Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀναλογίαν,ἀλλὰ τὴν διὰ τοῦ ˉι καὶ αὐτὸ γραφὴν ἀπείληχε διὰ τὸν δάκτυλον· ὁμοίως καὶ τὸἱππιοχάρμης τῷ λόγῳ τούτῳ ἔχει διὰ διχρόνου τὴν ἀπ' ἀρχῆς δευτέραν συλλαβήν· ἄλλως γάρ, ὡς ἀπὸ κτητικοῦ τοῦ ἵππειος, διὰ διφθόγγου ὤφειλε γράφεσθαι.(ῃ. 605) Φενεὸς δέ, κατὰ τὸν ἀναγραψάμενον τὰ Ἐθνικά, πόλις Ἀζανίας. μερὶς δὲ Ἀρκαδίας οἱ Ἀζᾶνες. λέγεται δέ, φησί, καὶ ἀρσενικῶς ὁ Φενεὸς καὶ θηλυκῶς ἡ Φενεός· κεῖται δὲ ὑπὸ τὸ ὄρος τὴν Κυλλήνην. ὁ δὲ Γεωγράφοςλέγει, ὅτι περὶ ταύτην Στυγὸς ὕδωρ, λιβάδιον, φησίν, ὀλεθρίου ὕδατος, νομιζόμενον ἱερόν. Ἡρόδοτος δέ φησιν, ὅτι Νώνακρις πόλις Ἀρκαδίας, ἔνθα λέγεται εἶναι τὸ τῆς Στυγὸς ὕδωρ, ὀλίγον φαινόμενον, στάζον ἐκ πέτρας εἰς ἄγκος. καὶσημείωσαι ὅτι οὐ διαφωνοῦσιν αἱ ἱστορίαι. Ἀρκαδικὴ γὰρ μοῖρα καὶ ἡ Ἀζανία καὶ ὁ Φενεὸς καὶ ἡ Νώνακρις. ἔσται δὲ μνήμη τις Φενεοῦ καὶ μετ' ὀλίγα ἐν τῷπερὶ Ῥίπης καὶ Στρατίης. Ὁ δὲ ῥηθεὶς Ὀρχομενὸς πολύμηλος λέγεται πρὸςδιαστολὴν τῶν προρρηθέντων μετὰ τὸν Βοιώτιον κατάλογον. καὶ τοῦτό ἐστιν,ὡς καὶ προερρέθη, τὸ ἐπίσημον τοῦ Ἀρκαδικοῦ Ὀρχομενοῦ, τὸ πολύμηλον. δηλοῖ δὲ ὁ πολύμηλος τὸν πολυθρέμμονα, ὥσπερ καὶ προϊὼν τὴν Ἴτωνα μητέραμήλων ἐρεῖ, τουτέστι θρεμμάτων. καὶ Ἴφικλον δέ τινα πολύμηλον, τουτέστιπολύζῳον, ὡς ἀπὸ μέρους ἑνὸς ἤτοι τῶν μήλων, ὃ δηλοῖ προβάτων· ἄλλως γὰρὁ Ἴφικλος οὐκ ἐπὶ μήλοις ἀλλ' ἐπὶ κτήσει βοῶν ἐθαυμάζετο. (ῃ. 606) Ῥίπη δέ, ὥσπερ καὶ ἡ μετ' αὐτὴν Στρατίη, βαρυτόνως λέγονται πρὸς διαστολὴν τῆςῥιπῆς, ὃ δηλοῖ τὴν ὁρμήν, καὶ τῆς στρατιᾶς τοῦ λαοῦ. τάχα δὲ καὶ πληθυντικῶςλέγεται Ῥίπαι, ἐὰν ὁ Στράβων περὶ ταύτης λέγῃ, ὅτι Ῥίπαι οὐκ οἰκοῦνται. τὴν δὲ χώραν Ῥιπίδα καλοῦσιν. ἀλλαχοῦ δὲ σαφέστατά φησιν, ὅτι Ῥίπην Στρατίην τε καὶ Ἐνίσπην εὑρεῖν τε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν.καὶ Ὀρχομενὸς δὲ καὶ Στύμφαλος καὶ Φενεός, φησίν, ἢ οὐκέτι εἰσὶν ἢ μόλιςαὐτῶν ἴχνη φαίνεται καὶ σημεῖα. ἐθνικὸν ταύτης Ῥιπαῖος. τῆς δὲ Στρατίης,ἥτις ἀπὸ ἡρωΐδος οὕτω καλεῖται, Στρατιεύς ὁ πολίτης καὶ Στρατιάτης· Στράτιον μέντοι πόλις Ἀκαρνάνων, οὗ πολίτης Στρατιώτης καὶ Στράτιος. τῆς δὲ Ἐνίσπης, ἣν ἠνεμόεσσαν λέγει ὡς ἐπὶ ὀρῶν κειμένην, Ἐνισπαῖος τὸ1.467 ἐθνικόν. (ῃ. 607) Τῆς δὲ Τεγέας γνώρισμα ὁ Στράβων τοιοῦτόν φησι. Κεγχρεαὶκεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους. λέγει δὲκαί, ὅτι ἡ Τεγέα μετρίως συμμένει. εὐδαίμων δὲ ὁ Τεγεατικὸς τόπος· διὸ καὶπαροιμία ἐντεῦθεν «εὐδαίμων ὁ Κορίνθιος, ἐγὼ δ' εἴην Τεγεάτης». τῷ μέντοι Γεωγράφῳ ἀρέσκει Τενεάτης ἐνταῦθα γράφεσθαι ἀπὸ Τενέας κώμης, φησί, Κορινθίας, ἐν ᾗ Τενεάτου Ἀπόλλωνος ἱερόν. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Τεγεάταις ὅμοροι Κυπαρισσεῖς· ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον· καὶ ὅτιἐν τῇ Λεπρεάτιδι Καύκωνός ἐστι μνῆμα καὶ ὅτι ἐν τῇ ∆υμαίᾳ ποταμὸς Καύκωνθηλυκῶς. πολὺς δὲ ὁ περὶ Καυκώνων λόγος καὶ μέμνηται μὲν αὐτῶν καὶ ἡ Ὀδύσσεια καὶ ἐν τοῖς ἑξῆς δὲ μνήμη τις ἔσται αὐτῶν. ἔστι δέ, φασί, καὶ Κρητικὴ Τεγέα, ὑπὸ Ταλθυβίου κτισθεῖσα. μέμνηνται δὲ Τεγέας καὶ χρησμοί, ἐν οἷς καὶοὗτος· «Ἀρκαδίην μ' αἰτεῖς. μέγα μ' αἰτεῖς, οὔτοι δώσω. πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ' ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔτι μεγαίρω.δώσω τοι Τεγέην» καὶ τὸ ἑξῆς. ἡ δὲ Μαντίνεια Μαντινέη μὲν παρ' ὉμήρῳἸωνικῶς. εὕρηται δέ, φασί, καὶ Μαντίνη κατὰ συναλιφήν, ὡς Ζέλεια Ζέλη.ὠνόμασται δὲ ἀπὸ Μαντίνου, υἱοῦ Λυκάονος. ἐρατεινὴν δὲ αὐτὴν ὁ ποιητὴς λέγει,διότι πεδιάς ἐστι καὶ πολυάμπελος. συνῴκιστο δὲ κατὰ τὸν Γεωγράφον ὑπὸἈργείων ἐκ πέντε δήμων, ὡς ἡ πρὸ βραχέων ῥηθεῖσα Τεγέα ἐξ ἐννέα. πεποίηκεδὲ τὴν Μαντίνειαν ἔνδοξον Ἐπαμεινώνδας νικήσας αὐτόθι τοὺς Λακεδαιμονίουςμάχῃ, ἐν ᾗ καὶ αὐτὸς ἐτελεύτα. δοκεῖ δὲ παρῆχθαι ἐκ τοῦ Μαντίνα ἡ Μαντίνεια,ὡς ἐκ τοῦ Ἀπάμα ἡ Ἀπάμεια. Καὶ εὕρηται ἡ Μαντίνα ἐν χρήσει ἐπὶ ἄλλης πόλεως, ὡς δηλοῖ ὁ ἱστορήσας, ὅτι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 294

