18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐπιτηδευμάτων γενόμενος, ὧν καὶ ὁ Κίκων Ὀρφεύς, ὃς Ὀρφεὺς τὰ πρῶτα μὲν

ἀγυρτεύων διέζη, εἶτα καὶ μειζόνων ἀξιῶν ἑαυτὸν καὶ ὄχλον καὶδύναμιν

περιποιούμενος διεφθάρη ἐξ ἐπισυστάσεως, ἀνὴρ γόης ἀπὸ μουσικῆς τεκαὶ μαντικῆς καὶ

τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν. καὶ ταῦτα μὲν οὕτω. Τὸ δέ»παρ' Εὐρύτου» ἀντὶ τοῦ

ἀπὸ τοῦ Εὐρύτου· πρόθεσις γὰρ εἴληπται ἀντὶ προ1.463 θέσεως. σαφηνισμὸς δέ ἐστι

τοῦτο τοῦ Οἰχαλίηθεν· τοῦτο γὰρ οὐδέν ἐστιν ἀλλ'ἢ τὸ ἀπὸ τοῦ Οἰχαλιέως Εὐρύτου, ὃν

διδάσκαλον τοῦ τοξεύειν Ἡρακλεῖ Θεόκριτος ἱστορεῖ. (ῃ. 597) Τὸ δέ «στεῦτο» ἐν μὲν

τοῖς ἑξῆς ἐπὶ ὑποσχέσεως κεῖταιἐν τῷ «στεῦται γάρ τι ἔπος ἐρέειν Ἕκτωρ». ἀντὶ γὰρ τοῦ

ὑπισχνεῖσθαιδοκεῖ κεῖσθαι. ἐνταῦθα δὲ ἁπλῶς δηλοῖ τὸ ὑφίστατο ἢ ἐνίστατο καὶ

ἐνστατικῶςἔλεγε. γίνεται δὲ ἀπὸ τοῦ στέω, οἷον «στέωμεν καὶ ἀλεξώμεθα» καὶ

πλεονασμῷτοῦ ˉυ στεύω, ἐξ οὗ στεύετο καὶ ἐν συγκοπῇ στεῦτο. (ῃ. 598) Τὸ δέ «αὐταὶ

Μοῦσαι» κατ' ἐξοχὴν εἴρηται. καὶ τοιοῦτον γάρ τι ἔστιν ὅτε σημαίνει ἡ αὐτόςἀντωνυμία,

ὡς καὶ ἐπὶ Ἀγαμέμνονος πρὸ ὀλίγου εἶπεν· «ἐν δ' αὐτὸς ἐδύσατοχαλκόν» καὶ ἐπὶ

Μενελάου· «ἐν δ' αὐτὸς κίεν». διὰ τί δὲ ὁ Ζεὺς αἰγίοχος λέγεται,ζητητέον ἑτέρωθι. (ῃ.

599) Πηρὸς δὲ ὁ παθὼν τὴν ὅρασιν ὀξυτόνως· Ἀττικοὶδέ φασι προπερισπωμένως ὁμοίως

τῷ λῆρος. οὕτω δὲ αὐτοὶ καὶ τὸ μωρόςμῶρός φασι. (ῃ. 600) Θεσπεσίαν δὲ ἀοιδὴν ἔφη

οὐκ ἀργῶς, ἀλλὰ οἱονεὶ λέγων,ὅτι θεοῦ δῶρον οὖσαν θεὸς αὖθις ἀφείλετο ἀπὸ τοῦ

ἀλαζόνος. ἔστι δὲ νῦν θεσπεσίαοὐχὶ ἡ θεόθεν πεσοῦσα, ἀλλ' ἣν θεὸς εἴποι ἄν, τουτέστιν

ᾄσοι· ταὐτὸν γάρ ποτετὸ ἐνέπειν καὶ τὸ ἀείδειν. Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀπίωνος καὶ

