18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὅτι τὰς ὑπὸ τὸν Ὀδυσσέα νήσους Τηλεβόαι πάλαι ποτὲ κατεῖχον, ἕως ὁ προρρηθεὶς

Κέφαλος τῷἈμφιτρύωνι ἐκ Θηβῶν συστρατευσάμενος διὰ τὴν Ἀλκμήνην κατὰ

Τηλεβοῶν καὶ ὑφ' ἑαυτῷ ποιησάμενος αὐτὰς ἀφ' ἑαυτοῦ ταύτας παρωνόμασεν. Ἀνὴρδὲ

οὗτος ὁ Κέφαλος ἦν Πρόκριδος τῆς ἐν Ὀδυσσείᾳ, ἣν ἀκουσίως ἀνελών, ὡςἐκεῖ ἐρρέθη,

καὶ ἐν Θήβαις οἰκήσας συνεμάχησεν, ὡς εἴρηται, τῷ Ἀμφιτρύωνικαὶ γέρας ἔσχε τὴν τῶν

ὑπὸ Τηλεβόαις νήσων ἀρχήν. (ῃ. 637) Ἰστέον δὲ καὶὅτι μίλτος χρῶμά ἐστιν ἐρυθρόν, δι'

οὗ τὰ τῶν νηῶν ἔμπροσθεν βάπτονται εἰςὡραϊσμόν, ἅπερ πρῷραι λέγονται ὡς ἐκ τοῦ

προορᾶν, κραθέντων τῶν δύο ˉο εἰςˉω μέγα. ἐντεῦθεν δὲ οἱ ποιηταὶ ὁρμώμενοι

τολμῶσι καὶ παρειὰς λέγειν τὰτοιαῦτα μέρη τῶν νηῶν καὶ πρόσωπα. Λυκόφρων δὲ εἰς

πλέον ἐξαχθεὶς καὶ κόραςτὰς νῆάς φησι λαβὼν τὴν ἀρχὴν ἐκ τοῦ μιλτοπάρῃοι· κόραις

γὰρ οἰκεῖον τὸμιλτοπάρῃον. Ἵνα δὲ πλατύτερον τὸ τοιοῦτον εἶδος θεωρηθῇ,

σημειωτέον, ὅτι οὐμόνον ἡ παρειὰ ἐπιβεβούλευται εἰς μεταφοράν, ἀλλὰ καὶ τὰ λοιπὰ

τῆς κεφαλῆς,ἔτι δὲ καὶ τὰ κατὰ ὅλον τὸ σῶμα, τό τε ἀνθρωπικὸν καὶ τὸ ἁπλῶς ζωϊκόν.

καὶἡ μὲν ἀντιμέτωπος καὶ ἀντιπρόσωπος μάχη καὶ τὸ τῆς ἀφορμῆς εὐπρόσωπονκαὶ τὸ

τηλαυγὲς πρόσωπον τοῦ ἔργου καὶ ὅσα τοιαῦτα, λείως μεταφέρονται.τῶν δὲ λοιπῶν τὰ

πλείω τραχύνονται ποιητικώτερον. οὐκ ὀλίγα δὲ καὶ εἰςδιθυραμβικὸν θράσος

ἐκπίπτουσι· πολλὴ γὰρ καὶ μάλιστα παρὰ τοῖς ποιηταῖςκαὶ ὡς εἰπεῖν ἀφειδὴς ἡ ἐκ τῶν

ζῴων ἐπὶ τὰ ἄψυχα τροπικὴ διάθεσις. Ἵνα γὰρεὐτάκτως ὁδῷ τινι ἐπὶ τὸν σκοπὸν εἰς τὸ

πᾶν βαδίσωμεν, κορυφάς τε ὀρέωνφασίν, ἐπεὶ καὶ κεφαλὰς καὶ κροτάφους δέ. ἀφ' ὧν

καὶ ποταμοὺς ἔστιν οὗπρορρέειν φασί. καὶ ὁ εἰπὼν δὲ κρόταφον κύκλου λέγει μὲν ὅπερ

ἐκεῖνος βούλεται,ζῴου δὲ κατατολμᾷ καὶ αὐτός. κόμας δὲ λέγειν δένδρων τὰ φύλλα,

[ὅθεν καὶκομήτης λειμών παρὰ τῇ τραγῳδίᾳ], καὶ κομᾶν τὸ ἐν τούτοις θάλλειν,

ἀλλὰτοῦτο καὶ εἰς κοινὸν ἤδη τέτριπται. καὶ ὀφρῦς δέ που λέγονται ὀρειναί τινεςἐξοχαί,

