18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὸ ἱμάς καὶ ἀνδριάς ἐκτεινόμεναἐν τῇ ληγούσῃ κατὰ μετοχάς, μιμήσασθαί φησιν αὐτὰ

καὶ τὴν τῶν μετοχῶνκλίσιν τοῦ ἱστάς ἱστάντος καὶ βιβάς βιβάντος. τὸν μέντοι παρὰ τῷ

Κωμικῷἀλλᾶντα προπερισπᾷ ἐκεῖνος, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν

συνήθειαν· Λέγει γάρ, ὅτι ὁ ἀλλᾶς ὡς ἀπὸ τοῦ ἀλλάεις κέκλιται διὰ τοῦ ˉνˉτ, ἵνα ᾖ

ἀλλάεντοςκαὶ κατὰ κρᾶσιν ἀλλᾶντος. ὁ δὲ τοιοῦτος λόγος ἀπαιτεῖ καὶ τὴν ἐντελῆ

εὐθεῖαντοῦ ἀλλᾶντος περισπᾶσθαι· δῆλον γὰρ ὡς ὁ ἀλλάεις γενόμενος ἀλλᾶς

περισπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως. ὁ δὲ Ἡρωδιανὸς τοῖς εἰρημένοις

παραπηγνὺςκαὶ τὸν παρὰ τῷ Κωμικῷ Μαρικᾶν, τὸ βάρβαρον ὄνομα, διὰ τοῦ ˉνˉτ

κλιθῆναιλέγει, παραφέρων χρῆσιν ταύτην· «ἀλλ' οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα

μὴκολάζειν».] ∆οκεῖ δέ, φασί, παλαιότατα ἔθνη Ἑλλήνων εἶναι τὰ Ἀρκαδικά· διὸ καὶ

προσέληνοι ἐλέγοντο οἱ Ἀρκάδες, ὅπερ, φασίν, Ἵππυς ὁ Ῥηγῖνοςπρῶτον αὐτοὺς

ἐκάλεσε. τοῦτο δὲ ὁ Λυκόφρων παραφράζων πρόσθε μήνηςτοὺς Ἀρκάδας βαλανηφαγεῖν

εἶπεν. ὁ δὲ Κωμικὸς ἐκ τῶν προσελήνων ὁρμώμενος τὸ βεκκεσέληνος ὄνομα συνέθετο,

δηλοῦν ἀρχαιότητα καὶ ἁπλότητα. τότεδέ, φασί, καὶ τὸ ἄστρον, ἡ ἅμαξα, ἐκλήθη ἄρκτος

διὰ τὸ καὶ τὸν ῥηθέντα Ἀρκάδα,τὸν ἐκ ∆ιὸς καὶ Θεμιστοῦς, τυχεῖν τῆς προσηγορίας

ταύτης διὰ τὴν ἀποθηρίωσιντῆς μητρός. ἄρκτος γὰρ ὑπὸ Ἥρας, φασίν, ἡ Θεμιστὼ

ἐγένετο. ἐν μέσῳ δὲ 1.465 Πελοποννήσου κατὰ τὸν Γεωγράφον ἡ Ἀρκαδία, πλείστην

ὀρεινὴν ἀποτεμνομένη.μέγιστον δέ, φησίν, ὄρος ἐν αὐτῇ Κυλλήνη. ἔστι δὲ καὶ πόλις

Αἰγύπτου Ἀρκαδίακαὶ χώρα δέ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ ἐρρέθη. (ῃ. 609) Ἡ δὲ

κατὰ τὸνεἰρημένον Ἀγαπήνορα γενεαλογία τοιαύτη. Ἀρκάδος τοῦ ῥηθέντος

Ἀμφιδάμας,οὗ ἔγγονος Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. (ῃ. 603) Κυλλήνη δὲ οὐ