Μαντίνα πόλις Ῥωμαίων, ἐξ ἧς Βιργίλιος ὁ 1.468 ποιητής. (ῃ. 608) Στύμφηλος δὲ καὶ διὰ τοῦ ˉα τὰ πλείω λέγεται Στύμφαλος.προάγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι δὲ οὐ μόνον πόλις Ἀρκαδική,ἀλλὰ καὶ πεδίον ὁμώνυμον καὶ πηγή, ὧν ἐθνικὸν Στυμφάλιος, ἐξ οὗ καὶ Στυμφαλία Ἄρτεμις καὶ λίμνη καὶ γυνή. ὅθεν Στράβων μέμνηται καὶ αὐτὸς λίμνης Στυμφαλίδος λέγων καί, ὅτι ἐνταῦθα τὰς ὄρνις μυθολογοῦσι τὰς ὑπὸἩρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, ὅπερ τοῖς μεγάλοις ἄθλοιςπροσελογίσθη τοῦ ἥρωος. ὁ δ' αὐτὸς ἱστορεῖ καί, ὅτι ὑπὸ συχνῶν πολέμωνπολλαὶ πόλεις τῶν Ἀρκάδων ἔνδοξοι οὖσαι ἠφανίσθησαν, ὧν καὶ ἡ Μεγάληπόλις, οὕτως ὀνομαζομένη, περὶ ἧς Κωμικός τις ἔφη, ὅτι ἐρημία μεγάλη ἐστὶνἡ Μεγάλη πόλις. Παρρασία δὲ ἡ πόλις ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονοςπαίδων. Νικάνωρ δέ τίς φησιν, ὡς ὁ τὰ Ἐθνικὰ γράψας λέγει, Παρβασίαναὐτὴν κεκλῆσθαι διὰ τὴν τοῦ Λυκάονος εἰς τὸν ∆ία παρανομίαν καὶ κατ'ἐναλλαγὴν τοῦ ˉβ Παρρασίαν. τὴν δὲ τοῦ Λυκάονος ἐπὶ τῷ ∆ιῒ παραιβασίαν, εἰπεῖνκαθ' Ἡσίοδον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν Ὑπομνηματισταί. καὶ ταῦτα μὲν ἐν τούτοις. (ῃ. 612–4) Ὁ δὲ ποιητὴς ἱστορεῖ καί, ὅτι αὐτὸς ὁ βασιλεὺς Ἀγαμέμνων νῆας τοῖς ἐξ Ἀρκαδίας ἔδωκε, κενὰς δηλονότι· «ἐπεὶ οὔ σφι θαλάσσιαἔργα μεμήλει», τουτέστιν οὐ φροντὶς ἦν αὐτοῖς τῶν κατὰ θάλασσαν οὐδὲναυτικοὶ ἦσαν, οἷα μεσήπειροι, ὡς μέσην οἰκοῦντες, καθάπερ εἴρηται, τὴν Πελοπόννησον καὶ πανταχόθεν τῆς θαλάσσης πολὺ ἀφεστῶτες. λύει δέ, φασίν,οὕτω ζήτημα ὁ ποιητὴς τὸ «πῶς μεσόγειοι ὄντες εἰς Ἴλιον ἦλθον καὶ πόθενἔσχον τὰς ναῦς». ὅρα δὲ ὅπως ὁ Ἀγαμέμνων πολύναυς, ἑκατὸν μὲν αὐτὸς νῆαςἔχων, ἑξήκοντα δὲ δοὺς τῇ τῶν Ἀρκάδων στρατιᾷ. Ἰστέον δὲ ὅτι ἐν τοῖςΠαυσανίου φέρεται, ὅτι τε Ἀρκὰς κυνῆ ἐλέγετό τις ἤτοι Ἀρκαδικὸς πῖλος, διὰτὸ ἔχειν ὡς εἰκός τι διάφορον πρὸς τὰ ὁμοειδῆ, καὶ ὅτι φελλός τις ἐφέρετοἈρκὰς καὶ ὅτι Ἐρατοσθένης παρὰ Ἀρκάσι φησὶ φελλὸν μέσον τι πρίνου καὶδρυός, ὃ ἐνίους θηλύπρινον καλεῖν, καὶ ὅτι παροιμία ἦν τὸ «Ἀρκάδας μιμούμενος» ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲνοὐδέποτε ἐνίκησαν, πολλοῖς δὲ ἄλλοις αἴτιοι τοῦ νικᾶν ἦσαν, ὅθεν καὶ Πλάτωνὁ Κωμικὸς διὰ τὸ τὰς κωμῳδίας φησὶν αὐτὸς ποιῶν ἄλλοις ἐκδιδόναι διὰπενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη· ἕτερος δὲ ῥήτωρ ἐπιδραμὼν τὰ πολλά φησιν·Ἀρκάδας μιμούμενος, ἤγουν ἄλλοις ταλαιπωρῶν. οἱ γὰρ Ἀρκάδες ὑπὲρ1.469 ἑτέρων ἠνδραγαθίζοντο, φησίν. ὃ δὴ καὶ Ἡρακλῆς ἔπασχεν, ἐξ οὗ καὶ παροιμίαἐπὶ τῶν ἄλλοις μοχθούντων τὸ «ἐν τετράδι γεννηθῆναι», κατὰ τὸν Ἡρακλέαδηλαδή, ὃς ἐν μηνὸς τετάρτῃ γεννηθεὶς ἄλλοις ἤθλει. (ῃ. 615–24) Ὅτι τοῖςπερὶ τὸ Βουπράσιον καὶ τὴν Ἤλιδα, ἔνθα καὶ ἡ Ὑρμίνη καὶ ἡ Μύρσινος πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον, τέσσαρας ἀρχηγοὺς ὁ ποιητὴς ἐφιστᾷ, τὸν ∆ιώρην καὶ τὸν Πολύξεινον καὶ ἀνεψιοὺς ἢ αὐτανεψίους, ὅ ἐστιν ἐξαδέλφους πρώτους,δύο, τὸν Ἀμφίμαχον καὶ τὸν Θάλπιον, ὧν γενέτας ἡ ἱστορία παραδίδωσι Κτέατον καὶ Εὔρυτον, τοὺς κατὰ μὲν τὸν ποιητὴν Ἀκτορίωνας, Μολιονίδας δὲ κατὰ τοὺς νεωτέρους. ὧν γενεαλογία τοιαύτη, συντρέχουσα τῇ ἐνταῦθα ἱστορίᾳτοῦ ποιητοῦ. Ἀλέκτωρ, ὁ Ἐπειοῦ παῖς, νέος κομιδῇ βασιλεύων Ἤλιδος καὶτὴν τοῦ Πέλοπος ἐπιβουλὴν δεδιὼς συλλαμβάνεται Φόρβαντα τὸν ἐξ Ὠλένουἐπὶ ἡμισείᾳ τῆς βασιλείας. γίνεται δὲ τῷ μὲν Ἀλέκτορι ἐκ ∆ιογενείας τῆς Φορβαντίδος υἱὸς Ἀμαρυγκεύς, οὗ μέμνηται ὁ ποιητὴς ἐνταῦθα. τῷ δὲΦόρβαντι ἐξ Ὑρμίνης, ἀδελφῆς Ἀλέκτορος, Αὐγείας καὶ Ἄκτωρ, ὧν καιαὐτῶν μνεία ἐνταῦθα τῷ ποιητῇ. τούτων δὲ Ἀμαρυγκέως μὲν ὁ ῥηθεὶς ἀνωτέρω ∆ιώρης, Αὐγείου δὲ Φυλεὺς καὶ Ἀγασθένης, ὁ ἐνταῦθα παρὰ τῷ ποιητῇ κείμενος, Ἄκτορος δὲ Κτέατος καὶ Εὔρυτος, ὧν Κτεάτου μὲν ὁ δηλωθεὶς Ἀμφίμαχος, Εὐρύτου δὲ ὁ Θάλπιος. ἀλλὰ Κτέατος μὲν καὶ Εὔρυτος ὑφ' Ἡρακλέοςὤλοντο, Φυλεὺς δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 295

