18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἡγεμόνευεν».ἐπανέλαβε δὲ ὁ ποιητὴς οὐ μόνον, ἵνα εὐθὺς ἱστορίαν παραπλέξῃ σαφῶς

καὶεὐφυῶς τὴν ῥηθησομένην, ἀλλὰ καὶ ἵνα ἐφερμηνεύσῃ τὸ «Τληπόλεμος ἄγε

νῆαςῬοδίων», ὅτι ταὐτόν ἐστι τῷ «ἡγεμὼν ἦν τῶν Ῥοδίων». οὐ γὰρ ἁπλῶς πᾶς ὁ νῆάς

τινων ἄγων ἤδη καὶ ἡγεμονεύει ἐκείνων ὡς βασιλεύς. οὕτω δὲ καὶ τὸ «οἳῬόδον

ἀμφενέμοντο» ἐφερμηνευτικόν ἐστι τοῦ «ἐκ Ῥόδου ἐννέα νῆας ἦγε Ῥοδίων», ἵνα δείξῃ

σαφῶς, ὅτι οἱ ἐκ Ῥόδου νῆας Ῥοδίων ἄγοντες οὗτοι καὶῬόδιοι ἦσαν. ἄλλως γὰρ οὐκ ἦν

τοῦτο πάνυ σαφές, ἐπεί τοι καὶ οἱ Ἀρκάδες ἐκΜυκήνης, τῆς ὑπὸ τὸν Ἀγαμέμνονα, νῆας

Μυκηναίων ἄγοντες, ὅμως οὐκ ἦσαν Μυκηναῖοι. (ῃ. 654) Περὶ δὲ Ῥόδου ζήτει καὶ ἐν

τοῖς τοῦ Περιηγητοῦ, εἰ δὲ βούλει, καὶ ἐν τοῖς τοῦ Πλουτάρχου· πάνυ γὰρ καὶ αὐτὸς

τοὺςῬοδίους ἐξαίρει. ὁμοίως καὶ Πίνδαρος. ἦν δὲ καὶ Αἰγυπτία Ῥόδος κατὰ Ἡρόδοτον,

ὥσπερ καὶ Χίος. φησὶ γοῦν ἐκεῖνος οὕτως· «εὐδαιμονῆσαι λέγεται Αἴγυπτος ἐπὶ Ἀμάσιος

μάλιστα καὶ πόλεις γενέσθαι τότε πάσας δισμυρίας τὰς οἰκουμένας, ἐν αἷς καὶ Ἰώνων

μὲν Χίος, Τέως, Φώκαια, Κλαζομεναί, ∆ωριέων 1.489 δὲ Ῥόδος, Κνίδος καὶ ἄλλαι τινές».

(ῃ. 653) Ἠῢς δὲ ὁ ἀγαθός, ἐξ οὗ κατὰ Ἡρόδωρον καὶ Ἀπίωνα καὶ ὁ ἐνηής, ἢ καὶ ἄλλως ὁ

πλατύς. καὶ ῥηθήσεται ἀλλαχοῦ, ὅπως γίνεται. (ῃ. 654) Ἀγέρωχοι δὲ οἱ ἄγαν γέρας

ἔχοντες, ἵνα εἶενἀγεράοχοι καὶ ἐν συναιρέσει ἀγέρωχοι [κατ' ἐπίτασιν τῶν ἁπλῶς

γεραρῶν.δηλοῖ δέ, φασίν, οὕτως ἡ λέξις τοὺς σεμνούς, ὡς Ἀλκμὰν βούλεται. Ἀλκαῖος

δέ, φασί, καὶ Ἀρχίλοχος ἀγέρωχον τὸν ἄκοσμον καὶ ἀλαζόνα οἶδε. τοῦτο δὲἴσως ἐκ

μεταφορᾶς τοῦ ὑπερηρμένου καὶ ὑπερφανοῦς, ἐξ οὗ πλεονασμῷ τοῦἦτα ὑπερήφανος,

καὶ τοῦ κούφου καὶ ἐλαφροῦ, ὃς ἄγοιτο ἂν ῥᾷον ὑπὸ ὄχουἤγουν ἅρματος. μέση οὖν

λοιπὸν λέξις καὶ ὁ ἀγέρωχος. ὅτε δὲ Τρῶές πουἀγέρωχοι καὶ Λύκιοι λεχθήσονται,

δύναται ἡ λέξις οὐ μόνον δηλοῦν σεμνοὺςτοὺς τοιούτους, ἀλλὰ καὶ ἡνιοχικοὺς παρὰ τὸ

