο. Ἀμύμονα δὲ τὸν

Ἀχιλλέα νοητέον, τουτέστιν ἀμώμητον κατά τε κάλλος τὸ νῦν μαρτυρηθὲν καὶ

ἀνδρίαντὴν φανησομένην καὶ τὴν φανερὰν εὐγένειαν καὶ ἄλλας δὲ ἀρετάς. (ῃ.

675)Ἀλαπαδνὸς δὲ ὁ ἀσθενὴς καὶ εὐπόρθητος, ἐκ τοῦ ἀλαπάζω, περὶ οὗ

πολλαχοῦγέγραπται. [Ἰστέον δὲ ὅτι συντελεῖ καὶ τοῦτο εἰς γνῶσιν συγγενείας τοῦ ˉζκαὶ

τοῦ ˉδ. ἀπὸ γὰρ τοῦ ἀλαπάζω γίνεται ἀλαπαδνός, ὡς παίζω παιδνός, ὀλοφύζω

ὀλοφυδνός· ἔστι γὰρ καὶ ὀλοφύζειν ὡς ὀτοτύζειν, καθὰ ὁ Κωμικὸςἐμφαίνει ἐν τῷ

Ὀτοτύξιοι, οὗ πρόκειται τὸ Ὀλοφύξιοι.] (ῃ. 671) Σύμη δὲ νῆσος, φασί, Καρικὴ καὶ πόλις

ὁμώνυμος, ἀπὸ Σύμης τῆς Ἰαλυσοῦ. ἱστορεῖταιδὲ καί, ὅτι Μεταποντίς τε καὶ Αἴγλη

ὠνομάσθη ποτέ. λέγεται δὲ καὶ πέρδικαςμαχίμους φέρειν. ἐθνικὸν αὐτῆς ὁ Συμαῖος. (ῃ.

673) Ἰστέον δὲ ὡς ἐν μὲν τῷ»ὃς κάλλιστος ἀνήρ» φασὶν οἱ παλαιοί, ὅτι ὥσπερ τοὺς ἐν

ἀνδρίᾳ καὶ μεγέθεικαὶ σώματι προὔχοντας, οὕτω καὶ τοὺς κάλλει διαπρέποντας ἐν τῇ

ἑαυτοῦ 1.495 ποιήσει διδάσκει ὁ ποιητής. (ῃ. 675) Ἐν δὲ τῷ «ἀλλὰ ἀλαπαδνὸς ἦν»

λέγουσιν,ὅτι ἀπήλλαξεν ἡμᾶς ὁ ποιητὴς τῆς εἰσέπειτα ζητήσεως, τουτέστιν

ἐμάθομενἀλαπαδνὸν τὸν Νιρέα καὶ οὐκέτι ζητήσομέν που αὐτὸν ἐν τοῖς ἐφεξῆς, ὃ δὴ

καὶἐπὶ τοῦ Θερσίτου, ἄλλως μέντοι, πεποίηκεν. (ῃ. 676–80) Ὅτι Θεσσαλὸςυἱὸς

Ἡρακλέος, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος, τριάκοντα νηῶν ἀρχηγοί. ὧν οἱ

στρατιῶται «Νίσυρον εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλουπόλιν νήσους τε

Καλύδνας». Τούτων δὲ ἡ μὲν Κάσος οὐ περιᾴδεται τοῖςπαλαιοῖς. περὶ δὲ Νισύρου καὶ τῆς

Κῶ καὶ Καλυδνῶν καὶ Καρπάθου, ἣν Κράπαθον ὁ ποιητὴς εἶπε μεταθέσει τοῦ ˉρ, δι'

εὐχρηστίαν μέτρου, ὁμοίως τῷκαρδία κραδία, ἐν τοῖς τοῦ Περιηγητοῦ τὰ δέοντα

γέγραπται. νῦν δὲ ὡς ἐνβραχεῖ ταῦτα ῥητέον. ὅτι ἐν Νισύρῳ οἶνος ἀγαθός, ὁ ἐξ αὐτῆς

Νισύριοςκαλούμενος, καὶ ὅτι ἐκτείνει τὴν ἄρχουσαν διὰ τὸ μέτρον καὶ ὅτι ἀπὸ τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

310

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!