18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Μαντίνα πόλις Ῥωμαίων, ἐξ ἧς Βιργίλιος ὁ 1.468 ποιητής. (ῃ. 608) Στύμφηλος δὲ καὶ διὰ

τοῦ ˉα τὰ πλείω λέγεται Στύμφαλος.προάγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι δὲ

οὐ μόνον πόλις Ἀρκαδική,ἀλλὰ καὶ πεδίον ὁμώνυμον καὶ πηγή, ὧν ἐθνικὸν

Στυμφάλιος, ἐξ οὗ καὶ Στυμφαλία Ἄρτεμις καὶ λίμνη καὶ γυνή. ὅθεν Στράβων μέμνηται

καὶ αὐτὸς λίμνης Στυμφαλίδος λέγων καί, ὅτι ἐνταῦθα τὰς ὄρνις μυθολογοῦσι τὰς

ὑπὸἩρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, ὅπερ τοῖς μεγάλοις

ἄθλοιςπροσελογίσθη τοῦ ἥρωος. ὁ δ' αὐτὸς ἱστορεῖ καί, ὅτι ὑπὸ συχνῶν πολέμωνπολλαὶ

πόλεις τῶν Ἀρκάδων ἔνδοξοι οὖσαι ἠφανίσθησαν, ὧν καὶ ἡ Μεγάληπόλις, οὕτως

ὀνομαζομένη, περὶ ἧς Κωμικός τις ἔφη, ὅτι ἐρημία μεγάλη ἐστὶνἡ Μεγάλη πόλις.

Παρρασία δὲ ἡ πόλις ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονοςπαίδων. Νικάνωρ δέ τίς φησιν,

ὡς ὁ τὰ Ἐθνικὰ γράψας λέγει, Παρβασίαναὐτὴν κεκλῆσθαι διὰ τὴν τοῦ Λυκάονος εἰς τὸν

∆ία παρανομίαν καὶ κατ'ἐναλλαγὴν τοῦ ˉβ Παρρασίαν. τὴν δὲ τοῦ Λυκάονος ἐπὶ τῷ ∆ιῒ

παραιβασίαν, εἰπεῖνκαθ' Ἡσίοδον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν Ὑπομνηματισταί. καὶ

ταῦτα μὲν ἐν τούτοις. (ῃ. 612–4) Ὁ δὲ ποιητὴς ἱστορεῖ καί, ὅτι αὐτὸς ὁ βασιλεὺς

Ἀγαμέμνων νῆας τοῖς ἐξ Ἀρκαδίας ἔδωκε, κενὰς δηλονότι· «ἐπεὶ οὔ σφι θαλάσσιαἔργα

μεμήλει», τουτέστιν οὐ φροντὶς ἦν αὐτοῖς τῶν κατὰ θάλασσαν οὐδὲναυτικοὶ ἦσαν, οἷα

μεσήπειροι, ὡς μέσην οἰκοῦντες, καθάπερ εἴρηται, τὴν Πελοπόννησον καὶ πανταχόθεν

τῆς θαλάσσης πολὺ ἀφεστῶτες. λύει δέ, φασίν,οὕτω ζήτημα ὁ ποιητὴς τὸ «πῶς

μεσόγειοι ὄντες εἰς Ἴλιον ἦλθον καὶ πόθενἔσχον τὰς ναῦς». ὅρα δὲ ὅπως ὁ Ἀγαμέμνων

πολύναυς, ἑκατὸν μὲν αὐτὸς νῆαςἔχων, ἑξήκοντα δὲ δοὺς τῇ τῶν Ἀρκάδων στρατιᾷ.

