18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐνταῦθα τὴν Θεσπρωτικὴν λέγεσθαι, τὴν μετονομασθεῖσαν Κέρκυραν, λέγοντες καὶ

Σελλήεντα ποταμὸν Θεσπρωτίας. διάφοροι δὲ Ἔφυραι, εἴπερ ὁ Γεωγράφος καὶ εἰς ἐννέα

ταύτας μετρεῖ. εἴρηται δὲ περὶ αὐτῶν καὶ ἐν τῷ περὶ Κυλλήνηςπρὸ τούτων λόγῳ· καὶ ἐν

τοῖς ἑξῆς εἰρήσεταί που. περὶ πάσας δὲ ἢ τὰς γοῦνπλείους Ἐφύρας ἱστορεῖται Σελλήεις

ῥέειν ποταμὸς συναμφιβαλλόμενος καὶαὐτός, ὅτε που Ἔφυρα ἀμφιβάλλεται. (ῃ. 660)

Ἔοικε δὲ καὶ πολλὰς ἡ τοιαύτη Ἔφυρα πόλεις ἔχειν περὶ αὐτήν, ὡς δηλοῖ τὸ «πέρσας

ἄστεα πολλά», τουτέστιπορθήσας. τοῦτο δὲ σχῆμά ἐστι καινόν, ἤγουν τὸ «βίη Ἡρακλέος

πέρσαςἄστεα πολλά», καὶ ὡς εἰπεῖν σολοικοφανές. καὶ ὡμοίωται τῷ «ψυχὴ Θηβαίου

Τειρεσίου χρύσεον σκῆπτρον ἔχων». ὥσπερ γὰρ ἐν τούτῳ οὐ πρὸς τὸ λεγόμενονἤγουν

πρὸς τὸ «ψυχὴ Τειρεσίου» ἀποδέδοται τὸ ἔχων, ἀλλὰ πρὸς τὸ νοούμενον–ψυχὴ γὰρ

Τειρεσίου ὁ Τειρεσίας νοεῖται, ὃς καὶ ἔχων σκῆπτρονἀσολοικίστως λεχθήσεται–οὕτω

καὶ ἐνταῦθα βίη Ἡρακλέος ὁ Ἡρακλῆς ἐστιν, ὃς καὶ πέρσας λέγεται ἄστεα πολλά. [Τὸ δέ

«διοτρεφέων αἰζηῶν»ταὐτόν ἐστι τῷ βασιλικῶν ἀνδρῶν, οἷς δηλαδὴ πόλεις

ἀνάκεινται.] (ῃ. 661) Εὔπηκτον δὲ μέγαρον τὸ εὐπαγὲς λέγει καὶ στερεόν. οὕτω δὲ καὶ τὸ

πηκτὸννοεῖται ἄροτρον καὶ τὸ νῆας ἔπηξεν, ἀντὶ τοῦ συνεστήσατο στερεῶς, ὅπερ

παράγεικαὶ τὸν ναυπηγὸν καὶ τὴν Ναύπακτον δέ, ὡς ἐν ἄλλοις εἴρηται. (ῃ. 662) Τὸδὲ

κατέκτα συστέλλει τὴν λήγουσαν κατὰ τοὺς παλαιούς, ὡς μὴ ὂν δευτέραςσυζυγίας,

ἀλλὰ ἀποκοπὲν ἐκ τοῦ ἔκτανε. (ῃ. 663) Τὸ δέ «ἤδη γηράσκοντα»ἢ ἁπλῶς οὕτω

παρέρριψεν ἤ, ἵνα σεμνύνῃ τὸν Λικύμνιον. οὐκ ἂν γὰρ τάχα ὁ Τληπόλεμος Λικύμνιον

τὸν τοῦ Ἄρεος ὄζον οὕτω ῥᾳδίως ἀνεῖλεν, εἰ μὴ ἐγήρασκε. (ῃ. 664) Τὸ δὲ ταχὺ νῆας

πῆξαι τὸ τάχος ἐνδείκνυται τοῦ φυγεῖνσπεύδοντος. Τὸ δέ «πολὺν λαὸν ἀγείρας» εἰς

πιθανότητα κεῖται τοῦ ἁλῶναι τὴνῬόδον οὕτω ῥᾳδίως καὶ οἰκηθῆναι ὑπὸ τῶν περὶ τὸν

Τληπόλεμον. (ῃ. 665) Τὸ δὲ ἠπείλησαν λέγεται μέν ποτε καὶ παθητικῶς, δηλοῖ δέ, ὡς οἱ

παλαιοί φασι,πολιτικὴν ἡμερότητα. Ἑλληνικὸν γάρ, φασί, τὸ μὴ φόνῳ φόνον λύειν,

φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον, ὥστε Σόλων, φασίν, ἐντεῦθεν λαβὼν ὥρισε τοῦτο.(ῃ.

