18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὥστε θεῖος αὐτοῦ γίνεται Ὀδυσσεύς, οὗπερ ἀδελφὴ ἡ Κτιμένη. ἑτέρα δὲ ἱστορεῖται

οἰκείωσις τοῦ Μέγητος πρὸς τοὺς βασιλεῖς. Φυλεὺς γάρ, φασί, μοιχεύσας Τιμάνδραν

ἀδελφὴν Ἑλένης καὶ Κλυταιμνήστρας ἀπήγαγεν εἰς τὸ ∆ουλίχιον, ὥστε καὶ εὐλόγως,

φασί, διὰ τὴν ἐπιγαμίανσυμμαχεῖ καὶ ὁ Μέγης. (ῃ. 625) Ἰστέον δὲ ὅτι ἐκ τῆς

Πελοποννήσου μεταβὰςὁ ποιητὴς εὐτάκτως εἰς τὸ πλησίον αὐτῆς ∆ουλίχιον οὕτω καθ'

ὁμοίαν τινὰτάξιν, διὰ τὴν ῥηθεῖσαν τοῦ Μέγητος οἰκείωσιν πρὸς τὸν Ὀδυσσέα, μετὰ

τὸνπαρόντα κατάλογον τὸν Κεφαλληνιακὸν τάξει, οὗ ἐξάρχει ὁ Ὀδυσσεύς. 1.473

Σημείωσαι δὲ ὅτι, εἰ καὶ Ὅμηρος ἰδιάζειν δοκεῖ τὸ ∆ουλίχιον ἐκ τῶν Ἐχινῶν, ἀλλ' ἕτεροι

τῶν Ἐχινάδων εἶναί φασι καὶ αὐτό. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν πολλοῖςὁ ποιητὴς οὕτω

ποιεῖ, ὡς καὶ προείρηται, ἰδίᾳ μὲν ἐκφωνῶν τὸ ὅλον, ἰδίᾳ δὲ τὸμέρος, οἷόν ἐστι καὶ τὸ

«εἰς Κύπρον, εἰς Πάφον». ὅλον μὲν γὰρ ἡ Κύπρος,μέρος δὲ αὐτῆς ἡ Πάφος. οὕτω γοῦν

καὶ ἐνταῦθα ἐν ὁλότητι μὲν αἱ Ἐχινάδες,μέρος δὲ αὐτῶν τὸ ∆ουλίχιον. τοιαῦτα δὲ

σχήματα καὶ ὁ Γεωγράφος ἐκτιθεὶςκαὶ οὐ μόνον Ὁμηρικά, ἀλλὰ καὶ ἐξ ἑτέρων ποιητῶν,

φησίν, ὅτι ἐν τῷ «ἐκ ∆ουλιχίου Ἐχινάων τε» συγκαταλέγεται τὸ μέρος τῷ ὅλῳ ποιητικῷ

σχήματι· ἐντὸς γὰρ τῶν Ἐχινάδων καὶ τὸ ∆ουλίχιον. οὕτω καὶ τὸ Βουπράσιον

συγκαταλέγει ὁ ποιητὴς τῇ Ἤλιδι, μέρος ὂν αὐτῆς. τοιοῦτόν φησι καὶ τὸ «ἀν' Ἑλλάδα

καὶ μέσον Ἄργος», περὶ οὗ προείρηται. ὁμοίου δὲ σχήματος εἶναι λέγει καὶ τὸ»Κουρῆτές

τ' ἐμάχοντο καὶ Αἰτωλοί». μέρος γὰρ Αἰτωλῶν οἱ Κουρῆτες. καὶἹππῶναξ δὲ οὕτω

σχηματίζει ἐν τῷ «Κυπρίων βέκος καὶ Ἀμαθουσίων πυρῶν». μέρος γὰρ Κυπρίων οἱ

Ἀμαθούσιοι. καὶ Ἀλκμάν· «Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν». καὶ

Αἰσχύλος· «Κύπρου Πάφου τ' ἔχουσα πάντακλῆρον». ἐμπεριέχεται γὰρ ἡ Πάφος τῇ

Κύπρῳ ὥσπερ καὶ ἡ Χαλκὶς καὶ ἡ Ἐρέτρια τῇ Εὐβοίᾳ ἐν τῷ «οἳ δ' Εὔβοιαν ἔχον καὶ

Χαλκίδα καὶ Ἐρέτριαν». ὁ δ'αὐτὸς Γεωγράφος λέγει καί, ὅτι οἱ τὰς Ἐχινάδας οἰκοῦντες

