18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἧς ὁ Ὀδυσσεὺς ἦρχεν, ἥνωται ἡ Αἰτωλία. καὶ οὕτως εὐτακτεῖται ὁ Κατάλογος. (ῃ. 638)

Αἰτωλία δὲ ἡ χώρα καὶ Αἰτωλοὶ τὸ ἔθνος ἀπὸ Αἰτωλοῦ καλοῦνται, υἱοῦ Ἐνδυμίωνος, ὡς

καὶ ἐν τοῖς ἑξῆς ἱστορηθήσεται, ὃς ἐκπεσὼν Πίσης, τῆς ἐν Πελοποννήσῳ, ὑπὸ

Σαλμωνέωςσυνῴκισε τὴν ἀπ' αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δέ, φασίν,

Ὕαντεςἐκαλοῦντο. ἦν δέ, φασί, καὶ Πελοποννήσου πόλις Αἰτωλία. ὀξύνεται δὲ τὸ

Αἰτωλός, ὡς τὸ Πακτωλός καὶ ἁμαρτωλός καὶ ὅλως τὰ ἔχοντα τὸ ˉτ πρὸ τοῦˉω

ἀρσενικά· διὸ τὸ Μαύσωλος προπαροξύνεται ὡς μὴ ἔχον τὸ ˉτ. Ἱστορεῖταιδέ, ὅτι

εὐδοκίμουν οἱ Αἰτωλοὶ περὶ σφενδόνην, μακροβολωτέραν, κατὰ τὸν Γεωγράφον εἰπεῖν,

οὖσαν τῆς ἐκ τόξου ἑκηβολίας. καί τις Πυραίχμης παλαιὸς Αἰτωλὸς εἰς μονομαχίαν

προελθὼν μετὰ ∆εγμένου Ἐπειοῦ κατέβαλε σφενδονήσας τὸν ∆έγμενον. Πίνδαρος δὲ

τοὺς ὑπὸ τῷ Φοίνικι ∆όλοπάς φησι «θρασὺνὅμιλον σφενδονᾶσαι», ὡς καὶ τῶν ∆ολόπων

δεξιῶν ὄντων σφενδονητῶν. Ἰστέονδὲ καὶ ὅτι τὸ Αἰτωλός ὄνομα ἐχρησίμευσε τῇ

κωμῳδικῇ παροιμίᾳ τῇ λεγούσῃ»τὼ μὲν χεῖρ' ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κλωπιδῶν»,

ἤγουν ὁ δεῖνα καὶδωροδοκεῖται καὶ ῥᾳδιουργεῖ, ταῖν χεροῖν μὲν αἰτῶν, τῷ δὲ νῷ

κλέπτων· ἔοικεγὰρ ὁ Αἰτωλὸς ἀπὸ τοῦ αἰτεῖν παραχθῆναι. καὶ δηλοῖ καὶ ὁ τὰ Ἐθνικὰ

γράψας 1.484 εἰπών, ὅτι ἐστὶ καὶ Αἰτωλός ἐπίθετον παρὰ ῥῆμα τὸ αἰτεῖν. (ῃ. 639) Ἡ δὲ

Πλευρὼν οἰκητήριον γέγονε, φασί, Κουρήτων, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα ἐρεῖὁ

ποιητής. περὶ ἣν καὶ Κούριον ὄρος, ὅθεν οἱ Κουρῆτες ὀνομασθῆναι δοκοῦσι, Πλευρώνιοι

ὄντες. ὁ πολίτης αὐτῆς οὐ μόνον Πλευρώνιος ἀλλὰ καὶ Πλευρωνεύς.Ὤλενος δὲ ἦν μὲν

καὶ Ἀχαϊκή, ὡς προερρέθη, νῦν δὲ περὶ Αἰτωλικῆς ὁ λόγος προφερομένης καὶ θηλυκῶς

καὶ ἀρσενικῶς. Ὤλερος μέντοι διὰ τοῦ ˉρ πόλις Κρητικὴ πορρωτέρω, φασί, τῆς

Ἱεραπύτνης, πόλεως καὶ αὐτῆς Κρητικῆς, ἔνθακαὶ Ἀθηνᾶ Ὠλερία, ἐφ' ᾗ ἑορτὴ τὰ

Ὠλέρια. ὁ δὲ Γεωγράφος περὶ τῆς Αἰτωλικῆς Ὠλένου, ἔτι δὲ καὶ τῆς Πυλήνης, λέγει, ὅτι

