18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μεμύθευται, φασίν, ὁ ∆ιόνυσος.λέγεται δὲ καὶ γόνυ καλάμου καθ' ὁμοιότητα. καὶ

ἀμπέλου καὶ στάχους καὶὄρους δὲ τὰ μὲν κατωτάτω πόδες, τὰ δὲ ἀνωτέρω κνημοί, ἐκ

μεταφορᾶς τῆς ἐνἡμῖν κνήμης. καὶ πτέρνα δὲ πόλεως ἡ βάσις παρὰ Λυκόφρονι,

[γινομένηἐτυμολογικῶς παρὰ τὸ πατεῖν ἔραν, ἵνα ᾖ πατέρα καὶ συγκοπῇ καὶ

πλεονασμῷτοῦ ˉν πτέρνα.] καὶ σφυρὸν ἀνέμου παρὰ τῷ Περιηγητῇ. Οὐ μόνον δὲ

μελεϊστὶκατατεμόντες ἢ ἀνατεμόντες οἱ παλαιοὶ καί, ἄλλως δὲ εἰπεῖν, μιστύλαντες εἰς

1.482 λεπτά, μετήγαγον, ὅποι τῶν ἀψύχων ἤθελον, τὰ ζωϊκὰ μέλη καὶ μέρη, ἀλλὰ

καὶτὰς ἐν τοῖς ζῴοις ἐνεργείας καὶ τὰ πάθη ὁμοίως διέθεντο. τὸ γοῦν φάναινοσεῖν τὸ

δένδρον ἢ ὀκλάζειν ὡς εἰς πτῶσιν ἢ πεπονηκέναι γόνυ, τυχὸν κλήματος,ἢ ἅλλεσθαι εἰς

αὔξην τὰ φυτὰ καὶ ἀνατρέχειν καὶ θέλειν τόδε τι ποιεῖν καὶ οἱκαθήμενοι δὲ λειμῶνες

καὶ οἱ ἀνακείμενοι τόποι, ὅθεν καὶ τὸ ἄγκος εἴρηται καὶτὸ ὕπτιον πεδίον καὶ ὁ πρανὴς

τόπος καί, εἴ τι ἄλλο τοιοῦτον, ἐκ τῶν κατὰ τὰζῷα λέγεται ὡς ἐν εἴδει γλυκύτητος. οὐ

μὴν οὐδὲ τὰ ζωϊκὰ περιττώματα πρὸςτὸ τοιοῦτον εἶδος ἔμειναν ἀσυντελῆ. τὸ σκῶρ μὲν

γὰρ τὴν τοῦ σιδήρου σκωρίανπαρήγαγεν. ἐκ δὲ τῶν ζωϊκῶν ἱδρώτων «γῆς ἱδρῶτες» αἱ

πηγαί, πρὸς ἅπερὁμοιότητα σῴζει καὶ ἡ παρὰ τῷ Ὀππιανῷ «γλαγόεσσα μύξα». καὶ ἡ

τοῦλύχνου δέ, ἀφ' ἧς ἴσως καὶ ὁ τοῦ ἐλλυχνίου μύκης παρονομάζεται. Ἀλλὰ τὸ μὲνεἰς

πλεῖον ἐν τούτοις πολυλογεῖν ἀπορραπιστέον, εἰς ὅπερ ἡμᾶς παρήγαγον αἱὉμηρικαὶ

μιλτοπάρῃοι. Ῥητέον δὲ ὅτι ὤφειλε μὲν τὸ μιλτοπάρῃος διὰ διφθόγγου γράφεσθαι ὡς

ἀπὸ τοῦ παρειά· ἐξενίκησε δὲ ὅμως πρωτοτυπῆσαιτούτου τὸ παρήϊον τετρασύλλαβον,

ὅθεν μιλτοπαρήιος ναῦς καὶ ἐν συναιρέσειμιλτοπάρῃος, ἣν καλλίπρῳρον σκάφος ἡ

τραγῳδία φησί. Σημείωσαι δὲ [ὅτι τεὉμήρου τὸ μιλτοπάρῃον ἐπὶ νηὸς θεμένου ὁ

παρῳδὸς Μάτρων μιλτοπάρῃοντρίγλην ἔφη, καθὰ καί τις τῶν νεωτέρων παρῳδήσας τὸ

«Κίλλαν τε ζαθέην»«τρίγλαν τε ζαθέην» εἶπε τὴν καὶ μεγάλην καὶ καλήν.] καὶ ὅτι ἐν

