18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ᾧἐπολέμησε, φασίν, ὁ Προυσίας πρὸς Ἄτταλον. [Ὅμοιον δὲ καὶ αἱ ἀσυνθέτως

ὠνομασμέναι Κεφαλαί, δῆμος αὗται Ἀττικός, οὗ μέμνηται καὶ Ἀριστοφάνης ἐν Ὄρνισι.]

Καὶ ἡ Βουκεφάλα δὲ τῆς τοιαύτης ἐφόδου ἐστί, πόλις Ἰνδικὴ ἐκείνη, κτισθεῖσα ὑπ'

Ἀλεξάνδρου ἐπ' ἀμφοτέραις, φασί, ταῖς ὄχθαις τοῦ ποταμοῦὙδάσπου, διότι διαβάντος

Ἀλεξάνδρου ἐκεῖ καὶ μαχομένου ὁ Βουκεφάλας ἵππος ἀπέθανε. καὶ τοιοῦτος μὲν

τροπολογικὸς ἑσμὸς τὴν ἐν ζῴοις κεφαλὴνἀμφιπένεται. παρὰ δὲ τοῖς μεταφέρουσι καὶ

τένων ὀρεινὸς κεῖται, ὡς δηλοῖ τὸ»κορυφῆς ὑπερτέλλοντες τένοντες». εὕρηνται δὲ καὶ

δειράδες ὄρους, ὅ ἐστι τράχη1.480 λοι. ὅθεν καὶ πολυδειρὰς Ὄλυμπος. καὶ λόφοι

ὀρεινοί, ὡς ἀπὸ τοῦ τῶν βοῶνλόφου, καθὰ καὶ οἱ Ἐτυμολόγοι φασίν. ἔτι δὲ καὶ αὐχένες

οἱ κατὰ τοὺς ῥηθένταςτένοντας. καὶ μὴν καὶ ῥάχεις πετρώδεις ὡς οἷα πριονώδεις τινὲς

ὄρους ἐξοχαί.ἡ δὲ φάραγξ ἡ ὀρεινὴ παρωνυμία ἐστὶ τῆς ἐν ζῴοις φάρυγγος. καὶ τὸ

παρ'Ὁμήρῳ δὲ Γάργαρον ἀπὸ τοιούτου γαργαρεῶνος εἴληπται. εἰς ὅμοιον δὲ

τούτοιςἄγεται καὶ τὸ ὤμους εἰπεῖν ἀμπέλου καὶ λιμένων ἀγκάλας καὶ

μηνοειδεῖςἀγκῶνας ὄρους. καὶ Ἀγκὼν δὲ πόλις τις Πικεντίνων καὶ τείχους ἀγκὼν

καὶγλυκὺς ἀγκὼν παροιμιακῶς. τούτοις δὲ ἀκόλουθα καὶ πῆχυς τόξου καὶ

φυτοῦκαρπός, πρὸς ὁμοιότητα τοῦ ἐν τῇ χειρὶ καρποῦ κατὰ τοὺς Ἐτυμολόγους,καὶ

βωμοῦ θέναρ, τὸ πλάτος, ὡς Πίνδαρος ποιεῖ. Ἐκ δὲ τῶν τοιούτων ὥρμηνται[καὶ οἱ

Ἰδαῖοι ∆άκτυλοι] καὶ τὸ «ῥοδοδάκτυλος ἡμέρα» καὶ τὸ «ὄνυξ ὄρους», [ὡςκαὶ χηλή,]

ὅθεν καὶ ἀκρωνυχία, ἡ ὀρεινὴ ὀξύτης. εἰς τοῦτο δὲ καὶ τὰ κέρατα τῇτροπῇ

συλλαμβάνονται, [ἀφ' ὧν «ὑψικέρατα πέτραν» ἔφη τις.] αὐτὰ μέντοι καὶκαμπὰς καὶ

κλῶνας δηλοῖ ποταμῶν. ἐθαρρήθη δὲ καὶ οὖθαρ λεχθῆναι ἀρούρης,ἤτοι μαστόν, τὸ τῆς

γῆς πιότατον καὶ τροφῆς ἀναδοτικὸν καὶ καρδία δένδρουτὸ ἐντός. τὴν δὲ κλῆσιν ταύτην

