18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μανθάνωκαὶ λήχω λαγχάνω καὶ δήκω δαγκάνω, ἐξ οὗ Ἡρακλείδης συγκεκόφθαι φησὶτὸ

δάκνω κατά τινας, οἳ ἔθος φασὶν Αἰολικὸν ἔτι δὲ καὶ Ἀττικὸν βαρύτοναῥήματα

συγκόπτειν, οἷον ἀγείρω ἄγρω «ἀγρόμενος πᾶς δῆμος», ἐγείρω ἔγρω 1.47 «ἔγρετο δὲ

Ζεύς», ὀφείλω ὄφλω· ἵνα εἴη οὕτω καὶ δαγκάνω δάκνω. αὐτὸς μέντοιἐκ τοῦ δήκω

πεποιῆσθαί φησι τοῦτο δυσὶ διαλέκτοις, ∆ωρίδι καὶ Ἰάδι. οἵ τε γὰρ ∆ωριεῖς προστιθέασι,

φησί, τὸ νῦ, οἵ τε Ἴωνες βραχύνουσι τὸ ˉη διὰ τοῦ ˉα, ὡς καὶ ἡ μεσημβρία δηλοῖ καὶ ἡ

πάρη ἤγουν ἡ πήρη καὶ τὸ λελακυῖα καὶ μεμακυῖα.καὶ τοιοῦτον μὲν τοῦτο. εἰ δὲ τὰ

προρρηθέντα ἐξ ὑποτακτικῶν κατά τιναςγίνονται τοῦ ἅδω, λάθω, μάθω, λάχω, δάκω,

εἴη ἂν αὐτοῖς ὅμοια καὶ τὸ φύγωφυγγάνω, τύχω τυγχάνω, θίγω θιγγάνω, ἐρύγω

ἐρυγγάνω, πάθω πανθάνω. Ὅτιδύο εἴδη τοῦ ὑπερβατοῦ σχήματος. τὸ μὲν γάρ ἐστιν

ἐννοίας διακοπὴ οἷον· ὁἈγαμέμνων, βασιλεὺς δὲ ἦν Ἑλλήνων, ἐραστὴς γέγονε

Χρυσηΐδος. τὸ δὲ ἕτερον, [ὃ οὐδὲ κυρίως ὑπερβατόν ἐστιν, ὡς ἐν τοῖς ἑξῆς που

τεχνολογηθήσεται],ἐν διακοπῇ λέξεως θεωρεῖται, οἷον «λέων κατὰ ταῦρον ἐδηδώς»,

ἤγουν λέωνκαταφαγὼν ταῦρον, καὶ «διὰ τάφρον ἔβησαν», ἤγουν διέβησαν τὴν τάφρον,

καὶἐνταῦθα (ῃ. 25) τὸ «κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν» ἤγουν ἐπέτελλε λόγονκρατερόν.

ἐπιτέλλειν δέ φησι τὸ προστάσσειν καὶ ἐντέλλεσθαι, ὅπερ καὶ παθητικῶς λέγεται ἐν τῷ

«μή μοι ταῦτ' ἐπιτέλλεο». ἐξ αὐτοῦ δὲ προσθέσει τοῦ ˉσ παρ' Αἰσχύλῳ ἐπιστολὴ ἡ

ἐντολή. Ὅτι δὲ τὸ ἐπιτέλλειν καὶ τὸ ἐπιτέλλεσθαι καὶ ἐπὶ ἀστέρων λέγεται καὶ ἐπιτολὴ ἡ

τούτων πρὸ τοῦ ἡλίου ἀνατολή, δηλοῦσιν οἱπαλαιοί. Κρατερὸν δὲ μῦθον τὸν μετὰ

ἀπειλῆς λέγει λόγον. ἀλλαχοῦ δὲ τὸν αὐτὸνἀπηνέα τέ φησι κρατερόν τε. οἱ δὲ μεθ'

Ὅμηρον καὶ Κρατερὸν ἱστοροῦσικύριον ὄνομα. Ἀρριανὸς δὲ ἐπὶ νικητοῦ τὴν λέξιν

τίθησιν, οἷον «ὁ δεῖνα κρατερὸςτοῦ δεῖνος γέγονεν». [Ἰστέον δὲ ὡς δοκεῖ ταὐτὸν εἶναι

