18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αἱ μὲν Φυκοῦσσαι, αἱ δὲ Πιθηκοῦσσαι, αἱ δὲ Πιτυοῦσσαι. εἰκὸς οὖν καὶ Ἐχίνας εἴτ' οὖν

Ἐχινάδας νήσους ἀπὸ τῶν ἐχίνωνεἶναι παρωνομασμένας, ὧν παρώνυμον καὶ ὁ

ἐχινόπους· ἐξ οὗ παροιμία τὸ «τὰςἀκάνθας συνάγων ὡς ἂν ἐχινόποδας». ὁμώνυμος δὲ

λέξις ὁ ἐχῖνος. ζῴου τε γὰρεἶδος δηλοῖ ἓν μὲν χερσαῖον, ἕτερον δὲ θαλάσσιον, καὶ

κοιλίας τὸ ἔσω καὶεἶδος δὲ πλακοῦντος, ὡς ἱστορεῖ Ἀθήναιος.] (ῃ. 626) Ἐν δὲ τῷ «αἳ

ναίουσι πέρην ἁλός», εἰ μὲν γράφεται «οἳ ναίουσιν», οὐδὲν ἔχει καινόν· τὸ δὲ εἰπεῖν

«αἳναίουσι» σχηματισμόν τινα ἔχει οὐ πάνυ συνήθη· κεῖται γὰρ τὸ «ναίουσιν αἱνῆσοι»

ἀντὶ τοῦ ναίονται. οὕτω καὶ Σοφοκλῆς· «σὺ μέν που ναίεις ἁλίπλαγκτος»,ἀντὶ τοῦ

ναιομένη τυγχάνεις. καὶ μετάγεται οὕτω τὸ ἔργον τῶν κατοικούντωνεἰς τὰ

κατοικούμενα· ναίουσι μὲν γὰρ ἄνθρωποι, ναίονται δὲ τόποι, ὥστε τὸεἰπεῖν, ὅτι

ναίουσιν οἱ τόποι, ἀντέστραπται τῇ φύσει τοῦ πράγματος. Τὸ δὲπέρην δηλοῖ μὲν τὸ

πέραν. ἔστι δὲ ἐπίρρημα μεταληφθὲν ἀπὸ θηλυκῆς αἰτιατικῆς.πέρα γὰρ ἡ γῆ κατὰ

γλῶσσαν, ὅθεν ἡ περαία παράγεται, ἧς ἡ αἰτιατικὴ πέραν 1.475 καὶ μεταβολῇ τοῦ ˉα

πέρην· ἐξ οὗ τὸ ἐπίρρημα, δηλοῦν τὸ ἀπὸ τῶν ἐνταῦθα εἰςτὴν ἐκεῖθεν ἀντικρὺ γῆν. ὅρα

δὲ ὅτι τοπογραφῶν ὁ ποιητής, ποῦ Ἐχινάδεςνῆσοι κεῖνται, περὶ ὧν καὶ ἐν τοῖς τοῦ

Περιηγητοῦ ἐγράφη, οὐκ ἠρκέσθη τῷ»πέραν ἁλός», ἀλλὰ διὰ σαφήνειαν προσέθετο τὸ

«Ἤλιδος ἄντα», τουτέστινἀντικρὺ τῆς Ἤλιδος, περὶ ἧς πρὸ ὀλίγου εἴρηται. (ῃ. 631–7)

Ὅτι Ὀδυσσεὺςδώδεκα μιλτοπαρῄους νῆας ἔχων ἦγε Κεφαλλῆνας μεγαθύμους, «οἵ ῥ'

Ἰθάκηνεἶχον καὶ Νήριτον εἰνοσίφυλλον καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα

τρηχεῖαν,οἵ τε Ζάκυνθον ἔχον καὶ οἳ Σάμον ἀμφενέμοντο, οἵ τ' ἤπειρον ἔχον καὶ

ἀντιπέραι'ἐνέμοντο». καὶ ὅρα ὅπως καὶ ἐνταῦθα ἐνεχόρευσεν ὁ ποιητὴς τῷ εἶχον καὶ

τῷἐνέμοντο. (ῃ. 631) Μέμνησο δὲ καὶ ὅτι Κεφαλλῆνας λέγει οὐ μόνον τοὺς ἐκ τῆς

Κεφαλληνίας νήσου, ἀλλὰ πάντας τοὺς ἐν τοῖς ῥηθεῖσι τόποις τοῖς ὑπὸ τὸνὈδυσσέα,

τούς τε περὶ τὴν Ἰθάκην καὶ τοὺς λοιπούς. ἐν οἷς καὶ οἱ Ἀκαρνᾶνεςκατὰ τὸν Γεωγράφον

οὔπω ἐπὶ Ὁμήρου ὠνομασμένοι οὕτω. τὰ γοῦν ῥηθέντα Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσι,

φησίν, εἰσί· καὶ ἡ Λευκὰς δὲ ἦν, φησί, τὸ παλαιὸν χερόννησος τῆς τῶν Ἀκαρνάνων γῆς.

