18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃ. 20) Ὅτι τὸ «παῖδαδέ μοι λύσατε φίλην, τὰ δ' ἄποινα δέχεσθε, ἁζόμενοι ∆ιὸς

υἱόν» Ἀπίων καὶἩρόδωρος, ὧν βιβλίον εἰς τὰ τοῦ Ὁμήρου φέρεται, διδόασι καὶ

ἀπαρεμφάτως γράφεσθαι· «παῖδα δέ μοι λῦσαί τε φίλην, τὰ δ' ἄποινα δέχεσθαι»

λαμβανομένου,φασίν, ἀπὸ κοινοῦ τοῦ δοῖεν, ἵνα λέγῃ, ὅτι δοῖεν θεοὶ τήν τε παῖδα λῦσαι

καὶ τὰδῶρα λαβεῖν. τὸ δὲ ἁζόμενοι καθ' ὑπερβατόν φασιν· Ἀτρεῖδαι καὶ Ἀχαιοί,

ἁζόμενοι ∆ιὸς υἱόν. Ὅτι ἄζω μὲν τὸ ξηραίνω ψιλοῦται παρὰ τὸ ˉα στερητικὸν καὶτὸ ζῆν·

οὐ ζῶσι γὰρ τὰ ξηρά· καὶ ἀπ' αὐτοῦ ἄζη ἐν Ὀδυσσείᾳ ἡ ξηρασία, καὶἈζανία τόπος ἐν

Πελοποννήσῳ οὐ πάνυ πολύϋδρος· ἅζεσθαι δὲ τὸ σέβεσθαιδασύνεται ἀπὸ τοῦ χάζω, τὸ

ὑποχωρῶ. ἰστέον γὰρ ὅτι τοῖς μὲν τρισὶ ψιλοῖςσυμφώνοις ψιλὸν πνεῦμα ἐπετίθετο, τοῖς

δὲ τρισὶ δασέσι πνεῦμα δασύ. τοῦτοίνυν χάζω κατὰ τὸν λόγον τοῦτον δασυνομένου, τὸ

δασὺ πνεῦμα ἐναπέμεινετῷ ˉα μετὰ τὴν τοῦ δασέος ˉχ ἀναχώρησιν. τοιοῦτον δέ τι,

φασίν, αἴτιον καὶ τοῦδασύνεσθαι τοῦ ἑταῖρος τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ ἔθους. ἑταῖρος

γὰρ ὁ ἐν ἔθειτυγχάνων ἡμῖν. ἀνεπόδισεν οὖν, φασίν, ἡ τοῦ ˉθ δασεῖα μετὰ τὴν εἰς

ψιλὸνμεταβολὴν καὶ ἀναβέβηκεν εἰς τὴν ἄρχουσαν. [Ὅτι φύσει μὲν ἑκαβόλος

ἐστὶνἈπόλλων ὡς ἑκὰς βάλλων· πρόνοια δὲ μετρικὴ δακτυλικὴ ἔτρεψεν αὐτὸν

εἰςἑκηβόλον. οὕτω δὲ σὺν μυρίοις ἄλλοις καὶ ἡ ἐλαφοβόλος Ἄρτεμις ἐλαφηβόλοςἐστίν.]

(ῃ. 22) Ὅτι εὐφημεῖν παρὰ τῷ ποιητῇ, ὡς καὶ ἀλλαχοῦ φανεῖται, οὐκαὐτόχρημα

τὸ ἐπαινεῖν, ἀλλὰ τὸ ἐνθεαστικῶς ἀγαθὰ λέγειν. διὸ ἐνταῦθα εἰπών»ἐπευφήμησαν

πάντες Ἀχαιοί» ἐπάγει τί ἦν τὸ ἐπευφήμησαν «αἰδεῖσθαί τε 1.46 ἱερέα καὶ ἄποινα

δέχεσθαι». ἰστέον δὲ ὅτι Εὐριπίδης ἐντεῦθεν λαβὼν ἔφη τὸ»λαοὶ δ' ἐπερρόθησαν». Ὅρα

δὲ τὸ πάντες. πάντως γὰρ τοῖς πᾶσι καὶ Ὀδυσσεὺς καὶ Νέστωρ συνεισάγονται καὶ οἱ

λοιποὶ ἀριστεῖς. εἰ τοίνυν οὐ πεισθείη ὁβασιλεύς, ὑπὲρ πάντας ἐθέλει φρονεῖν μόνος,