κρατερός εἰπεῖν καθ' Ὅμηρον καὶ αὖ πάλιν κραταιός· ὅθεν καὶ ἡ ἐν Ὀδυσσείᾳ μυθικὴ

Κράταιϊς. γίνεταιδὲ ὁ μὲν κρατερὸς παρὰ τὸ κράτος, καθὰ ὁ καρτερὸς ἐκ τοῦ κάρτος. ὁ

δὲκραταιὸς ἢ παρὰ τὸ κρᾶτα, ὃ δηλοῖ τὴν κεφαλήν, κραταὸς καὶ πλεονασμῷ τοῦˉι

κραταιός, ὁ ἐν ἑαυτῷ κεφαλαιῶν τὸ πᾶν· ἢ παρὰ τὸ κρατύς, οἷον «κρατὺςἈργεϊφόντης»,

οὗ γενικὴ κρατέος, καὶ παράγωγον ὁ κρατειὸς καὶ ὡς εἴθε αἴθε,οὕτω κρατειὸς κραταιός.]

Σημείωσαι δὲ ὅτι μῦθον αἰεὶ ὁ ποιητὴς ἁπλῶς τὸνλόγον φησί· τὸ δὲ ἐπὶ ψευδοῦς λόγου

τεθῆναι αὐτὸν τῶν ὑστέρων ἐστί. παραμένει δὲ καὶ μέχρι νῦν ἡ Ὁμηρικὴ χρῆσις ἔν τε

ταῖς παραμυθίαις καὶ τοῖςπαραμυθητικοῖς λόγοις. ὁ μέντοι λόγος ἦν ὅτε τὴν τῆς παρ'

ἡμῖν ψευδομυθίας 1.48 τάξιν εἶχεν, ὡς ὅτε τὸν Αἴσωπον λογοποιὸν ἀκούομεν ἀντὶ τοῦ

μυθογράφον.παρὰ δὲ τοῖς ὕστερον ὁ μὲν μῦθος εἰς ψευδολογίαν ἔρριπται, ὁ δὲ λόγος ἐπὶ

τῆςὁσημέραι ἀνθρωπίνης ὁμιλίας τίθεται. οὕτω καὶ τὸ εὐφημεῖν ἄλλως νῦν ἤπερἐπὶ

Ὁμήρου λέγεται· καὶ ἄλλα δὲ μυρία τῆς ἀρχαίας ἐνήλλακται χρήσεως.παντουργὸς γὰρ

πάλαι μὲν ὁ πανοῦργος, ὡς καὶ παρὰ Σοφοκλεῖ, νῦν δὲ θείαἐστὶν ἡ λέξις. καὶ ἡ συμφορὰ

δὲ μέση οὖσα λέξις καὶ τιθεμένη ποτὲ καὶ ἐπὶσυμφέροντος, νῦν κακὸν μόνον δηλοῖ. ὁ

τύραννος, τὸ βασιλικόν ποτε ὄνομα,βλασφημεῖται νῦν. ἐλέγετο ἐξαίσιον καὶ ἔκδικον τὸ

ἔξω τοῦ αἰσίου καὶ δικαίου·νῦν δὲ ἀγαθολογοῦνται. χυδαῖοι οἱ πεπληθυσμένοι, νῦν δὲ οἱ

οὐδαμινοί.πολλοστός οὐχ', ὡς πάλαι, ὁ πολὺς καὶ ἔνδοξος, ἀλλὰ ὁ τὸ μηδέν. ὠμός οὐχ'

ὁστερρὸς καὶ ἀνένδοτος, ἀλλ' ἐπὶ φαυλότητος νῦν. ὁ ἀνόσιος νῦν μὲν οἴδαμεν τίλέγει·

πάλαι δέ ποτε ἐδήλου τὸν ἄταφον. οὕτω καὶ καθωσιωμένος ἀρχῆθεν μὲνὁ ὅσιος, οἱ δὲ

ὕστερον ἄλλως φασίν. [Ἰστέον δὲ ὡς τὸ «ἀλλ' οὐκ Ἀτρείδῃ ἥνδανε θυμῷ», ἤγουν

ἀντιπτωτικῶς τῇ τοῦ Ἀτρείδου ψυχῇ, καὶ τὸ «κρατερὸνδ' ἐπὶ μῦθον ἔτελλε» διὰ τοῦ

ἀναγραμματισμοῦ τοῦ ἐμφαινομένου ἐν τῷθυμός καὶ μῦθος ὡς ψευδοπαρήχησιν

ποιοῦσι, ὁποία σημειωθήσεται ἐν τοῖς ἑξῆς.](ῃ. 29) Ὅτι ὁ περί τινος μέλλοντος λέγων ἢ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

30

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!