18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πρὸς τῇ λοιπῇ ἀνδρίᾳ. διὸ καὶ Μελέαγρος φερωνύμως ὠνόμαστο διὰ τὸ μέλειναὐτῷ τῆς

ἄγρας. ἰδίᾳ δὲ αὐτὸν ἐξεφώνησεν ὁ ποιητὴς κατ' ἐξοχὴν τῶνἑτέρων παίδων τοῦ Οἰνέως.

καὶ ἔστι τὸ σχῆμα ὅμοιον τῷ «Τρῶάς τε καὶ Ἕκτορα». τὴν δὲ ἐνδοξότητα τῆς Πλευρῶνος

καὶ τῆς Καλυδῶνος δηλοῖ καὶ τὸ»Καλυδὼν καὶ Πλευρών, πρόσχημά ποτε τῆς Ἑλλάδος»,

ὡς εἴ τις εἴπῃ»πρόσωπον τηλαυγές» κατὰ Πίνδαρον ἢ προκόσμημα. ἡ δὲ τραγῳδία εἴποι

ἂν»προνώπιον», [οὗ ἐντελὲς τὸ προενώπιον, στερηθὲν τοῦ ˉε κατὰ τὸ σκορακίζειν,ὅπερ

ἐστὶν ἐς κόρακας πέμπειν, καὶ κατὰ τὸ σκερβόλλειν, ἤγουν ἐς κέαρβάλλειν, καὶ κατὰ τὸ

νέρτερος καὶ κατὰ τὸ ξανθός καὶ κατὰ τὸ σκαρδαμύττειν,περὶ ὧν ἐν ἄλλοις ἐρρέθη.] Ὅτι

δὲ καὶ παραρρέει τὴν Αἰτωλίαν ὁ Ἀχελῷος, δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι Πίνδου πρὸς

νότον Ἀχελῷος ῥέει μέσος Αἰτωλῶνκαὶ Ἀκαρνάνων. ἔχουσι δέ, φησίν, Ἀκαρνᾶνες μὲν

τὸ πρὸς ἑσπέραν μέρος αὐτοῦ,Αἰτωλοὶ δὲ τὸ πρὸς ἕω μέχρι Λοκρῶν, οἳ καλοῦνται

Ὀζόλαι, καὶ τοῦ Παρνασοῦ.Λέγει δὲ καί, ὅτι Ἀκαρνάνων μὲν ὑπέρκεινται βορειότεροι

∆όλοπες, Αἰτωλῶν δὲ Ἀθαμᾶνες καὶ Περραιβοὶ οἱ μετ' ὀλίγα ῥηθησόμενοι. (ῃ. 645–52)

Ὅτι καὶΚρητῶν ὀγδώκοντα νῆες ἦσαν, ὡς καὶ ἐπὶ τῶν Ἀργείων φθάσας εἶπεν,

οἳΚνωσσόν τε εἶχον Γόρτυνά τε, Λύκτον, Μίλητόν τε καὶ Λύκαστον, Φαιστόν τεῬύτιόν

τε. λέγει δὲ τὴν μὲν Γόρτυνα τειχιόεσσαν, ὡς καὶ πρὸ μικροῦ τὴν Τίρυνθα, διὰ τὸ

ἐρυμνόν· τὴν δὲ Λύκαστον ἢ τὸν Λύκαστον ἀργινόεντα,τουτέστι λευκόγειον. ἀργιλώδης

γάρ που ἡ ἐκεῖσε γῆ. ταὐτὸν δὲ ἀργινόενταεἰπεῖν καὶ ἀργιλώδη διὰ τὴν τοῦ ˉν καὶ τοῦ

ˉλ συγγένειαν [τὴν δηλουμένην καὶἐν τῷ νεογιλός, ὁ οἷον νεογινὸς καὶ ἐν συγκοπῇ

νεογνός, καὶ ἐν τῷ Ἀθήνη·Ἀθήλη γάρ, φασίν, ἐκείνη, ὡς μὴ θηλάσασα.] Ὅρα δὲ ὅτι

εἰπὼν ὁ ποιητής «οἳ Κνωσσὸν εἶχον», τοὺς δὲ λοιποὺς Κρητικοὺς τόπους δίχα ῥήματος

