18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

λέξις ἐκ τοῦ ἐνόθω ἐνόσω, τὸ κινῶ, καὶ τοῦφύλλον. ὅρα δὲ ὅτι, ὥσπερ πρὸ βραχέων,

οὕτω καὶ ἐνταῦθα κατὰ συνήθη σχηματισμὸν τῷ ὅλῳ τὸ μέρος συγκατείλεκται, τῇ

Ἰθάκῃ δηλαδὴ τὸ Νήριτον τὸἐντὸς αὐτῆς ὄν. Νήριτον δὲ τὸ ὄρος διὰ τοῦ ˉτ. τὸ γὰρ διὰ

τοῦ ˉκ Νήρικον πόλιςἠπείρου, ὡς δεδήλωται. (ῃ. 633) Τὰ Κροκύλεια δὲ καὶ ἑνικῶς

εὕρηται τὸ Κροκύλειον. μέμνηται δὲ τῆς νήσου ταύτης καὶ Θουκυδίδης. ἐθνικὸν αὐτῆς

Κροκυλεύς. ὁ δὲ τὰ Ἐθνικὰ ἐπελθὼν τετραμερῆ τὴν Ἰθάκην εἰπών φησιν·»ἧς τὸ μὲν

πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλασσαν, τὸ δεύτερον Νήϊον, τὸ τρίτον Κροκύλεια» καὶ

ἑξῆς· ὥστε κατὰ τοῦτον τὸν λόγον οὐ νῆσος μόνον, ἀλλὰ καὶμέρος Ἰθάκης τὸ

Κροκύλειον. Ἐν δὲ τῷ «αἰγίλιπα Τρηχεῖαν» ὄνομα μὲν τόπου ἡ Τραχεῖα, ἐπίθετον δὲ τὸ

αἰγίλιπα. ἰστέον δὲ ὅτι ἅμα Τραχεῖαν εἶπέ τις καὶεὐθὺς συνενόησε τὸ αἰγίλιπα, ἤγουν

τὴν τὰς αἶγας λιπαίνουσαν κατά τινας.διὸ καὶ ἡ Ἰθάκη αἰγίβοτος λέγεται εἶναι. ἢ

μάλιστα τὴν καὶ ὑπ' αὐτῆς αἰγὸςλιπομένην διὰ τὸ ἄγαν τραχὺ καὶ ἀβόσκητον. ἐν δὲ

ῥητορικῷ Λεξικῷ φέρεταιοὕτως· «αἰγίλιψ, ἀπρόσβατος, ψιλή, ἀβόσκητος». ἰστέον δὲ

ὅτι, ὥσπερ ἡαἰγίλιψ ἐκ τῆς αἰγί σύγκειται δοτικῆς, οὕτω καὶ ἡ αἰγίπυρρος πόα,

φασί,πυρρά, ἣν αἶγες νέμονται. χρὴ δὲ εἰδέναι, ὅτι καὶ ἄλλοι τόποι κατὰ τὰς ἱστορίαςτὴν

τῆς Τραχείας κλῆσιν ἔλαχον. καὶ μέρος γοῦν τι Κιλικίας τῆς ἔξω τοῦ Ταύρου Τραχεῖα

λέγεται· οἴονται δέ τινες τὴν Ἰσαυρίαν εἶναι ταύτην. (ῃ. 634)Ζάκυνθος δὲ λέγεται μὲν

καὶ ἀρσενικῶς καὶ θηλυκῶς. δασεῖα δέ ἐστιν, ὡς δηλοῖκαὶ τὸ «ὑλήεντα Ζάκυνθον».

ὠνομάσθη δέ, φασίν, ἀπὸ Ζακύνθου, υἱοῦ ∆αρδάνου.Ἐνταῦθα δὲ κεῖται τὸ διπλοῦν ˉζ

ὡς οἷά τι στοιχεῖον ἁπλοῦν· οὐ γὰρ ἐκτείνει 1.477 τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν. φησὶ

γάρ· «οἵ τε Ζάκυνθον εἶχον» τοῦ ˉτˉε βραχυνομένου, ἵνα συναπαρτισθῇ δάκτυλος. καὶ ἡ

αἰτία τοῦ πάθους κεῖται εἰς τὸ»ἱερῆς εἰς ἄστυ Ζελείης». κατὰ ὅμοιον δὲ λόγον καὶ ὁ

Σκάμανδρος ἀδυνατεῖ ἐκτείνειν τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν, ὡς καὶ αὐτὸ ἐρρέθη, ἔνθα