Ἰστέον δὲ ὅτι ἐν τοῖςΠαυσανίου φέρεται, ὅτι τε Ἀρκὰς κυνῆ ἐλέγετό τις ἤτοι Ἀρκαδικὸς

πῖλος, διὰτὸ ἔχειν ὡς εἰκός τι διάφορον πρὸς τὰ ὁμοειδῆ, καὶ ὅτι φελλός τις

ἐφέρετοἈρκὰς καὶ ὅτι Ἐρατοσθένης παρὰ Ἀρκάσι φησὶ φελλὸν μέσον τι πρίνου

καὶδρυός, ὃ ἐνίους θηλύπρινον καλεῖν, καὶ ὅτι παροιμία ἦν τὸ «Ἀρκάδας μιμούμενος»

ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲνοὐδέποτε ἐνίκησαν,

πολλοῖς δὲ ἄλλοις αἴτιοι τοῦ νικᾶν ἦσαν, ὅθεν καὶ Πλάτωνὁ Κωμικὸς διὰ τὸ τὰς

κωμῳδίας φησὶν αὐτὸς ποιῶν ἄλλοις ἐκδιδόναι διὰπενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη·

ἕτερος δὲ ῥήτωρ ἐπιδραμὼν τὰ πολλά φησιν·Ἀρκάδας μιμούμενος, ἤγουν ἄλλοις

ταλαιπωρῶν. οἱ γὰρ Ἀρκάδες ὑπὲρ1.469 ἑτέρων ἠνδραγαθίζοντο, φησίν. ὃ δὴ καὶ

Ἡρακλῆς ἔπασχεν, ἐξ οὗ καὶ παροιμίαἐπὶ τῶν ἄλλοις μοχθούντων τὸ «ἐν τετράδι

γεννηθῆναι», κατὰ τὸν Ἡρακλέαδηλαδή, ὃς ἐν μηνὸς τετάρτῃ γεννηθεὶς ἄλλοις ἤθλει.

(ῃ. 615–24) Ὅτι τοῖςπερὶ τὸ Βουπράσιον καὶ τὴν Ἤλιδα, ἔνθα καὶ ἡ Ὑρμίνη καὶ ἡ

Μύρσινος πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον, τέσσαρας ἀρχηγοὺς ὁ ποιητὴς ἐφιστᾷ, τὸν

∆ιώρην καὶ τὸν Πολύξεινον καὶ ἀνεψιοὺς ἢ αὐτανεψίους, ὅ ἐστιν ἐξαδέλφους

πρώτους,δύο, τὸν Ἀμφίμαχον καὶ τὸν Θάλπιον, ὧν γενέτας ἡ ἱστορία παραδίδωσι

Κτέατον καὶ Εὔρυτον, τοὺς κατὰ μὲν τὸν ποιητὴν Ἀκτορίωνας, Μολιονίδας δὲ κατὰ τοὺς

νεωτέρους. ὧν γενεαλογία τοιαύτη, συντρέχουσα τῇ ἐνταῦθα ἱστορίᾳτοῦ ποιητοῦ.

Ἀλέκτωρ, ὁ Ἐπειοῦ παῖς, νέος κομιδῇ βασιλεύων Ἤλιδος καὶτὴν τοῦ Πέλοπος

ἐπιβουλὴν δεδιὼς συλλαμβάνεται Φόρβαντα τὸν ἐξ Ὠλένουἐπὶ ἡμισείᾳ τῆς βασιλείας.

γίνεται δὲ τῷ μὲν Ἀλέκτορι ἐκ ∆ιογενείας τῆς Φορβαντίδος υἱὸς Ἀμαρυγκεύς, οὗ

μέμνηται ὁ ποιητὴς ἐνταῦθα. τῷ δὲΦόρβαντι ἐξ Ὑρμίνης, ἀδελφῆς Ἀλέκτορος, Αὐγείας

καὶ Ἄκτωρ, ὧν καιαὐτῶν μνεία ἐνταῦθα τῷ ποιητῇ. τούτων δὲ Ἀμαρυγκέως μὲν ὁ

ῥηθεὶς ἀνωτέρω ∆ιώρης, Αὐγείου δὲ Φυλεὺς καὶ Ἀγασθένης, ὁ ἐνταῦθα παρὰ τῷ ποιητῇ

κείμενος, Ἄκτορος δὲ Κτέατος καὶ Εὔρυτος, ὧν Κτεάτου μὲν ὁ δηλωθεὶς Ἀμφίμαχος,

Εὐρύτου δὲ ὁ Θάλπιος. ἀλλὰ Κτέατος μὲν καὶ Εὔρυτος ὑφ' Ἡρακλέοςὤλοντο, Φυλεὺς δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

295

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!