Ἡροδώρουφέρεται, ὅτι πηρὸν ἐνταῦθα ὁ ποιητὴς κατὰ τοὺς νεωτέρους τὸν τῆς

ᾠδῆςπηρωθέντα λέγει. τί γάρ, φασί, βλαβερὸν τῷ Θαμύριδι κιθαρῳδῷ ὄντι, εἰ

τῶνὀφθαλμῶν ἐστέρητο; μᾶλλον γὰρ προσεκτικὸς ἐγίνετο τῇ φωνασκίᾳ. πρὸς

δὴἐκείνους ῥητέον, ὅτι οὐκ ἐνοήσαν τὸ τοῦ ποιητοῦ· οὐ γὰρ τῇ πηρώσει τῆς

ὄψεωςἀκολουθῆσαι εἶπε τὴν λήθην τῆς ᾠδῆς, ἀλλὰ δύο παθεῖν τὸν Θάμυριν,

ὄψεωςπήρωσιν καὶ ἀοιδῆς ἀφαίρεσιν. Τὸ δέ «ἐκλέλαθον κιθαριστύν»

ἐφερμηνευτικόνἐστι τοῦ «ἀοιδὴν ἀφείλοντο». ταὐτὸν γὰρ ἀοιδῆς ἀφαίρεσις καὶ λήθη

κιθαριστύοςἤτοι τῆς κιθαρῳδικῆς τέχνης. καὶ ὅρα τὸ ἐκλέλαθον αἰτιατικῇ συνταχθέν.

τὸμέντοι παθητικὸν τούτου γενικῇ συντάσσει ἐν τῷ «καὶ ἐκλελάθοιντο γάμοιο».καὶ

τοῦτο μὲν ἁπλοῦν οὕτω καὶ ἀπερίεργον. οἱ δὲ παλαιοὶ σημειωδῶς ἐφιστῶσιν,ὅτι ἐπὶ μὲν

τοῦ φυσικοῦ ἀφέλοντο εἶπεν ὁ ποιητής, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γάρ τις

ἔμαθεν, οὐκ ἀπόλλυσιν, ἐπιλήθεται δέ. (ῃ. 603–11) Ὅτι 1.464 ἑξήκοντα νηῶν ἦρχεν

Ἀγαπήνωρ, υἱὸς Ἀγκαίου, βασιλεὺς Ἀρκάδων, οὓςἐπαινῶν ὁ ποιητὴς λέγει «Ἀρκάδες

ἄνδρες ἐπιστάμενοι πολεμίζειν» καὶ πάλιν»ἀνέρες ἀγχιμαχηταί». λέγει δὲ καὶ τὴν

Ἀρκαδίαν κεῖσθαι «ὑπὸ Κυλλήνης ὄροςαἰπὺ Αἰπύτιον παρὰ τύμβον». καὶ ὅρα τὸ «αἰπὺ

Αἰπύτιον παρὰ τύμβον». ἔχειγάρ τινα ἔμφασιν κάλλους ἀμυδράν. ἐνέμοντο δέ, φησίν, οἱ

Ἀρκάδες Φενεὸν καὶὈρχομενὸν Ῥίπην τε Στρατίην τε καὶ Ἐνίσπην καὶ Τεγέην καὶ

Μαντινέην Στύμφηλόν τε καὶ Παρρασίην. προάγει δὲ κἀνταῦθα τόπους τινὰς μετὰ

ἐπιθέτωνεἰπὼν Ἐνίσπην ἠνεμόεσσαν, Μαντινέην ἐρατεινὴν καὶ Ὀρχομενὸν

πολύμηλον. ἓξ δὲ ὄντων ἐνταῦθα στίχων τοῦ Καταλόγου τρὶς μὲν χρᾶται ὁ ποιητὴς

τῷεἶχον, δὶς δὲ τῷ ἐνέμοντο, χαίρων, ὡς προεγράφη, ταῖς τοιαύταις λέξεσι διὰ

τὸκαίριον. καὶ ὡς ἐν ὀλίγῳ μὲν εἰπεῖν, τοιοῦτος ὁ παρὼν Κατάλογος. τὰ δὲ ἐνμέρει

αὐτοῦ τάδε. (ῃ. 603) Ἀρκάδες ἀπὸ Ἀρκάδος, υἱοῦ ∆ιός· καὶ ἡ χώρα αὐτῶν Ἀρκαδία,

κληθεῖσά ποτε καὶ Πελασγία καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντίς καὶ Ἀζανία. [Ὅτι

δὲ ὁ Ἀρκάς, τό τε κύριον καὶ τὸ ἐθνικόν, συστέλλετὸ ˉα καὶ ὀξύνεται καὶ διὰ τοῦ ˉδˉοˉς

κλίνεται κατὰ τὸ φυγάς φυγάδος καὶ τὰὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃς παρατιθεὶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

292

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!