18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καλεῖται δὲ οὕτω κατὰ τὸν Γεωγράφον ἀπὸ τοῦ συμβεβηκότος,ἤγουν διότι συμβέβηκεν

αὐτῷ ὑψηλῷ εἶναι. τινὲς δέ, ἐν οἷς καὶ ὁ τῶν Ἐθνικῶνγραφεύς, βαρυτόνως μὲν

γράφουσιν Αἶπυ, τουτέστι προπερισπωμένως, πρὸςδιαστολὴν τοῦ ἐπιθέτου, ἀπὸ τῆς

ἐρυμνότητος δὲ κληθῆναί φασι λέγοντες καί,ὅτι ἐν τῷ «πόλις αἰπεῖα κολώνη» ταύτης

μέμνηται ὁ ποιητής. λέγεται δὲ καὶἩρωδιανῷ δοκεῖν ἀναλογωτέραν εἶναι τὴν βαρεῖαν

τάσιν ἐν τῷ «καὶ εὔκτιτον Αἶπυ». ἴσως δέ, φασίν, ἀπὸ Αἰπύτου, τοῦ μετ' ὀλίγα

ῥηθησομένου, ὠνόμασται.(ῃ. 593) Κυπαρισσήεις δὲ πόλις Μεσσηνίας. ἐθνικὸν αὐτῆς

Κυπαρισσηέντιος. Κυπάρισσος μέντοι πόλις ἐν Παρνασῷ, ἧς Ὅμηρος ἐμνήσθη ἐν τῷ

Φωκικῷ καταλόγῳ· ἐκείνης δὲ ὁ πολίτης Κυπαρισσεύς. ὁ δὲ Γεωγράφος καὶ

ποταμὸνλέγει Κυπαρισσήεντα καί, ὅτι Κυπαρισσία ἐστὶν ἄλλη παρὰ τὸν Κυπαρισσήεντα,

Μεσσηνιακὴ καὶ αὐτή. Ἡ δὲ Ἀμφιγένεια παρά τισι καὶ οὐδετέρως λέγεται

τὸἈμφιγένειον. πολίτης αὐτῆς Ἀμφιγενειάτης καὶ Ἀμφιγενεύς. εἶχε δὲ Λητοῦςἱερόν,

ἐπεί, φασίν, ἐκεῖ Λητὼ παραγενομένη ἔτεκεν Ἀπόλλωνα. (ῃ. 594) 1.460 Πτελεὸς δὲ ἢ

Πτελεὸν οὐδετέρως ἐστὶ καὶ Ἰωνίας πόλις καὶ Τρῳάδος, ἔτι δὲκαὶ τῶν περὶ Θετταλίαν

Ἀχαιῶν. καλεῖται δέ, φασίν, οὕτως, ὅτι πολλὰς ἔχειπτελέας. ὁ πολίτης Πτελεάτης καὶ

Πτελεούσιος καὶ Πτελεεύς. ἔστι δὲ καὶ Πτελέα δῆμος φυλῆς Ἀττικῆς τῆς λεγομένης

Οἰνηΐδος, ἧς ὁ δημότης Πτελεάσιος. ὁ δὲ Στράβων λέγει, ὅτι τὸ Πτελεὸν κτίσμα ἐστὶ τῆς

ἐκ Πτελεοῦ, τοῦ Θετταλικοῦ, ὃν ὁ ποιητὴς ἐρεῖ ἐν τοῖς ἑξῆς Πτελεὸν λεχεποίην. ἔστι δέ,

φησί,δρυμῶδες χωρίον, ἀοίκητον, Πτελεάσιμον καλούμενον. Ἕλος δὲ παρὰ τὸ ἐνἕλει

εἶναι κατὰ τὸν Ἐθνικογράφον. εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τῷ καταλόγῳτῶν

Λακώνων. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Ἕλος οἱ μὲν χώραν τινὰ περὶ Ἀλφειόν, οἱ δὲ καὶ