ἀναλογίαν,ἀλλὰ τὴν διὰ τοῦ ˉι καὶ αὐτὸ γραφὴν ἀπείληχε διὰ τὸν δάκτυλον· ὁμοίως καὶ

τὸἱππιοχάρμης τῷ λόγῳ τούτῳ ἔχει διὰ διχρόνου τὴν ἀπ' ἀρχῆς δευτέραν συλλαβήν·

ἄλλως γάρ, ὡς ἀπὸ κτητικοῦ τοῦ ἵππειος, διὰ διφθόγγου ὤφειλε γράφεσθαι.(ῃ. 605)

Φενεὸς δέ, κατὰ τὸν ἀναγραψάμενον τὰ Ἐθνικά, πόλις Ἀζανίας. μερὶς δὲ Ἀρκαδίας οἱ

Ἀζᾶνες. λέγεται δέ, φησί, καὶ ἀρσενικῶς ὁ Φενεὸς καὶ θηλυκῶς ἡ Φενεός· κεῖται δὲ ὑπὸ

τὸ ὄρος τὴν Κυλλήνην. ὁ δὲ Γεωγράφοςλέγει, ὅτι περὶ ταύτην Στυγὸς ὕδωρ, λιβάδιον,

φησίν, ὀλεθρίου ὕδατος, νομιζόμενον ἱερόν. Ἡρόδοτος δέ φησιν, ὅτι Νώνακρις πόλις

Ἀρκαδίας, ἔνθα λέγεται εἶναι τὸ τῆς Στυγὸς ὕδωρ, ὀλίγον φαινόμενον, στάζον ἐκ πέτρας

εἰς ἄγκος. καὶσημείωσαι ὅτι οὐ διαφωνοῦσιν αἱ ἱστορίαι. Ἀρκαδικὴ γὰρ μοῖρα καὶ ἡ

Ἀζανία καὶ ὁ Φενεὸς καὶ ἡ Νώνακρις. ἔσται δὲ μνήμη τις Φενεοῦ καὶ μετ' ὀλίγα ἐν

τῷπερὶ Ῥίπης καὶ Στρατίης. Ὁ δὲ ῥηθεὶς Ὀρχομενὸς πολύμηλος λέγεται πρὸςδιαστολὴν

τῶν προρρηθέντων μετὰ τὸν Βοιώτιον κατάλογον. καὶ τοῦτό ἐστιν,ὡς καὶ προερρέθη, τὸ

ἐπίσημον τοῦ Ἀρκαδικοῦ Ὀρχομενοῦ, τὸ πολύμηλον. δηλοῖ δὲ ὁ πολύμηλος τὸν

πολυθρέμμονα, ὥσπερ καὶ προϊὼν τὴν Ἴτωνα μητέραμήλων ἐρεῖ, τουτέστι θρεμμάτων.

καὶ Ἴφικλον δέ τινα πολύμηλον, τουτέστιπολύζῳον, ὡς ἀπὸ μέρους ἑνὸς ἤτοι τῶν

μήλων, ὃ δηλοῖ προβάτων· ἄλλως γὰρὁ Ἴφικλος οὐκ ἐπὶ μήλοις ἀλλ' ἐπὶ κτήσει βοῶν

ἐθαυμάζετο. (ῃ. 606) Ῥίπη δέ, ὥσπερ καὶ ἡ μετ' αὐτὴν Στρατίη, βαρυτόνως λέγονται

πρὸς διαστολὴν τῆςῥιπῆς, ὃ δηλοῖ τὴν ὁρμήν, καὶ τῆς στρατιᾶς τοῦ λαοῦ. τάχα δὲ καὶ

πληθυντικῶςλέγεται Ῥίπαι, ἐὰν ὁ Στράβων περὶ ταύτης λέγῃ, ὅτι Ῥίπαι οὐκ οἰκοῦνται.

