18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γράφων ποτὲ μὲν καιρόν τινα τίθησι,μεθ' ὃν ἐλπὶς ἔσται τελεσθῆναι τὸ πρᾶγμα, ποτὲ δὲ

τοιοῦτον μέλλοντα καιρὸνὑποτίθεται, μεθ' ὃν οὐκέτι ὅλως ἔσται τὸ πρᾶγμα. [ὃ καὶ ἔστιν

εἰπεῖν ὑπόσχεσινἀπαρνητικὴν ἢ κατάθεσιν ἀτελεσφόρητον], οἷον· ὁ μὲν εἰπών, ὅτι οὐ

παύσομαιὀχλῶν, ἕως ἂν ἀνύσω τὸ σπουδαζόμενον, καιρὸν ἔθετό τινα ἐν τῷ

μέλλοντι,καθ' ὃν παύσεται τοῦ ὀχλεῖν. ὁ δὲ εἰπών «οὐκ ἂν ἀποκριθείην σοι, ἄχρις ἂν

ἐκτεμεῖς μου τὴν γλῶσσαν» τοιοῦτον καιρὸν ὑπέθετο μέλλοντος, οὗ ἐλθόντος

οὐδ'οὕτως ἔσται τὸ πρᾶγμα. πῶς γὰρ ἂν ὁ τὴν γλῶσσαν ἐκτμηθεὶς ἔχοι λαλεῖν; ὁτοίνυν

οὕτω καιροσκοπῶν οὐδέποτε τὸ πρᾶγμα ἐπιτελέσαι βούλεται. πολλὰτοιαῦτα σχήματα

παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς. πρὸ δὲ ἐκείνων ἐνταῦθα τοιοῦτόνἐστι. λέγει τῷ Χρύσῃ ὁ

βασιλεύς, ὅτι «οὐ λύσω τὴν Χρυσηΐδα πρίν μιν καὶγῆρας ἔπεισιν ἐν Ἑλλάδι» τουτέστιν

οὐδέποτε λύσω αὐτήν. εἰ γὰρ μὴ νῦν, ὅτεκαὶ νεάζει καὶ τῆς πατρίδος ἐστὶν ἐγγύς, ὅτε

περιὼν ὁ πατὴρ αὐτὴν ἐξαιτεῖται,ὅτε δῶρα δίδοται, πολλῷ πλέον οὐ λύσει αὐτὴν ὅτε

μηδὲν τούτων γίνεται. καιρὸνοὖν ὑποτιθεὶς ὁ βασιλεύς, ἐν ᾧ ἔσται τὸ ὑπεσχημένον,

ἀνάνευσιν τελείαν ποιεῖταιτῆς πράξεως. ὅρα δέ, οἷος ἔσται ὁ βασιλεύς, ἐὰν μετὰ μικρὸν

ἐξ ἀνάγκης 1.49 ψεύσηται, καὶ οὔτε δῶρα λαβών, ἀλλὰ καὶ ἑκατόμβην προσεπιθεὶς τὴν

παιδίσκηνἀποπέμψῃ τῷ πατρί. καὶ τοῦτο μὲν τοιοῦτον. ἐν δὲ τῷ «καὶ γῆρας ἔπεισι»

δοκεῖἐκ περισσοῦ κεῖσθαι καὶ πρὸς οὐδὲν ἀναγκαῖον ὁ ˉκˉαˉι σύνδεσμος. Τὸ δὲ

ἔπεισινἀντὶ μέλλοντός ἐστι τοῦ ἐπελεύσεται. πολλαχοῦ γὰρ οἱ παλαιοὶ χρόνους

ἀντὶχρόνων λαμβάνουσι. καὶ οὕτω μὲν ὁ ποιητὴς αἰτιατικῇ συντάσσει τὸ «ἔπεισι»λαβὼν

αὐτὸ ἀντὶ τοῦ καταλήψεται. οἱ δὲ μεθ' Ὅμηρον δοτικῇ συντάσσουσιν,οἷον «ἔπεισί μοι

ποιεῖν τάδε». τοιοῦτον δὲ καὶ τὸ «τοῖς μύρμηξι πονεῖν ἐπῄει».(ῃ. 30) Ὅτι Ἄργος

ἐνταῦθα, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ, τὴν Πελοπόννησον λέγει εἰπών «ἡμετέρῳ ἐνὶ

