18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐδέξαντο ἐπιλέγοντες· «Ἄμυρις μαίνεται». ὁδὲ τῷ χρόνῳ διὰ τὴν προσποίητον μανίαν

ἐθαυμάσθη. καὶ τοῦτο μὲν τοιοῦτον. Τῶν δὲ λέξεων τοῦ χωρίου τούτου τὸ μέν

«ἀντόμεναι» ἀπὸ βαρυτόνου ῥήματοςγίνεται, τοῦ ἄντω, καὶ δηλοῖ τὸ συναντήσασαι.

οἶδε δὲ Ὅμηρος καὶ περισπᾶσθαιτὸ τοιοῦτον ῥῆμα, ὡς δῆλον καὶ ἐν τῷ «οὐ γὰρ ἔγωγε

ἤντησα». πολλὰ δὲ καὶἄλλα οὕτω διφοροῦνται, ὁποῖόν τι καὶ τὸ «αἰδομένων δ'

ἀνδρῶν» καὶ «οὐδέ τίμ' αἰδέσεται» καὶ τὸ κοινῶς μὲν λεγόμενον ὀφρυᾶσθαι, ἄλλως δὲ

ὀφρύεσθαι, ὡςἐδήλωσε τὸ «Κόρινθος ὀφρύεται καὶ κοιλαίνεται». (ῃ. 596) Ἡ δὲ

Οἰχαλίαπόλις ἐστίν, ἧς Ὅμηρος καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται ἐν τῷ περὶ τῶν

Ἀσκληπιαδῶν λόγῳ ἧς ποτε ἦρχεν ὁ τοξικώτατος Εὔρυτος, οὗ θυγάτηρ Ἰόλη, τὸ

τοῦἩρακλέος τελευταῖον, εἴτε ἆθλον εἰπεῖν τις βούλοιτο εἴτε κακόν· αὐτὴν

γὰραἰχμαλωτίσας Ἡρακλῆς ἐξ Οἰχαλίας, εἶτα δι' αὐτὴν οὐκ εὐκλεῶς μετήλλαξε.

σημείωσαι δὲ ὅτι Οἰχαλία οὐ μία κατὰ τὸν Γεωγράφον, παρ' ᾧ καὶἈρκαδική τις Οἰχαλία

πόλις Εὐρύτου, ὃ καὶ ἀμφιβολίαν, φησί, ποιεῖ, πόθενὁρμηθέντα τὸν Θάμυριν ἀοιδῆς

ἔπαυσαν αἱ Μοῦσαι. ὁ δ' αὐτὸς εἰπὼν καί, ὅτι ∆ώριον οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, τὴν νῦν

Ὄλουριν ἢ Ὄλουραν, κειμένην ἐν τῷαὐλῶνι τῆς Μεσσηνίας, λέγει καί, ὅτι αὐτοῦ δέ που

καὶ Οἰχαλία ἡ τοῦ Εὐρύτου,πολίχνιον Ἀρκαδικόν, ὁμώνυμον τῷ Θετταλικῷ καὶ

Εὐβοϊκῷ, ὅθεν φησὶν ὁποιητὴς ἐς τὸ ∆ώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ

Μουσῶν ἀφαιρεθῆναιτὴν μουσικήν. Ἐν ἑτέροις δέ φησιν ὁ αὐτός, ὅτι Οἰχαλία κώμη τῆς

Ἐρετρικῆς, ὁμώνυμος τῇ Τραχινίᾳ καὶ τῇ περὶ Τρίκκην καὶ τῇ Ἀρκαδικῇ καὶ τῇ ἐν

Αἰτωλίᾳ·ἐξ οὗ πέντε ἀναφαίνονται Οἰχαλίαι, ὧν αἱ μὲν τρεῖς ἀναμφίλεκτοι μὴ εἰδέναι

τὰκατὰ Θάμυριν, αἱ δὲ δύο, ἤγουν ἡ Ἀρκαδικὴ καὶ ἡ περὶ Τρίκκην, ἤτοι ἡ Θετταλική,

μεταποιοῦνται τοῦ κατὰ Θάμυριν πάθους. νικᾷ δὲ ἡ Ἀρκαδική. κατὰ δὲ τὸν

ἀναγραψάμενον τὰ Ἐθνικὰ καὶ ὑπὲρ τὰς πέντε εἰσὶν Οἰχαλίαι.λέγει γάρ, ὅτι Οἰχαλία, ἣν

Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει· οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ.