666) Τὸ δέ «υἱοὶ καὶ υἱωνοὶ Ἡρακλέος» τὴν τῶν Ἡρακλειδῶν δηλοῖ1.493 πολυπλήθειαν.

πολλοὶ γὰρ ἀληθῶς εἶναι ἱστόρηνται. (ῃ. 667) Τὸ δέ «ἄλγεαπάσχων», ὡς

παρακολούθημα εἴρηκε τῶν πλανωμένων. εἰ γὰρ καὶ ἔπηλυςἐλθὼν εἰς Ῥόδον ὁ

Τληπόλεμος ἐκράτησεν, ἀλλὰ πολλὰ φθάσας ἔπαθεν ἀλγεινά,ὥστε εἴη ἂν καὶ ἡ ἄλη, ὅ

ἐστιν ἡ πλάνη, ἄλγη τις ἐλλείψει τοῦ ˉγ. (ῃ. 668–70) Τὸ δέ «τριχθὰ ᾠκήθησαν» καὶ τὸ

«καταφυλαδόν» τί δηλοῦσι, προγέγραπται. Τὸ δέ «ἐφιλήθησαν ἐκ ∆ιός» πρὸς τὴν

κοινήν φασι δόξαν εἴρηται. οἱ γὰρπολλοὶ θεοφιλεῖς τοὺς πλουσίους οἴονται· τοιοῦτοι δέ

ποτε περιᾴδονται οἱῬόδιοι, περὶ ὧν ὁ μὲν ποιητὴς ἀνθρωπίνως καὶ ἀσφαλῶς λέγει, ὅτι

θεσπέσιοςπλοῦτος κατεχέθη αὐτοῖς, ὁ δὲ μῦθος, ὅτι χρυσῆν νεφέλην ὑπὲρ τῆς

Ῥόδουμετεωρίσας ὁ Ζεὺς χρυσὸν τοῖς ἐκεῖ ἔβρεξεν, ἐπεί, φασί, πρῶτοι γεννωμένῃτῇ

Ἀθηνᾷ ἔθυσαν, ὡς καὶ Πινδαρικὸς παραλαλεῖ μῦθος, οὗ τάχα ὑπόμνησινἔχει καὶ

ἐνταῦθα τὸ «πλοῦτον κατέχευε Κρονίων». τὸ γὰρ καταχέειν οὐκἀσυγγενὲς τῇ βροχῇ.

καὶ ἄλλως δὲ ἐφιλήθησαν ἐκ ∆ιὸς οἱ περὶ τὸν Τληπόλεμονὡς βασιλεύσαντες ἐν τῇ

Ῥόδῳ. ∆ιῒ γὰρ φίλοι οἱ βασιλεῖς. (ῃ. 669) Τὸ δέ «ὃςθεοῖς καὶ ἀνθρώποισιν ἀνάσσει»,

[ἁπλῶς οὕτω παραρριφὲν πρὸς ἐντέλειανἔπους καὶ οὐ πρός τι ἀναγκαῖον,]

ἐφερμηνευτικόν ἐστι τοῦ «Ζεὺς πατὴρἀνδρῶν τε θεῶν τε», ὡς ταὐτὸν ὂν τρόπον τινὰ

βασιλέα τε καὶ πατέρα εἰπεῖν,διὰ τὸ χρῆναι τὸν ἄρχοντα πατρὸς δίκην τῶν ὑπηκόων

κήδεσθαι, ὃ καὶ ἐνὈδυσσείᾳ φανερῶς δηλοῦται, ὅπου λέγει· «πατὴρ δ' ὣς ἤπιος ἦεν».

διὸ καὶπαρ' Ἡροδότῳ Καμβύσης μὲν δεσπότης, Κῦρος δὲ πατὴρ τοῖς Πέρσαις ἦν.ὁ μὲν

γὰρ ἀγρίως ἦρχεν, ὁ δὲ ἠπίως. [Λαμβάνει δ' ἐκ τῆς ἐννοίας ταύτηςἀφορμὴν καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

309

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!