οἴκῳ, ἐν Ἄργεϊ». οὐ γὰρ τὸ ἰδίως οὕτω λεγόμενονἌργος, ἡ πόλις, οἶκος ἦν

Ἀγαμέμνονος, ἀλλ' αὐτὸ μὲν ὑπὸ τὸν ∆ιομήδην ἦν, ὁ δὲ Ἀγαμέμνων τῶν Μυκηνῶν ἦν

βασιλεύς. ὅτι δὲ ἀπό τινος Ἄργου τὸ Ἄργοςλέγεται καὶ εἴ τι ἄλλο εἰς τοῦτο ῥηθῆναι δεῖ,

κατ' ἐπιτομὴν ζητητέον εἰς τὰ τοῦ Περιηγητοῦ. [Ὅρα δὲ ὡς ἐν ἑνὶ τόπῳ τὴν ˉεˉν

πρόθεσιν καὶ κοινῶς προήγαγε καὶ ποιητικῶς. τοιοῦτον γὰρ ἡ ἐνὶ κατ' ἐπέκτασιν, ἥτις

ἐπέκτασις ὑπερτεθεῖσαποιεῖ ἐκ δισυλλάβου τῆς ˉἐˉνˉι προθέσεως τὴν ˉεˉἰˉν πρόθεσιν,

οἷον «εἰν Ἀΐδαοδόμοισιν».]

(ῃ. 31) Ὅτι ἡ τοῦ βασιλέως πρὸς τὸν Χρύσην δημηγορία μίγμαἔχει λυπηρῶν τε

καὶ ἡδέων· λυπηρὸν μὲν τὸ μὴ λαβεῖν τὴν θυγατέρα καὶ τὸ μετὰἀπειλῆς ἀποπεμφθῆναι,

ἡδὺ δέ πως ἡ περὶ τῆς παιδὸς ἀγαθὴ ὑπόσχεσις. οὐγὰρ σιτοποιὸν αὐτὴν ἕξειν φησὶν ὁ

βασιλεὺς οὐδὲ ὑδροφόρον, ἀλλὰ ἱστὸνἐποιχομένην. ὃ δὴ καὶ Ἑλένη ἐν Τροίᾳ ποιεῖ καὶ

Πηνελόπη ἐν Ἰθάκῃ καὶΚαλυψὼ δὲ καὶ Κίρκη. Ἔτι δέ φησι «καὶ ἐμὸν λέχος ἀντιόωσαν»,

ὅπερ ταὐτὸν εἶναι δοκεῖ τῷ «λέχος πορσαίνουσαν» ἢ «πορσύνουσαν», ὃ ἐν τῇ γʹῥαψῳδίᾳ

κεῖται. τοῦτο δὲ εἴρηται μὲν σεμνῶς· ἔχει δέ πως μέσως κατὰ τὴν ἔννοιαν, ἵνα ὁ μὲν

γέρων ἔχῃ νοεῖν ἀντὶ τοῦ μετέχουσαν καὶ κοινωνοῦσάνμοι κοίτης, ὁ δὲ λοιπὸς

ἀκροατὴς ἀντὶ τοῦ ἀντῶσαν τῷ ἐμῷ λέχει τρόπονθαλαμηπόλου [σχολαζούσης παρὰ

κοιτῶνα]. ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὕτωσεμνῶς ἔφρασε φειδοῖ τοῦ τε βασιλέως καὶ

τῶν ἀκροατῶν. Θεόκριτος δὲμιμησάμενος ἐν τῷ «αὐτή μοι στορέσει καλὰ δέμνια»

σαφέστερον μὲν εἶπε, 1.50 καθεῖλε δὲ τὴν ἡρωϊκὴν ἔμφασιν καὶ σεμνότητα. τοιοῦτον δὲ

καὶ παρ' Εὐριπίδῃἐν Ἑλένῃ τὸ «λέχος ὑποστρῶσαι». Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν τὸ

ἀντιόωσαναἰτιατικῇ συνέταξεν· ἐν μέντοι τῷ «ἀντιόων ταύρων καὶ αἰγῶν

ἑκατόμβης»γενικῇ τὸ ἀντιόων συντέτακται, διότι καὶ ἄλλο ἐκεῖνο τὸ ἀντιᾶν. τοῦτο μὲν

γὰρἐπὶ ἁπλῶς ἐγγύτητος, ἐκεῖνο δὲ ἐπὶ γευστικῆς ἀπολαύσεως. Ἰστέον δὲ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

31

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!