ὅπερ ἐπισφαλές, εἴ γε «εἷς ἀνὴροὐδεὶς ἀνήρ». οἱ δὲ τοιοῦτοι πάντες ἐπαινετέοι μὲν τῆς

εὐπειθείας· οὐ γὰρἀντιλέγουσι τῷ βασιλεῖ· θρηνητέοι δὲ τῆς ἀθλιότητος, εἴ γε

πανωλεθρίαν πείσονται διὰ τὴν τοῦ ἄρχοντος πεισμονήν. εἴτε δὲ αἱρετὸς βασιλεὺς

ὁἈγαμέμνων τοῖς Ἀχαιοῖς εἴτε φυσικός, οὐ καλὸν ἦν αὐτοὺς ἀντιπίπτειν αὐτῷ. διὸ καὶ

οὕτω ποιοῦσι δεικνύντος τοῦ ποιητοῦ οἵους εἶναι δεῖ τοὺς ἀρχομένους τῷἄρχοντι.

σημείωσαι δὲ ὅτι τὸ παρ' Ἡροδότῳ ἐπιφημίζεσθαι οὐ ταὐτόν ἐστι τῷἐπευφημεῖν, ἀλλὰ

μαντικὴ λέξις ἐστὶ δηλοῦσα προφοράν τινα μαντείας δι'ἀναμνήσεως ἐνυπνίου. [Ἰστέον

δὲ ὅτι τὸ Ἀχαιός δίχα τοῦ κατὰ τὴν δίφθογγον ˉι προφέρουσιν οἱ Αἰολεῖς κατὰ τοὺς

τεχνικούς, οἳ λέγουσιν ὡς διάλεκτοί τινεςἀποβάλλουσι τὸ ˉι τῆς ˉαˉι διφθόγγου, οἷον

Ἀθηναῖοι μὲν τὸ κλαίει κλάει λέγουσιν·οὕτω δὲ καὶ καίει κάει, αἰεὶ ἀεί, αἰετὸς ἀετός.

Αἰολεῖς δὲ τὸ παλαιός καὶ Ἀχαιόςκαὶ ἑταῖρος πάλαος καὶ Ἄχαος καὶ ἕταρος. Ἴωνες δὲ

σὺν Ἀττικοῖς τὸ χρύσειος,ἀργύρειος, χάλκειος καὶ τὰ ὅμοια, χρύσεός φασι καὶ ἀργύρεος

καὶ χάλκεος. ὡςδὲ οἱ Αἰολεῖς πολλάκις ἐν ταῖς διφθόγγοις οὐκ ἀποβάλλουσιν, ἀλλ'

ἀρκοῦνταιμόνῃ διαστάσει, ὡς ἐν τῷ Ἀτρεΐδης, Αἰγεΐδης, Ἀργέϊος, ἐξ ὧν τὸ Ἀτρείδης,

Αἰγείδης, Ἀργεῖος, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί. (ῃ. 23) Ὅτι τὰ παρὰ τῷ Χρύσῃ ἀπερείσια

ἄποινα ἀγλαὰ ἱστορεῖ Ὅμηρος, ὅ ἐστιν αἰγλήεντα ἢ ἀγαλλιᾶν ἔχοντα.] (ῃ. 24) Ὅτι οὐ

λέγει ὁ ποιητὴς ὡς οὐκ Ἀτρείδαις ἥνδανεν ὁ τοῦΧρύσου λόγος, ἀλλὰ τῷ Ἀτρείδῃ, τῷ

Ἀγαμέμνονι δηλαδή. αὐτὸς γὰρ καὶτοῦ ἀδελφοῦ, ὡς εἰκός, προεῖχεν οἷα πρεσβύτερος.

ὡς γὰρ καὶ Ἡρόδοτός φησι»νομιζόμενα ἤγουν νομιζόμενον ἔστι παρὰ πάντων

ἀνθρώπων τὸν πρεσβύτερονἄρχειν». τὸ δὲ ἥνδανε, [περὶ οὗ δηλοῦταί τι καὶ ἐν τοῖς εἰς

τὴν Ὀδύσσειαν],δασύνεται, ὡς δηλοῖ καὶ ἐν τῇ τραγῳδίᾳ τὸ ἀφανδάνοντα. γίνεται δὲ ