18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παρακαλεῖ τὴν ἀρχὴν τοῦ πατρὸς δοθῆναι Ἀγασθένει, οὗπαῖς ὁ Ὁμηρικὸς οὗτος

Πολύξεινος. ὁ δὲ Φυλεὺς τί ἐποίησεν ἔκτοτε, μετ'ὀλίγον ἐν τῷ περὶ ∆ουλιχιωτῶν λόγῳ

δηλωθήσεται. καὶ τοιαύτη μὲν ἡ τῶνῥηθέντων τεσσάρων ἀρχηγῶν κατὰ τοὺς παλαιοὺς

γενεαλογία. ὁ δὲ ποιητὴς ἑκάστῳ τούτων ἕπεσθαι λέγει δέκα νῆας. καὶ ὅρα ὅπως

καινότερον ἐσχημάτισεν·οὐ γὰρ εἶπε «τοῖς δὲ τεσσαράκοντα νῆες ἕποντο», ἀλλὰ

ἐμέρισεν αὐτὰς ἐπίσηςτοῖς τέσσαρσιν. (ῃ. 619) Ἐπειοὶ δὲ κατὰ τὸν ποιητὴν οἱ ἐν ταῖς

ναυσὶ ταύταις·φησὶ γάρ· «πολέες δ' ἔμβαινον Ἐπειοί». καὶ σημείωσαι ὅτι τοὺς Ἠλείους

καὶ Ἐπειοὺς ὀνομάζει ἑτερωνύμως τῷ τόπῳ ἐξ οὗ ἦσαν, καὶ ὥς φασιν οἱ

παλαιοί,διῃρημένως πρὸς τὴν πόλιν. ἦσαν δὲ ἐκ τῆς Ἤλιδος, ᾗ παρονομασθέντες

Ἠλεῖοι ἂν ἐλέχθησαν. οὕτω καὶ οἱ Ἄβαντες, ὡς προερρέθη, καὶ ἕτεροι δέ τινες

ὁμοίανἑτερώνυμον παρωνυμίαν ἔπαθον. (ῃ. 622) Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ∆ιώρης ἐκτείνει

τὴν ἄρχουσαν. καὶ εἰ μὲν ἀπὸ τοῦ ∆ιός γίνεται, δοτέον αὐτὸ τῇ τῶν διχρόνωνἀδιαφορίᾳ·

εἰ δὲ παρὰ τὴν ˉδˉιˉα πρόθεσιν γεγονὸς κέκραται κατὰ τοὺς παλαιούς,πίπτει οὕτως ὑπὸ

ἀναλογίαν. (ῃ. 615) Τῶν δὲ ῥηθέντων τόπων τὸ Βουπράσιον 1.470 ὁ Γεωγράφος χωρίον

τῆς Ἠλείας φησὶ καὶ τοὺς Βουπρασιεῖς Ἐπειούς· καὶ ἀλλαχοῦ πάλιν λέγει, ὅτι κατοικία

τῆς Ἠλείας τὸ Βουπράσιον [ἀξιόλογος, ἣνῦν οὐκέτ' ἐστί, καὶ ὅτι ὑπεροχὴν δοκεῖ ἔχειν

τότε τὸ Βουπράσιον] παρὰ τὴνἮλιν καὶ οἱ Ἐπειοὶ παρὰ τοὺς Ἠλείους καὶ ὅτι ὕστερον

ἀντὶ Ἐπειῶν Ἠλεῖἐκλήθησαν καὶ ὅτι, εἰ καὶ μέρος Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ

ποιητικῷσχήματι συγκαταλέγεται τὸ μέρος τῷ ὅλῳ, ὥσπερ, φησί, καὶ ἐν τῷ «ἀν'

Ἑλλάδακαὶ μέσον Ἄργος». τοῦτο δὲ τὸ σχῆμα, περὶ οὗ καὶ προερρέθη, πολλαχοῦ

ἀναφανήσεται. ὁ δὲ τῶν Ἐθνικῶν γραφεὺς καὶ πόλιν Ἤλιδος λέγει καὶ ποταμὸν καὶ

χωρίον καὶ κατοικίαν ἀξιόλογον τὸ Βουπράσιον, κληθὲν οὕτω ἀπὸ Βουπρασίου τινὸς

ἄρξαντος ἐκεῖ. ἐθνικὸν αὐτοῦ Βουπρασιεύς καὶ Βουπράσιοςκαὶ Βουπρασίων δέ, ὡς

Καδμείων. Ἡ δὲ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ κατὰτὸν τὰ Ἐθνικὰ γράψαντα, κληθεῖσα,

φησίν, ἀπὸ Ἡλίου, παιδὸς Ταντάλου, κατὰ δὲ Ἡρόδοτον Αἰτωλῶν ἡ Ἦλις. ἔστι δὲ καὶ

Ἀρκαδικὴ καὶ Ἰσπανίας δέ. ὁ πολιτης, φησίν, Ἠλίδειος τύπῳ κτητικῷ καὶ ὑφέσει τοῦ ˉδ

Ἠλίειος καὶ συναιρέσει Ἠλεῖος. Τρύφων δέ φησιν Ἠλίεος καὶ κατὰ μετάθεσιν Ἠλέϊος

καὶ Ἠλεῖοςὁ δὲ Γεωγράφος λέγει, ὅτι Ἠλεῖοι καὶ Μεσσήνιοι κλύζονται τῷ

Σικελικῷκόλπῳ καὶ ὅτι Ἦλις οὔπω ἔκτιστο καθ' Ὅμηρον, ἀλλ' ἡ χώρα κωμηδὸν ᾠκεῖτο.

ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος, καθ' ὁμοιότηταδηλαδὴ τῆς κοίλης

Λακεδαίμονος καὶ τῆς κοίλης Συρίας. πάνυ δὲ περιᾳδομένηγέγονεν ὕστερον ἡ Ἦλις διὰ

τὰ ἐν αὐτῇ τελούμενα Ὀλύμπια· διὸ καὶ δῖαν αὐτὴν λέγει ὁ ποιητὴς εἰδώς, οἷα εἰκός, καὶ

αὐτὸς τὴν πανήγυριν προκαταβληθεῖσαν ἐπὶ Ἡρακλέος, καθὰ καὶ Πίνδαρος ἱστορεῖ. ὅτι

δὲ καὶ ψιλοῦται ἡ Ἦλις κανονικῶς, ἔτι δὲ καὶ δασύνεται παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω,

ἢ καὶ παρὰ τὸνἀνωτέρω ῥηθέντα Τανταλίδην Ἥλιον δῆλον ἐκ τῶν παλαιῶν. [Ὅτι δὲ τὸ

τῶν Ἠλείων ὑποβάρβαρον ἐσκώπτετο, δηλοῖ ὁ ἐν τῷ ἐρωτηθῆναι, πότερα

Βοιωτοὶβαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, φάμενος, ὡς Ἠλεῖοι. ὡς δὲ

καὶπερὶ γυμνάσια εὐδοκίμουν, δηλοῖ ὁ αὐτὸς εἰπών· «γυμνικοὺς ἀγῶνας διατιθέτωσαν

Ἠλεῖοι, Κορίνθιοι θυμελικούς, Ἀθηναῖοι σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη,

μαστιγούσθωσαν Λακεδαιμόνιοι», αἰνιττόμενος ἐκεῖνος νόμῳ 1.471 σκώμματος τὰς

παρὰ Λάκωσιν ἀγομένας ἑορταστικὰς μαστιγώσεις. περὶ δὲ Ἠλείων εἴτ' οὖν Ἐπειῶν

ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς, ἔνθα ὁ γέρων Νέστωρ λόγοιςτὸν Πάτροκλον κατεργάζεται.]

(ῃ. 616 ς.) Σημείωσαι δὲ ὅτι ἐμφαίνει καὶἐνταῦθα ὁ ποιητὴς πολλοὺς σιγηθῆναι τόπους

εἰπών «ὅσσον Ὑρμίνη καὶ Μύρσινος πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει»· τὰ γὰρ

ἔσω τῶντεσσάρων τούτων τόπων εἰργόμενα σεσίγηνται. ἔνθα φασὶν οἱ παλαιοί, ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

296

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!