ἔστι δέ, φησί, καὶ Μεσσήνης καὶ ἑτέραἐν Τραχῖνι καὶ Θεσσαλίᾳ καὶ Ἀρκαδίᾳ. πολίτης δὲ

Οἰχαλίας Οἰχαλιεύς καὶ 1.462 Οἰχαλιώτης καὶ Οἰχάλιος. δῆλον δὲ ὅτι Εὔρυτον βασιλέα

Οἰχαλίας οἱ μὲν τῆς Θετταλικῆς εἶπον, οἱ δὲ τῆς Ἀρκαδικῆς, αἳ καὶ τὰ κατὰ Θάμυριν

μερίζονται. ἄδηλον δὲ διὰ ταῦτα καὶ ποίας ἦν ὁ Λίνος· φησὶ γὰρ ἡ ἱστορία, ὅτι ὁ

ἱστορικὸς Λίνος Οἰχαλιώτης ἦν. ὅτι δὲ καὶ ἐμάνη ὁ Θάμυρις κατὰ τὴν ἀνωτέρω

μνημονευθεῖσαν παροιμίαν, δηλοῖ ὁ ταῦτα ἱστορήσας. Θάμυρις παῖς Φιλάμμωνος, τὸ

γένος Θρᾷξ, κάλλει διενεγκὼν καὶ πρῶτος αἰσχρὸν ἔρωτα νοσήσας. οὗτος ἐν

ἀοιδῇκαλλιστεύων ἤρισε Μούσαις συνθέμενος, εἰ μὲν νικήσει, πλησιάσαι πάσαις,εἰ δὲ

ἡττηθῇ, στερήσεσθαι, οὗ ἂν ἐκεῖναι θέλωσιν. αἱ δὲ ὑπερσχοῦσαι τῶνὀμμάτων αὐτὸν

ἐστέρησαν καὶ περὶ τὴν φωνὴν ἔβλαψαν καὶ ἔκφρονα πεποιήκασιν.Ἕτερος δὲ μῦθος

λέγει μὴ κατὰ πασῶν τῶν Μουσῶν ἐθελῆσαι τὸν Θάμυριν,ἀλλὰ τῆς μὲν ἥττης

πρόστιμον ἑαυτῷ τὴν πήρωσιν ὁρίσαι, τῆς δὲ νίκης γάμονμιᾶς τῶν Μουσῶν. ἱστοροῦσι

δὲ αὐτὸν καὶ δίκορον εἶναι, τῶν ὀφθαλμῶν τὸνμὲν γλαυκὸν ἔχοντα, τὸν δὲ μέλανα.

Φασὶ δέ τινες καὶ μὴ τοὺς δύο αὐτόν, τὸνἕτερον δὲ ἀπολέσαι τῶν ὀφθαλμῶν. μετὰ τοῦ

ἄρθρου δέ, φασί, λέγει «τὸν Θρᾷκα»,οὐ πρὸς διαστολὴν ἑτέρου Θαμύριδος, ἀλλ'

ἀναφέρων ὡς ἐν ὑποδείξει πρὸς τὸἐπίσημον τοῦ ἀνδρός. Σημειοῦνται δὲ οἱ παλαιοὶ καί,

ὅτι πιθανῶς ὁ Θάμυρις τῷὁμοιοτρόπῳ Εὐρύτῳ συνδιατρίβει. ὑψαύχην γὰρ καὶ ἐκεῖνος

ἱστόρηται· διὸκαὶ ἀπώλετο. διδάσκει οὖν ὁ ποιητὴς μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας.

Γνωμολογοῦσι δὲ καί, ὅτι οὐδὲν ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς ὄγκον ἄγουσα· καὶ ὅτι

Θρᾷκες ἦσαν οἱ ἐπιμεληθέντες τῆς ἀρχαίας μουσικῆς, Ὀρφεύς, Μουσαῖος καὶΘάμυρις·

καὶ ὅτι ἐν τῇ ἀκτῇ τῇ περὶ τὸν Ἄθων Θάμυρις ὁ Θρᾷξ ἐβασίλευσε τῶν αὐτῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

291

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!