18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὁρίοιςπεριορίζει τὴν Ἦλιν ὁ ποιητὴς ἀπὸ τῶν ἐσχάτων αὐτῆς μερῶν, οἷα μὴ θέλωντὰ

κατὰ μέρος λεπτολογεῖν. ἡ δὲ Ὑρμίνη πολίχνιον ἦν· οὐκ ἔστι δέ, φασί, νῦν,ἀλλὰ

ἀκρωτήριον περὶ Κυλλήνην ὀρεινόν, καλούμενον Ὅρμινα ἢ Ὕρμινα. ὁ δὲ τὰ Ἐθνικὰ

ἐκθέμενος Ὑρμίνας δύο εἶναί φησιν ἀπὸ Ὑρμίνης, τὰςὕστερον διὰ τοῦ ˉο κληθείσας. Ἡ

δὲ Μύρσινος ἐσχατόωσα μὲν εἴρηται, καθάπου καὶ ἡ Ἀνθηδών. ἐκλήθη δέ, φασίν,

ὕστερον Μυρτούντιον· ἐθνικὸν δὲαὐτῆς εὕρηται Μυρτούσιος. Ἡ δὲ Ὀλενία πέτρα ὄρος,

φασί, τῆς Ἠλείας ἐστί.καὶ ὁ Γεωγράφος δὲ λέγει, ὅτι πέτραν Ὠλενίαν εἰκάζουσι τὴν νῦν

Σκόλλιν,ὄρος πετρῶδες, κοινὸν ∆υμαίων καὶ Ἠλείων. ὁ δὲ καταγράψας τὰ Ἐθνικὰ

Ὤλενον ἱστορεῖ πόλιν Ἀχαίας ἀρσενικῶς καὶ θηλυκῶς ἀπὸ Ὠλένου, υἱοῦ ∆ιός.καὶ ἴσως

Ὠλενία πέτρα τὸ ῥηθὲν ὄρος ἐκ τῆς τοιαύτης Ὠλένου, ἧς καὶ ὁΓεωγράφος μνησθεὶς

λέγει, ὅτι Ὤλενος ἔρημος, κειμένη μεταξὺ Πατρῶν καὶ∆ύμης, καὶ ὅτι δείκνυται ἴχνη

μεταξὺ Πατρῶν καὶ ∆ύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος καὶ ὅτι Ὅμηρος τοῦ ἐν

Ἀχαίᾳ Ὠλένου οὐ μέμνηται, ἀλλὰ τοῦἐν Αἰτωλίᾳ ὁμωνύμου κτίσματος. καὶ ἰδοὺ καὶ

τοῦτο ἑτερωνυμίας τινὸς ὑπόδειγμα, εἴπερ τόπον μὴ εἰπὼν Ὤλενον Ὠλενίην πέτραν

ὠνόμασεν ἀπὸ Ὠλένουπαρωνομασμένην. Τὸ δὲ Ἀλείσιον ἐν μὲν τοῖς παλαιοῖς τῶν

ἀντιγράφων διὰδιφθόγγου φέρεται, ὡς ἀπὸ τοῦ ἀλέω ἀλέσω κατὰ τὸν Ἐτυμολόγον, ὁ δὲ

τῶνἘθνικῶν ἐκθέτης διὰ τοῦ ˉη γράφει αὐτὸ λέγων οὕτω καλεῖσθαι ἀπὸ Ἀλησίου, υἱοῦ

Σκιλλοῦντος, ἑνὸς τῶν τῆς Ἱπποδαμείας μνηστήρων. ἔστι δέ, φησί, καὶἉλήσιον πεδίον

Ἠπείρου, παρώνυμον τῷ ἁλί, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός.Στράβων δὲ ἱστορεῖ, ὅτι

περὶ τὸ Ὁμηρικὸν Ἀλείσιον ἀγορὰν κατὰ μῆνασυνάγουσιν οἱ περίοικοι καὶ ὅτι τὸ

Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ὁ ποιητὴς καλεῖ εἰπών· «πέτρης τ' Ὠλενίης καὶ

Ἀλεισίου ἔνθα κολώνη κέκληται». ὑπερβατῶς γάρ, φησί, δεκτέον «καὶ ἔνθα Ἀλεισίου

κολώνη κέκληται». λέγει 1.472 δὲ καί, ὅτι ἔνιοι καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον. τὸ

μέντοι Ἀλήϊον, οὗ ἀλλαχοῦ μέμνηται ὁ ποιητής, Λυκιακὸν πεδίον ἐστίν. (ῃ. 625–30) Ὅτι

πολλαχοῦ ἐνταῦθα ὁ ποιητὴς καινῷ τοιούτῳ χρᾶται σχήματι· «οἳ δὲ εἶχον τὸν δεῖνακαὶ

δεῖνα τόπον, τούτων ἦρχεν ὁ δεῖνα». τὸ δέ γε ἀκόλουθον οὕτως ἦν· «οἳ δὲεἶχον τόνδε

καὶ τόνδε τὸν τόπον, ἀρχηγὸν εἶχον τόνδε τινά». ὁ δὲ ἀρχόμενος ἀπὸεὐθείας περαίνει

καινότερον τὴν τοῦ σχήματος ἀπόδοσιν εἰς γενικήν. οὕτω γοῦνκαὶ ἐνταῦθα σχηματίζων

φησίν· «οἳ δ' ἐκ ∆ουλιχίου Ἐχινάων τε ἱερῶν νήσων,οἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος

ἄντα, τούτων ἡγεμόνευε Μέγης Φυλείδης», Αὐγείου ἔγγονος. εἶτα οὕτω δόξαν αὐτῷ

ἐφερμηνεύων τὸ «Φυλείδης» φησίν·»ὃν τίκτε ∆ιῒ φίλος ἱππότα Φυλεύς». ἡρμήνευσε δὲ

τὸ Φυλείδης οὐχ' ὡςὑποδύσκολον, ἀλλ' ἵνα εἰς τὸ Φυλεύς ἀναλύσας αὐτὸ εὐθὺς

ἀκολύτως ἐπιπλέξῃἱστορίαν ταύτην· «ὅς ποτε ∆ουλίχιόνδ' ἀπενάσσατο πατρὶ

χολωθείς». οὐ γὰρ ∆ουλιχιεὺς ἀνέκαθεν ὁ Φυλεύς, ἀλλὰ χόλον παθὼν κατὰ τοῦ πατρὸς

μετῴκησενἐκ τῶν κατὰ Ἤλιδα τόπων εἰς τὸ ∆ουλίχιον. διὸ καὶ ἱππότης νῦν

εἰρῆσθαιδοκεῖ καὶ αὐτὸς ἀντὶ τοῦ φυγάς· κεῖται γάρ ποτε τὸ ἱππότης ὄνομα κατὰ τοὺς

Γλωσσογράφους καὶ ἐπὶ τοιούτου σημαινομένου. περὶ δὲ τοῦ Φυλέως ἐγράφηκαὶ πρὸ

ὀλίγου. ἐνταῦθα δὲ ὅρα ψευδοπαρήχησιν τήν «∆ιῒ φίλος Φυλεύς».τοιαῦται δὲ καὶ ἕτεραι

ἀνεγράφησαν καὶ μάλιστα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν.ἦγε δὲ ὁ ῥηθεὶς Μέγης νῆας

τεσσαράκοντα. Ἰστέον δὲ ὅτι ὁ Πορφύριος αἰτίαντοῦ φυγεῖν τὸν Φυλέα ἐξ Ἤλιδος εἰς τὸ

∆ουλίχιόν φησι τὸ μαρτυρῆσαιἩρακλεῖ περὶ τῆς ἀφαιρέσεως τῶν βουκολίων, ὅπερ

πάντως ἐλύπει τὸν τοῦ Φυλέως πατέρα, τὸν Αὐγείαν. γέγονε δὲ τοῦτο, ἡνίκα Ἡρακλῆς

τὴν Αὐγείου κόπρον ἐξεκάθηρεν. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι διαφορᾶς ἀνηκέστου

τῶνοἰκείων κρείσσων χωρισμός, ἐπαινοῦντες τὴν τοῦ Φυλέως φυγήν, ἐπεὶ χόλονἔσχε

πολὺν τῷ πατρί. μητέρα δὲ τοῦ ῥηθέντος Μέγητός τινες Κτιμένην φασὶτὴν τοῦ Λαέρτου,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

297

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!