ῥητορικῷ Λεξικῷ εὕρηται μίλτῳ συμμιγνύμενον τὸ κιννάβαρι. φησὶ γάρ· τιγγάβαρι

τὸκιννάβαρι Ἀττικοί. ∆ιοκλῆς· «ἡ μίλτος οἶμαι καὶ τὸ τιγγάβαρι». καὶ πάλιν·τιγγάβαρι

καὶ μίλτος ἀναμεμιγμένη, οὗ τὴν ἐργασίαν φασὶ πρῶτον εὑρεῖν Καλλίαν Ἀθηναῖον.

Ἰστέον δὲ καὶ ὅτι μιλτωρυχία ἐλέγετο τόπος, ἐν ᾧ μίλτοςὀρύσσεται, καὶ ὅτι κατὰ τὸν

Παυσανίαν μίλτος ἐλέγετο καὶ ἡ ἐρυσίβη. δρόσοςδέ, φησίν, αὕτη καταληφθεῖσα ὑπὸ

καύσωνος, ὑφ' ἧς διαφθείρεται πᾶςσπόριμος καρπός. [Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν

μιλτοπάρῃος ἐπίθετόν ἐστι νηὸςεὐπρῴρου, ῥηθὲν πρός τινα ὁμοιότητα παρθένου

καλλιπαρῄου, καθότι καὶκόραι ποιητικῶς αἱ τοιαῦται νῆες εἴρηνται, ὡς καὶ παρθένοι

που τριήρεις αἱπρωτόπλοοι. Ἔχει δ' ὁμοίως τῇ μιλτοπαρῄῳ καὶ ἡ καλλίπρωρος διὰ τὸ ἐν

ταῖςτριήρεσιν ἔστιν οὗ, ὡς οἷον εἰπεῖν, εὐπρόσωπον. διὸ καὶ εὐῶπες αἱ αὐταὶ 1.483 παρὰ

Λυκόφρονι. αἱ δέ γε πελαργοχρῶτες οὐ τοιαῦται μέν, ἔχουσι δέ τι καὶαὐταὶ κάλλους,

χρῳζόμεναι διόλου κατὰ πελαργούς, ἐν οἷς τὸ μὲν πελὸνμελανίαν δηλοῖ, λευκότητα δὲ

τὸ ἀργόν. ἡ δὲ παρὰ τῷ Σοφοκλεῖ «ποικιλοστόλοςναῦς» δαίδαλόν τι χρῆμά ἐστιν, ὡς

πολλοῖς χρώμασι ποικιλλόμενον. Ἡ δὲεὔπρυμνος καὶ ὀρθοκραίρα καὶ μέλαινα, εἴτ' οὖν

κελαίνη, καὶ ἡ κορωνίς καὶ ἡκοίλη καὶ ἡ εὔσελμος καὶ εὐκλήϊς καὶ εὔζυγος ἰδίας

ἐννοίας καὶ αὐτὰ ταῖςναυσὶν οἰκειοῦσιν, ὡς πολλαχοῦ καθωμίληται, χύσιν κἀνταῦθα

ἐπιθέτωνφιλοτιμουμένης τῆς ποιήσεως καὶ πραγματείαν λογιότητος ἀγώγιμα

τοιαῦταἐμπορευομένης Μουσῶν καὶ ἐπιτιθείσης ταῖς φίλαις ναυσίν, αἷς οἰκεῖον καὶτὸ

θοόν.] (ῃ. 638–44) Ὅτι Αἰτωλῶν τεσσαράκοντα νῆες ἦσαν, ὧν Θόας ἡγεῖτο,υἱὸς

Ἀνδραίμονος καὶ Γόργης, τῆς Οἰνέως θυγατρός. «οἵ», φησί, «Πλευρῶναἐνέμοντο καὶ

Ὤλενον καὶ Πυλήνην Χαλκίδα τε ἀγχίαλον Καλυδῶνά τεπετρήεσσαν». τίθησι δὲ τοὺς

Αἰτωλοὺς ὁ ποιητὴς μετὰ τοὺς ὑπὸ τὸν Ὀδυσσέα,διότι, φασὶν οἱ παλαιοί, τῇ Ἀκαρνανίᾳ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

303

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!