καὶ πόλις ἔλαχε Θρᾳκική, [ᾗπερ ὁμώνυμος ὁ Θρᾴκιος κόλπος ἐν τοῖς ἄρτι, ἄλλως μὲν

Καρδιανὸς λεγόμενος παρωνυμίας λόγῳ,παρὰ δὲ τοῖς ὕστερον Καρδία καὶ αὐτὸς

καλούμενος. ἐχορήγησε δὲ καὶ αὕτη τῷ Κωμικῷ ἀστειότητα κατὰ Κλέωνος. καὶ οὕτω

μὲν καὶ ἡ καρδία μεμέρισται.] Καὶ κοιλίαι δὲ γῆς, αἱ ὑπὸ γῆν κοιλότητες, ὧν παρώνυμος

ἡ κοιλάς. καὶστέρνα δὲ καὶ νῶτα καὶ βούστροφα γῆς μετάφρενα, ἣν καὶ χθόνα

στερνοῦχον 1.481 εἶπεν ὁ Σοφοκλῆς. ἐρρέθησαν δὲ καὶ πλευρὰ τοπικά, ὡς Κύπρου

πλευρὰ τὰ πλάγια. κεχάρισται δὲ ἡ πλευρὰ καὶ σχήμασι μαθηματικοῖς. λαγόνες δὲ

ὄρουςκαθωμίληνται καὶ γῆς κενεῶνες καὶ γαστὴρ Ἅιδου. ὁ δὲ περὶ Πυθῶνα

τόποςὀμφαλὸς ἐκλήθη γῆς ἤτοι μεσότης. τὰ δὲ τῆς γῆς ἔντερα, σκωλήκια ταῦταὑπόγεια,

τῷ τοιούτῳ καὶ αὐτὰ ἥνωνται τόπῳ, καθάπερ καὶ ἡ τῶν δένδρωνἐντεριόνη καὶ ἡ ἐπὶ

νηῶν ἐντερόνεια. οὕτω δὲ καὶ φλέβες ὑδάτων, σύριγγες γῆς,ἐξ ὧν ἀναπιδύουσιν ὕδατα.

καὶ αἷμα δὲ σταφυλῆς τὸν οἶνον λέγειν ἐντεῦθενἤρτηται. τετόλμηται δὲ καὶ γῆς ὀστᾶ

τοὺς λίθους εἰπεῖν, ὡς δηλοῖ τὸ «γῆςὀστέοισιν ἐγχριμφθεὶς πόδα», ἤτοι λίθοις

προσκόψας. καὶ τοῦτο μὲν διθυραμβῶδες. Τὸ δέ γε νεῦρα πραγμάτων εἰπεῖν τὰ χρήματα

οὔτε σκληρὸν ἀλλὰ καὶεὐστοχώτατον. καλὸν δὲ καὶ τὸ «μυελὸν ἀνδρῶν» Ὁμηρικῶς

λέγειν τὰ ἄλφιτα.ἡ δ' αὐτὴ μεταχείρισις καὶ οὐρὰν τῷ πολέμῳ καθὰ καὶ στόμα

προσέπλασεν, ὡς οἷα θηρίῳ τινί. ὅθεν καὶ τὸ οὐραγεῖν καὶ ἡ οὐραγία καὶ ὁ οὐραγός. καὶ

πυγὴν δὲ ἀγροῦ παροιμιακῶς ἐλάλησε μετενεγκοῦσα ἐκ τῆς σαρκικῆς πυγῆς, ὅτινες μὲν

ἐνόησαν ἀντὶ τοῦ τὸ πιότατον τοῦ ἀγροῦ κατὰ τὸ «οὖθαρ ἀρούρης»,ἕτεροι δὲ

παροιμιακῶς ἐξελάβοντο ἐπὶ τῶν μὴ μόνον ἀγρῷ ἀλλ' ἁπλῶς ᾡτινιοῦνπροσκαθημένων

λιπαρῶς, ἄλλοι δὲ ἐπὶ τῶν σφόδρα ἀγροίκων. [Πυγῆς δὲπαρώνυμα καὶ τὰ περὶ τὴν

ἀντικρὺ Χίου πάλαι μὲν Πύγελλα, παρὰ δὲ τοῖςμετὰ ταῦτα Φύγελλα λόγῳ παραφθορᾶς.]

Ὄρος δέ τι Ἰνδικὸν Μηρὸς ἐκλήθη,∆ιονύσῳ ἀνακείμενον, ὅθεν μηροτραφὴς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

302

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!