Ὤλενον Αἰτωλικὴν ὁμωνύμως τῇ Ἀχαϊκῇ λεγομένην Αἰολεῖς κατέσκαψαν πλησίον

οὖσαν τῆς νεωτέρας Πλευρῶνος, ὡς ἴχνη μόνα λείπεσθαι αὐτῆς ἐγγὺς Πλευρῶνος ὑπὸ

τῷ Ἀρακίνθῳ, τὴν δὲ Πυλήνην μετήνεγκαν εἰς τοὺς ἀνωτέρω τόπους, ἀλλάξαντες καὶ

τὸὄνομα. Νοητέον δὲ ἐντεῦθεν καί, ὅτι Πλευρὼν οὐ μία ἦν Αἰτωλική, ἀλλὰ ἡ

μὲνἀρχαιοτέρα, ἡ δὲ νεωτέρα, ὡς νῦν ἐρρέθη. τῆς δὲ Πυλήνης τὸ ἐθνικὸν Πυλήνιος.ἡ δέ

γε Παλλήνη διὰ τοῦ ˉα καὶ τῶν δύο ˉλ Θρᾳκική ἐστιν, ὡς ἀλλαχοῦ δεδήλωται.(ῃ. 640)

Χαλκὶς δὲ ἦν μὲν καὶ ἐν Εὐβοίᾳ, ὡς προεδηλώθη, καὶ ἀλλαχοῦ δὲπολλαχοῦ· ἡ δὲ

παροῦσα Αἰτωλική ἐστι· ῥέει δὲ ὁ Ἀχελῷος ἐκεῖσε. Ἡ δὲΚαλυδὼν ἀπὸ Καλυδῶνος

κληθῆναι λέγεται, ὃς καὶ αὐτὸς Ἐνδυμίωνος υἱὸς ἢΑἰτωλοῦ. μνήμη δὲ αὐτῆς ἔσται καὶ

προϊόντι τῷ ποιητῇ ἐν τοῖς κατὰ τὸν Καλυδώνιον σῦν. δοκεῖ δὲ ἐν Καλυδῶνι κατοικεῖν

ὁ Οἰνεύς, ὡς δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι τὰ περὶ Καλυδῶνα Οἰνεὺς ἔσχε. καὶ οὕτω μὲν

ταῦτα. (ῃ. 638ετ 641–3) Ὁ δὲ ποιητὴς καὶ ἑτεροίαν ἱστορίαν συνήθως ἐπιπλέκων φησίν,

ὅτι Θόας Αἰτωλῶν ἡγεῖτο· «οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος παῖδες ἦσαν, οὐδ' ἂρἔτ'

αὐτὸς ἦν», ὁ Οἰνεὺς δηλαδή, «ἔθανε δὲ ξανθὸς Μελέαγρος». ἐκείνων δὲἐπιλιπόντων τῷ

Θόαντι πάντα, φησίν, ἐπετέταλτο. Ποῖα πάντα; «ἀνάσσειν»,φησίν, «Αἰτωλοῖς». ∆ῆλον

γὰρ ὅτι ὁ τοῦτο ἔχων πάντ' ἔχει κατὰ τὸν εἰπόντα.καὶ ἴδε ὅτι καὶ νῦν τὸ ἀνάσσειν δοτικῇ

συντέτακται. ὅρα δὲ καὶ τὸ «οὐκ ἦσαν»καὶ «οὐκ ἦν» καὶ τὸ «ἔθανεν», ὅπερ ἰσοδυναμεῖ

μὲν τῷ οὐκ ἦν, ἐπαχθὲν δὲ τοῖςπρὸ αὐτοῦ ἄρσιν καὶ θέσιν γοργὴν ἐσχημάτισεν. ἐκ δὲ τοῦ

ἐπετέταλτο ἡ ἐπιτολὴγίνεται καὶ πλεονασμῷ τοῦ ˉσ ἐπιστολή, ἡ νοουμένη ἐπὶ ἐντολῆς.

ὅρα δὲ καὶ ὡςἑνὶ μόνῳ καὶ ἐνταῦθα ὁ ποιητὴς ἠρκέσθη ῥήματι, τῷ «ἐνέμοντο», ἅπαξ

ῥηθέντιἐπὶ Πλευρῶνος. ὁ δὲ περὶ τοῦ Οἰνέως λόγος πολὺς ἐν ταῖς ἱστορίαις. Περὶ δὲ

Μελεάγρου καὶ αὐτοῦ ἐρεῖ ὁ ποιητὴς ἐν τοῖς ἐφεξῆς. κυνηγετικὸς δὲ ἦν ὁ ἀνὴρ 1.485

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

304

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!