ὅθεν καὶ ἡ Τένεδος Λεύκοφρυς ἐκλήθη ποτέ, ὡς καὶ αὐτὴ κατὰ τὸνἈστακηνὸν Λευκάταν

λευκὰς ὀφρύας ἔχουσα, ἤτοι ἐπαναστάσεις τινὰς 1.479 τραχείας περὶ τὸν αἰγιαλόν,

ὀφθαλμοὶ δὲ φυτῶν ἐκ τῶν κατὰ τὰ ζῷα πάντωςκαὶ αὐτοί, ἀφ' ὧν καὶ τὸ

ἐνοφθαλμίζειν, ἡ γεωργικὴ λέξις, καὶ τὸ ἀναμύειν,ἀντὶ τοῦ ἀναβλαστάνειν, καὶ τὸ

ἐκεῖθεν δάκρυον, ὁποῖον καὶ τὸ κόμμι· καὶ πηγαὶδὲ τυφλούμεναι ὀφθαλμούς τινας

δηλαδὴ τροπικοὺς εἶχον. στόμα δὲ τῷπολέμῳ πόθεν ἄλλοθεν ἀνέῳγε κατὰ τὴν ποίησιν

ἢ ἐκ τοῦ τῶν ζῴων καὶμάλιστα τῶν καρχάρων. ἐκεῖθεν δὲ καὶ τοῖς ποταμοῖς τὰ στόμια.

τὰ δὲ τοῦ Νείλου τυφλοστόματα στόμα καὶ ὀφθαλμὸν ἐκοινώσαντο. καὶ ὀδόντες δὲ

ταῖςτριαίναις ἐντεῦθεν ἔφυσαν. ἐκεῖθεν δὲ καὶ ποταμῶν χείλη καὶ τὸ τῶν

ποτηρίωνἐπιχειλές. οὕτω δὲ καὶ τὸ ὑπερχειλές. τοῦ τοιούτου δὲ τύπου καὶ αἱ

ἀμφώτιδες,ποτηρίου εἶδος ἐκ τῶν ἐν ζώοις ὠτίων παρονομασθέν. καὶ βοτάνη δέ

τιςὁμοίως ὦτα λέγεται μυός. καὶ Πώγων δὲ ὁ Τροιζήνιος λιμὴν τῷ ζωϊκῷὁμωνυμεῖται

πώγωνι. καὶ τὸ τοῦ Κριοῦ δὲ μέτωπον τοιουτότροπόν ἐστι, τό τε Κρητικὸν καὶ τὸ

Βορρᾶθεν προκύπτον εἰς Εὔξεινον. καὶ ἡ παρὰ τῷ Θεοκρίτῳδὲ Βούρινα· πηγὴ δὲ αὕτη

καλουμένη οὕτω διὰ τὸ προτομήν τινα εἶναι αὐτόθιἐοικυῖαν ῥινὶ βοός. ἡ δὲ

Σαλμυδησσία γνάθος, ἡ παρ' Αἰσχύλῳ, ὁμοίου καὶ αὐτὴτρόπου ἐστί· Μῆνιγξ δὲ ἡ Λιβυκὴ

νῆσος τῇ τῶν ζῴων ὁμωνυμεῖ, ὥσπερ καὶ ὁἐγκέφαλος τοῦ φοίνικος, τοῦ δένδρου

δηλαδή, τὸ ἀνωτάτω αὐτοῦ γλυκύτατον,ὅπερ ἐξαιροῦντες οἱ ἐγχώριοι ἡδέως ἐσθίουσιν,

ὡς καὶ ὁ Ἀθήναιός φησιν.ἀλλὰ ταῦτα μὲν κεφαλῆς μέρη. Κάρηνα δὲ καὶ κρὰς ὄρους καὶ

Βώκαροςδέ, ὁ Σαλαμίνιος ποταμός, ὅλῃ κεφαλῇ ἐπεβουλεύσαντο. λέγεται γὰρ

Βώκαροςοἱονεὶ Βοόκαρος καὶ κατὰ κρᾶσιν Βώκαρος, ὡς ὁμοιούμενος βοὸς κάρᾳ.

τοιοῦτονκαὶ τὸ «ἐπὶ κρατὸς λιμένος» καὶ τὸ «Βοὸς Κεφαλαί». τόπος δὲ ἦν οὗτος ἐν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

301

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!