ἐχρῆν. Τὴν δὲἐνταῦθα Σάμον, ἣν ὁ Γεωγράφος εἶναί φησι τὴν νῦν Κεφαλληνίαν, ἔστιν

εὑρεῖνκαὶ ἐν τῇ Ὀδυσσείᾳ. λέγεται δὲ καὶ Σάμη. ἧς ὁ πολίτης Σαμαῖος. οἱ δέ φασι καί,ὅτι

ἡ μὲν νῆσος Σάμος λέγεται μόνον, ἡ δὲ πόλις καὶ Σάμος καὶ Σάμη. ἔστιδὲ καὶ Ἰωνικὴ

Σάμος, ἡ παρὰ τῷ Περιηγητῇ, καὶ Θρηϊκίη Σάμος, ἡ καὶ ἐνἸλιάδι. περὶ δὲ τῆς

Κεφαλληνικῆς φέρεται καὶ ταῦτα. τετράπολις ἡ νῆσος. μίαδὲ τῶν πόλεων καὶ Σάμος,

ὁμώνυμος τῇ νήσῳ. καὶ αὐτὴ μὲν οὐκέτ' ἐστίν, αἱδ' ἄλλαι τρεῖς παρέμενον, μικραί τινες

πόλεις, ἃς καὶ ὀνομάζει ὁ Γεωγράφος.(ῃ. 635) Ἡ δὲ ὑπὸ τῷ Ὀδυσσεῖ αὕτη ἤπειρος τόπος

ἐστὶν ὁμωνυμῶν τῇ ὅλῃ γῇ τῇ ἀπείρονι, αὐτὸς εὐπερίγραπτος ὤν· καὶ ὁ αὐτῆς ἐντόπιος

Ἠπειρώτης.ἡ δὲ μεθ' Ὅμηρον Ἤπειρος πάνυ πεπλάτυνται μέχρι καὶ Ἰλλυρίδος.

καὶἐβασίλευσαν αὐτῆς ἄνδρες ἡρωϊκοί, ἐν οἷς καὶ ὁ περιώνυμος Πύρρος. ἐκ δὲτῆς

τοιαύτης πλατυτάτης Ἠπείρου καὶ οἱ περιᾳδόμενοι βόες Ἠπειρωτικοί.Τὰ δὲ Ἀντιπέραια

παρώνυμόν ἐστι τῆς περαίας. αὐτὴ δὲ παρῆκται ἀπὸ τῆς προρρηθείσης πέρας· ὡς γὰρ

ὑστέρα ὑστεραία, οὕτω πέρα περαία. ὁ δὲ Γεωγράφος λέγει, ὅτι τὰ ἀντιπέραν τῶν νήσων

βούλεται λέγειν ὁ ποιητής, Λευκάδακαὶ Ἀκαρνανίαν, ὧν προσεχῶς ἐμνήσθημεν. ἕτεροι

δέ φασιν Ἀντιπέραια τὰ ἐξ ἐναντίας τῆς Ἤλιδος κείμενα χωρία. (ῃ. 637) Μιλτοπαρῄους

δὲ τὰς τοῦὈδυσσέως νῆας καλεῖ ὁ ποιητής, οὐκ ἀργῶς ἀλλ' ἐπίτηδες. φασὶ γὰρ

οἱπαλαιοί, ὅτι ἐξηλλαγμέναι ἦσαν αἱ τοῦ Ὀδυσσέως νῆες, ὅπως εἰ καὶ ὀλίγαι,ἀλλ' οὖν

διὰ τῆς χρώσεως εἶεν ἐπίσημοι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο.ἀμέλει καὶ μέσας

αὐτὰς ἐν τῷ ναυστάθμῳ ἔταξαν Ἕλληνες καὶ τὴν κοινὴνἀγορὰν ἐκεῖ ἐποίησαν. (ῃ. 636)

Σημείωσαι δὲ ὅτι σεμνύνας ὁ ποιητὴςτὸν τοσοῦτον Αἴαντα, ὡς προεσημειώθη, οὐδὲ

τὸν Ὀδυσσέα σεμνολογεῖ,ἀρκεῖται δὲ εἰπὼν αὐτὸν ∆ιῒ μῆτιν ἀτάλαντον, περὶ οὗ

ἀλλαχόθι ῥηθήσεται. οὐκ 1.478 ἂν δὲ εἴη περιττὸν ἐνταῦθα προσθεῖναι πλατύτερον καί,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

300

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!