Ἐπειοὶ ἐλέγοντο. οὕτω δέ, φασί, καὶ Ἀρίσταρχος ἐκδέχεται καὶ ἕτεροι. ἐν δὲ τῇ

γεωγραφικῇἱστορίᾳ φέρεται καί, ὅτι Ζάκυνθος διέχει Κεφαλληνίας ὅσον ἑξήκοντα

στάδια,ὑλώδης μέν, εὔκαρπος δέ. ταύτης πρὸς ἕω αἱ Ἐχινάδες ἵδρυνται νῆσοι, ὧν καὶτὸ

∆ουλίχιον, ὃ νῦν, φησί, ∆ολίχαν καλοῦσι, καὶ αἱ Ὀξεῖαι καλούμεναι νῆσοι,ἃς θοὰς ἐν

Ὀδυσσείᾳ εἶπεν ὁ ποιητής. κεῖται δέ, φησίν, ἡ ῥηθεῖσα ∆ολίχα κατὰτὴν ἐκβολὴν τοῦ

Ἀχελῴου, οὗπερ ἡ χοῦς τὰς μὲν αὐτῶν ἐξηπείρωκε, τὰς δὲμέλλει, πολλὴ καταφερομένη.

καὶ ὅρα ἐνταῦθα τὸ ἡ χοῦς· σύνηθες δὲ τῷ Γεωγράφῳ οὕτω λέγειν· παρὰ δὲ ἑτέροις

σπάνιόν ἐστι θηλυκῶς τὴν λέξινταύτην εὑρεῖν. ὁ δὲ τὰ Ἐθνικὰ ἐκθεὶς λέγει μὲν καὶ

αὐτός, ὅτι τὸ ∆ουλίχιον καὶ ∆ολίχα καλεῖται· προστίθησι δέ, ὅτι καὶ ὀξεῖα λέγεται, ἣν

πληθύνας θοάς, φησίν,ὁ ποιητὴς εἶπε. καὶ ἰδοὺ καινὸν τοῦτο καὶ παρὰ τὴν τῶν πολλῶν

δόξαν, εἴπεραἱ Ὁμηρικαὶ θοαὶ νῆσοι οὐ πολλαί εἰσιν, ἀλλὰ μία κατὰ τοῦτον ἡ ῥηθεῖσα

1.474 ∆ολίχα. καλεῖται δὲ ∆ουλίχιον ἀπὸ ∆ολιχίου, φασίν, υἱοῦ Τριπτολέμου. ἔστιδέ,

φασί, καὶ νῆσος ∆ολιχὴ πρὸς τῇ Λυκίᾳ, ἣν καὶ ∆ολιχίστην ἔλεγον. τάχαδέ, ὡς καὶ παρὰ

τὸ μακρόν ἡ Μάκρις τε καὶ ἡ Μάκρη, οὕτω καὶ παρὰ τὸδολιχόν ἡ ∆ολίχη. Ἰστέον δὲ ὅτι

τοῦ Ἐχινάων εὐθεῖα ἡ Ἐχίνη. τοῖςδὲ μεθ' Ὅμηρον εὐθεῖα Ἐχινάς καὶ ἀπ' αὐτῆς αἱ νῆσοι

Ἐχινάδες. οὐκ ἔστι δ'εἰπεῖν σταθερῶς, εἴτε παράγωγον τῆς Ἐχίνης ἡ Ἐχινάς, εἴτε

ὑποκοριστικόν· [Οτι δὲ τόποι πολλάκις καὶ ἀπὸ τῶν παρ' αὐτοῖς πλεοναζόντων

ἐκαλοῦντο, αἱἱστορίαι δηλοῦσιν. Ἴκαρος γοῦν ἰχθυόεσσα ἦν ὅτε ἐκαλεῖτο διὰ τοὺς

ἐκεῖπολυπληθεῖς ἰχθύας. καὶ ἡ Σηπιὰς δὲ ἄκρα διὰ τὰς αὐτόθι σηπίας. καὶ νῆσοι

Λαγοῦσσαι ἀπὸ τῶν ἐν τοῖς ἐκεῖ λαγωῶν. ἔνθα καὶ ὅρα τὸ Λαγοῦσσαι, ὡς ἀπὸτοῦ λαγός

τοῦ γραφομένου διὰ τοῦ ˉο μικροῦ, ὅθεν Λαγόεσσαι καὶ κατὰ κρᾶσιν Λαγοῦσσαι, ὡς καὶ

Λεπαδόεσσαι Λεπαδοῦσσαι ἀπὸ τῶν κατ' αὐτὰς πλεοναζόντων. οὕτω δὲ καὶ ἄλλαι νῆσοι,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

298

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!