μόνον ὄρος, ὡς εἴρηται, Ἀρκαδίας, ἀλλὰ καὶ πόλις ὁμώνυμος, ἔνθα δοκεῖ τὸνἙρμῆν

τεκεῖν ἡ τοῦ Ἄτλαντος Μαῖα, ὅθεν καὶ Κυλλήνιος Ἑρμῆς, ἐξ οὗ καὶ Κύλλιος κατὰ

συγκοπήν, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἐκλήθη δὲ Κυλλήνη κατὰ τὸν αὐτὸν ἀπὸ

Κυλλήνης Ναΐδος. ἐν τούτῳ φασὶ μόνῳ τῷ ὄρει τοὺςκοττύφους λευκοὺς γίνεσθαι καὶ

φωνὰς ποικίλας προΐεσθαι, θηρεύεσθαι δὲ πρὸςτὴν σελήνην, τῆς δ' ἡμέρας δυσθηράτους

εἶναι σφόδρα. ἔστι δέ, φασί, καὶ Κύμης Κυλλήνη. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Κυλλήνη

καὶ Ἠλείων ἐπίνειον, ἀφ' ἧς «Κυλλήνιον ἀρχὸν Ἐπειῶν» φησί που Ὅμηρος. ἔστι δὲ καὶ

κώμη μετρία ἔχουσα τὸν Κολώτου Ἀσκληπιὸν ξόανον θαυμαστόν, φησίν,

ἰδεῖν,ἐλεφάντινον. καὶ ὅρα ὅτι οὐχ' ὁ ∆ιόνυσος Κολώτης κατὰ τὴν

ἀσυντήρητονπαράδοσιν, ἀλλὰ τεχνίτης ἀγάλματος ∆ιονύσου ὁ Κολώτης. περὶ δὲ τὴν

Κυλλήνην, φασί, ταύτην Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος ποταμός, ῥέωνἐκ

Φολόης, Ἀρκαδικοῦ ὄρους. ἐκεῖ καὶ πόλις Ἔφυρα, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ

Θετταλικῆς καὶ Κορινθίας, τετάρτη τις, ἐξ ἧς τὰ ἀνδροφόνα φάρμακα· εἰςἣν Ὀδυσσεὺς

ἀφῖκται διζήμενος τὰ τοιαῦτα. ἔστι δέ, φησί, καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ

Ἔφυρα κώμη· καὶ Αἰτωλικὴ δέ ἐστι κώμη Ἔφυρα· οἱ δ'ἀπ' αὐτῆς Ἔφυροι, ὡς καὶ οἱ

Περραιβικοὶ καὶ οἱ Κραννώνιοι καὶ οἱ Θεσπρωτικοί, οἱ ἐκ Κιχύρου πόλεως τῆς πρότερον

Ἐφύρας. (ῃ. 604) Ὁ δὲ Αἰπύτιος τύμβος δηλοῖ μὲν τὸν τοῦ Αἰπύτου τάφον. ἀρχαῖος δὲ

Ἀρκὰς ἥρως ὁ Αἴπυτος,οὗ ὁ τύμβος παρώνυμος. καὶ ὅρα ὅτι ὡς ἐπισήμων ὄντων τοῦ τε

ῥηθέντοςτάφου καὶ τοῦ ὄρους τῆς Κυλλήνης ἐξ αὐτῶν ὁ ποιητὴς ἐσήμανε τὴν

χώρανεἰπών· «οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ

τύμβον».Ἰστέον δὲ ὅτι ὤφειλε μὲν τὸ Αἰπύτιος διὰ διφθόγγου ἔχειν τὴν

παραλήγουσανὡς κτητικόν, ἀπέβαλε δὲ τὸ ˉε διὰ δακτύλου ἀπαρτισμόν, ὅπερ ἐν

πολλοῖς γίνεται, 1.466 ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ γέγραπται. οὕτω δὲ καὶ τὸ

«Φιλοκτήτην Ποιάντιον υἱόν» κτητικὸν μέν, οὐ παραλήγεται δὲ διφθόγγῳ κατὰ τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

293

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!