καλεῖ δ' ὁ ποιητὴς αὐτὴν ἀκτὴν ἠπείρου,ἤπειρον καλῶν τὴν περαίαν Ἰθάκης καὶ

Κεφαλληνίας, ὡς εἶναι, φασί,ταὐτὸν ἀκτὴν ἠπείρου εἰπεῖν καὶ Ἀκαρνανίαν. τὴν δὲ

ῥηθεῖσαν Λευκάδα Νήρικον ἐν Ὀδυσσείᾳ καλεῖσθαί φασι. πόθεν δὲ τὴν κλῆσιν οἱ

Κεφαλλῆνες ἔλαχον καὶ διὰ τί ἐν δυσὶ ˉλ γράφονται, ἐν Ὀδυσσείᾳ εἴρηται περί που τὰ

εἰς τὴναʹ ῥαψῳδίαν. νῦν δὲ τοσοῦτον μόνον ῥητέον, ὅτι τε ἀντίκειται ταῖς Ἐχινάσινἡ

Κεφαλληνία καὶ ὅτι Κέφαλος, οὗ οἱ Κεφαλλῆνες παρώνυμοι, πρόγονος ἦνὈδυσσέως·

Κεφάλου γὰρ Κηλεύς, οὗ Ἀρκέσιος, οὗ Λαέρτης, οὗ Ὀδυσσεύς·καὶ ὅτι Ἀμφιτρύων

φυγάδα παραλαβὼν ἐξ Ἀθηνῶν Κέφαλον τὸν ∆ηϊονέως κατέσχε νῆσον καὶ παρέδωκε

τῷ Κεφάλῳ, οὗ καὶ γέγονεν ἐκεῖνος ἐπώνυμος.καὶ ὅτι τινὲς τῶν μεθ' Ὅμηρον τὸ

∆ουλίχιον Κεφαλληνίαν ἐνόμισαν, ἄλλοι δὲτὴν ἐν Ὀδυσσείᾳ Τάφον. (ῃ. 632) Ἰθάκη δὲ

ἐκλήθη ἀπὸ Ἰθάκου ἥρωος, οὗ καὶὍμηρος μέμνηται. ἔστι δέ, φασί, καὶ Συρίας πόλις

Ἰθάκη. τὸ ἐθνικὸν οὐ μόνον Ἰθακήσιος, ἀλλὰ καὶ Ἴθακος, ὥς φασιν, ὁμοφώνως τῷ

οἰκιστῇ τῆς νήσου, ἧς ὁ κύκλος ὀγδοήκοντα στάδια. [Ὅρα δὲ τὸ «οἵ ῥ' Ἰθάκην εἶχον»,

ὅτι1.476 ὄγκου φωνῆς χάριν ἐπεντεθειμένον ἔχει τὸν ˉῥˉα σύνδεσμον, ὅπερ μυριαχοῦ

ποιεῖὍμηρος. ἄλλως γὰρ εἶχεν εἰπεῖν μετὰ χάσμης «οἳ Ἰθάκην εἶχον».] Τὸ δὲΝήριτον

ὄρος ἐστὶν ἐπιφανὲς ἐν Ἰθάκῃ, περὶ οὗ ἱκανῶς ἐρρέθη ἐν τῷ αʹ τῆς Ὀδυσσείας.

εἰνοσίφυλλον δὲ αὐτὸ λέγει ὁ ποιητής, τουτέστι κινούμενοντοῖς φύλλοις ὡς δασύ, οὗ

δηλαδὴ διὰ τὴν πυκνότητα οὐδέν τι τῶν στερρῶνκινεῖται, ὡς μὴ διϊκνουμένου τοῦ

ἀνέμου ἐντός, ἀλλὰ τὰ φύλλα μόνα, οἷς ἐπιπολάζων ἐντρέχει ὁ ἄνεμος. γίνεται δὲ ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

299

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!