προαγαγὼν κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ὁποῖόν τι καὶ ἀνωτέρω ἐν τῷ

Αἰτωλικῷκαταλόγῳ ἐποίησεν, ὅμως ὕστερον ἐπήγαγεν· «ἄλλοι τε, οἳ Κρήτην

ἑκατόμπολινἀμφενέμοντο». (ῃ. 646) Ὅτι δὲ ἡ Κνωσσὸς βασίλειον ἦν ἐν τῇ Κρήτῃ καὶ

περὶ Γόρτυνος δέ, ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ εἰπεῖν ἀρκεῖ, ὅτικατὰ τὸν

Γεωγράφον ἐν πεδίῳ ἡ τῶν Γορτυνίων, ἣν παραρρέει Ληθαῖοςποταμός, τειχιόεσσα μέν

ποτε καθ' Ὅμηρον, ἀποβαλοῦσα δὲ τὸ τεῖχος ἐκθεμελίων καὶ ἀτείχιστος μείνασα. ὁ γοῦν

Φιλοπάτωρ ἀρξάμενος τειχίζειν ἐπὶὀγδοήκοντα σταδίους παρῆλθε μόνον. Κνωσσοῦ δὲ

κύκλος ἀρχαῖος τριάκοντα 1.486 στάδια. κεῖται δὲ ἀντικρὺ Πελοποννήσου

πρόσβορος. οὕτω δὲ ἠδύναντο ἡ Κνωσσὸς καὶ ἡ Γόρτυνα, ὥστε συμπράττουσαι,

φασίν, ἀλλήλαις πάνταςὑπηκόους εἶχον τοὺς ἄλλους, στασιάσασαι δὲ διΐστων τὰ κατὰ

τὴν νῆσον.προσθήκη δέ, φασίν, ἡ Κυδωνία μεγίστη ὁποτέροις προσγένηται. ἦν δὲ ἡ

Κυδωνία ἐπιφανεστάτη καὶ αὐτή. (ῃ. 647) Λύκτος δέ, ἧς ἐπίνειον ἡ λεγομένη

Χερόννησος, ὠνόμασται ἀπὸ Λύκτου, υἱοῦ Λυκάονος, ὡς ὁ γράψας τὰ Ἐθνικὰ ἱστορεῖ.

ἔνιοι δέ, φησί, Λύττον αὐτὴν καλοῦσιν, ὡς ἐν μετεώρῳ τόπῳ κειμένην. τὸ γὰρ ἄνω καὶ

ὑψηλὸν λύττον φασί. Μίλητος δέ, ἡ Κρητικὴ αὕτη,προϋπῆρχε τῆς Ἀσιανῆς Μιλήτου, ἣν

ἔκτισεν ὁ παλαιὸς Σαρπηδὼν ἀγαγὼνοἰκήτορας καὶ καλέσας αὐτὴν κατὰ τὸν

Γεωγράφον ἐκ τῆς Κρητικῆς Μιλήτου.ὅτι δὲ πολλαὶ Μίλητοι, καὶ ὡς πολλὰς ἀποικίας

ἔστειλαν, δῆλον ἐκ τῶν ἱστοριῶν.καὶ ἡ μὲν Κρητικὴ οὐ πολὺν ἔχει παρὰ τοῖς ἱστοροῦσι

πλατυσμόν, ἡ δὲ Ἰωνικὴπλουτίζεται τοῖς κατ' αὐτὴν σεμνώμασι, τοῖς τε ἄλλοις καὶ τῷ

περὶ αὐτὴνμεγίστῳ ναῷ ποτε, ὃς διέμεινε, φασί, χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος, καὶ

τοῖςσοφοῖς δέ, ὧν εὐφόρησε, τῷ τε Θάλητι καὶ τῷ Φωκυλίδῃ καὶ τῷ παρρησιαστικῷ

ῥήτορι Αἰσχίνῃ, ὃς οὐκ εἰς καλὸν τῆς παρρησίας ἀπώνατο, καὶ τῷκιθαρῳδῷ Τιμοθέῳ, εἰς

ὃν ἐπίγραμμα τοιοῦτον· «πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας

δεξιὸν ἡνίοχον». γέγραπται δὲ περὶ Μιλήτου καὶ ἐν τοῖς εἰς τὸν Περιηγητήν. Λύκαστος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

305

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!