τὴν δὲ χώραν Ῥιπίδα καλοῦσιν. ἀλλαχοῦ δὲ σαφέστατά φησιν, ὅτι Ῥίπην Στρατίην τε

καὶ Ἐνίσπην εὑρεῖν τε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν.καὶ

Ὀρχομενὸς δὲ καὶ Στύμφαλος καὶ Φενεός, φησίν, ἢ οὐκέτι εἰσὶν ἢ μόλιςαὐτῶν ἴχνη

φαίνεται καὶ σημεῖα. ἐθνικὸν ταύτης Ῥιπαῖος. τῆς δὲ Στρατίης,ἥτις ἀπὸ ἡρωΐδος οὕτω

καλεῖται, Στρατιεύς ὁ πολίτης καὶ Στρατιάτης· Στράτιον μέντοι πόλις Ἀκαρνάνων, οὗ

πολίτης Στρατιώτης καὶ Στράτιος. τῆς δὲ Ἐνίσπης, ἣν ἠνεμόεσσαν λέγει ὡς ἐπὶ ὀρῶν

κειμένην, Ἐνισπαῖος τὸ1.467 ἐθνικόν. (ῃ. 607) Τῆς δὲ Τεγέας γνώρισμα ὁ Στράβων

τοιοῦτόν φησι. Κεγχρεαὶκεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου

ὄρους. λέγει δὲκαί, ὅτι ἡ Τεγέα μετρίως συμμένει. εὐδαίμων δὲ ὁ Τεγεατικὸς τόπος· διὸ

καὶπαροιμία ἐντεῦθεν «εὐδαίμων ὁ Κορίνθιος, ἐγὼ δ' εἴην Τεγεάτης». τῷ μέντοι

Γεωγράφῳ ἀρέσκει Τενεάτης ἐνταῦθα γράφεσθαι ἀπὸ Τενέας κώμης, φησί, Κορινθίας,

ἐν ᾗ Τενεάτου Ἀπόλλωνος ἱερόν. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Τεγεάταις ὅμοροι

Κυπαρισσεῖς· ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον· καὶ ὅτιἐν τῇ Λεπρεάτιδι

Καύκωνός ἐστι μνῆμα καὶ ὅτι ἐν τῇ ∆υμαίᾳ ποταμὸς Καύκωνθηλυκῶς. πολὺς δὲ ὁ περὶ

Καυκώνων λόγος καὶ μέμνηται μὲν αὐτῶν καὶ ἡ Ὀδύσσεια καὶ ἐν τοῖς ἑξῆς δὲ μνήμη τις

ἔσται αὐτῶν. ἔστι δέ, φασί, καὶ Κρητικὴ Τεγέα, ὑπὸ Ταλθυβίου κτισθεῖσα. μέμνηνται δὲ

Τεγέας καὶ χρησμοί, ἐν οἷς καὶοὗτος· «Ἀρκαδίην μ' αἰτεῖς. μέγα μ' αἰτεῖς, οὔτοι δώσω.

πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ' ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔτι

μεγαίρω.δώσω τοι Τεγέην» καὶ τὸ ἑξῆς. ἡ δὲ Μαντίνεια Μαντινέη μὲν παρ'

ὉμήρῳἸωνικῶς. εὕρηται δέ, φασί, καὶ Μαντίνη κατὰ συναλιφήν, ὡς Ζέλεια

Ζέλη.ὠνόμασται δὲ ἀπὸ Μαντίνου, υἱοῦ Λυκάονος. ἐρατεινὴν δὲ αὐτὴν ὁ ποιητὴς

λέγει,διότι πεδιάς ἐστι καὶ πολυάμπελος. συνῴκιστο δὲ κατὰ τὸν Γεωγράφον

ὑπὸἈργείων ἐκ πέντε δήμων, ὡς ἡ πρὸ βραχέων ῥηθεῖσα Τεγέα ἐξ ἐννέα. πεποίηκεδὲ

τὴν Μαντίνειαν ἔνδοξον Ἐπαμεινώνδας νικήσας αὐτόθι τοὺς Λακεδαιμονίουςμάχῃ, ἐν ᾗ

καὶ αὐτὸς ἐτελεύτα. δοκεῖ δὲ παρῆχθαι ἐκ τοῦ Μαντίνα ἡ Μαντίνεια,ὡς ἐκ τοῦ Ἀπάμα ἡ

Ἀπάμεια. Καὶ εὕρηται ἡ Μαντίνα ἐν χρήσει ἐπὶ ἄλλης πόλεως, ὡς δηλοῖ ὁ ἱστορήσας, ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

294

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!