πόλιν, ὡς τὴν Λακωνικὴν τὴν πρὸ ὀλίγου ῥηθεῖσαν. [Ὅτι δὲ τῷτοιούτῳ Ἕλει

παρωνυμοῦνται οἱ Εἵλωτες, οὐ πρὸ πολλῶν δεδήλωται, οἳ οὐμόνον δουλικοῦ εἰσιν

ὀνόματος, ἀλλὰ καί τι ἑτεροῖον δηλοῦσιν· ἐν γοῦν τοῖςἩρωδιανοῦ εὕρηται, ὅτι Εἵλωτες

οἱ ἐπὶ Ταινάρῳ Σάτυροι.] ∆ώριον δέ, οὗἐθνικὸν ∆ώριος καὶ ∆ωριεύς, κληθῆναι οὕτω

δοκεῖ τοῖς παλαιοῖς διὰ τὸ αὐτόθιεὑρεθῆναι τὴν ∆ώριον ἁρμονίαν ὑπὸ Θαμύριδος, περὶ

οὗ αὐτίκα εἰρήσεται. ὁδὲ Γεωγράφος λέγει, ὅτι τὸ ∆ώριον οἱ μὲν ὄρος φασίν, οἱ δὲ

πεδίον. οὐδὲν δέ,φησί, νῦν δείκνυται. κατωτέρω δὲ καὶ ἄλλως εἰρήσεται περὶ τούτου. (ῃ.

594–600) Εἶτα κολλᾷ τῷ ∆ωρίῳ τὸν περὶ τοῦ Θαμύριδος μῦθον ὁ ποιητὴς καὶ λέγει,

ὅτιἐνταῦθα Μοῦσαι «ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς Οἰχαλίηθεν

ἰόνταπαρ' Εὐρύτου Οἰχαλιῆος· στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταὶ Μοῦσαι

ἀείδοιεν κοῦραι ∆ιὸς αἰγιόχοιο· αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν,αὐτὰρ ἀοιδὴν

θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν». (ῃ. 595) Φαίνεταιδὲ ἀλαζὼν γενέσθαι

ὁ Θρᾷξ Θάμυρις καὶ καυχήσασθαι μὴ ἂν μηδὲ τῶν Μουσῶν δευτερεῖον ᾄδων οἴσεσθαι.

διὸ καὶ θεία τις νέμεσις οὐ μόνον τὰς ὄψειςαὐτῷ ἐκόλασεν, ἀλλὰ καὶ τῆς ᾠδῆς

ἐστέρησεν, ἀπεναντίας ἑτέροις, οὓς ὀφθαλμῶν μὲν ἄμερσε θεὸς κατὰ τὴν ποίησιν,

ἔδωκε δὲ γλυκεῖαν ἀοιδήν. Ἰστέον δὲὅτι καὶ Ἄμυρίς τις εὕρηται δίχα τοῦ ˉθ ἐν ταῖς τῶν

παροιμιῶν Ἀναγραφαῖς εἴτε μουσικὸς εἴτε καὶ ἑτεροῖος. διὸ καὶ ἐν τῇ παροιμίᾳ τῇ

λεγούσῃ «Θάμυριςμαίνεται» τινὲς Ἄμυριν ἔγραψαν δίχα τοῦ ἐν ἀρχαῖς θῆτα. περὶ οὗ

Παυσανίας ἐντῷ κατὰ στοιχεῖον ῥητορικῷ αὐτοῦ Λεξικῷ ἱστορεῖ, ὅτι θεωρὸς ὑπὸ

Συβαριτῶνπεμφθεὶς εἰς ∆ελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειαν

1.461 Συβαρίταις, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσιν, ἰδὼν δοῦλον μαστιγούμενονκαὶ

εἰς ἱερὸν προσφυγόντα καὶ μὴ ἀπολυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς

μνῆμα καταφυγόντα καὶ ἀπολυθέντα, συνεὶς τὸ λόγιον καὶἐξαργυρισάμενος τὰ ἴδια

ἀπῆλθεν εἰς Πελοπόννησον. καὶ Συβαρῖται μέν, ὃλογισμῷ πεποίηκεν, εἰς μανίαν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

290

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!