ἄγειν ῥᾷον καὶ ἐλαύνειν ὄχους, οἳκαὶ ὄχεα λέγονται διγενῶς, ὁμοίως τῷ ὁ σκότος καὶ τὸ

σκότος καὶ τοῖς ὅσατοιαῦτα.] (ῃ. 655) Τὸ δέ «διατρίχα κοσμηθέντες» οὐ βούλονται οἱ

παλαιοὶπροπαροξύνεσθαι διάτριχα. ὑπερβαίνουσα γὰρ ἡ πρόθεσις εἰς τὴν

μετοχὴνκαθιστᾷ τὴν ἀνάγνωσιν οὕτω «διακοσμηθέντες τρίχα», ἤγουν τριχῶς,

τουτέστινεἰς μέρη τρία. πῶς δὲ τρίχα; εἰς Λίνδον, εἰς Ἰηλυσὸν καὶ εἰς Κάμιρον. τὸ

δέ»τρίχα διακοσμηθῆναι» παρακατιὼν ὁ ποιητὴς «τριχθὰ οἰκῆσαι» φησί. τοῦτοδὲ εὐθὺς

καὶ ἄλλως διασαφῶν ἐπάγει καταφυλαδόν, ὅπερ ἀλλαχοῦ διῃρημένωςεἶπεν ἐν τῷ

«κρῖνε ἄνδρας κατὰ φῦλα». οὕτως ὁ ποιητὴς κἀνταῦθα διασαφητικὸςἑαυτοῦ καὶ

παραφραστικός, ἔτι δὲ καὶ πλατυντικός, ὅποι χρεών, καὶ αὖ πάλινἀποστενωτικός. (ῃ.

656) Τῶν δὲ ῥηθεισῶν τριῶν πόλεων ἡ μὲν Λίνδος φυλάσσειἔτι καὶ νῦν τὴν κλῆσιν, ἐξ

ἧς Κλεόβουλος, εἷς τῶν ἑπτὰ σοφῶν, αἱ δὲ λοιπαὶδύο παραφωνοῦνται. ὁ δὲ Γεωγράφος

κύρια ὀνόματα οἶδε τὸν Λίνδον, τὸν Ἰηλυσὸν καὶ τὸν Κάμειρον, ὧν αἱ πόλεις ὁμώνυμοι.

κατὰ δέ τινας, φησί, κτίσας ὁ Τληπόλεμος τὰς πόλεις ἔθετο αὐταῖς ὀνόματα ὁμωνύμως

θυγατράσι τοῦ ∆αναοῦ. τὴν δὲ Λίνδον ἐπὶ ὄρους ἱδρῦσθαι λέγει, ἀνατείνουσαν πρὸς

μεσημ1.490 βρίαν καὶ πρὸς Ἀλεξάνδρειαν μάλιστα, ἔχουσαν ἱερὸν ἐπιφανὲς Λινδίας

Ἀθηνᾶς,∆αναΐδων ἵδρυμα. ἦν δέ, φησί, καὶ κώμη Ἰαλυσός. [Ἰστέον δὲ ὅτι Λίνδος

οὐμόνον Ῥοδία πόλις, ἀλλὰ καί τι ἀρωματικὸν εἶδος, ὡς δῆλον ἐκ τοῦ «ὀσμὴλιβάνου,

σμύρνης, καλάμου, στύρακος, λίνδου», ὥς φησιν Ἀθήναιος.] Τὴν δὲῬόδον τὴν πόλιν

ὕστερόν φησι κτισθῆναι κατὰ τὰ Πελοποννησιακὰ ὑπὸἀρχιτέκτονος, ὑφ' οὗ καὶ ὁ

Ἀττικὸς λιμήν, ὁ Πειραιεύς. ὁ δὲ τὰ Ἐθνικὰ συλλέξας καὶ Σικελικὴν πόλιν Λίνδον

ἱστορεῖ, ὃς καὶ τὴν παρ' Ὁμήρῳ Ἰηλυσὸν Ἰαλυσὸνγράφει λέγων εἶναι καὶ ἐν Σκυθίᾳ καὶ

ἐν τῷ Ἀδρίᾳ δὲ κόλπῳ Ἰαλυσόν. τὴν δὲΚάμιρον διὰ τοῦ ˉι καὶ αὐτὸς γράφει πρὸς

διαστολὴν τοῦ κυρίου. τὸ γὰρ κύριον,ὁ Κάμειρος, διὰ διφθόγγου γράφεται. Κάμιρον δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

307

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!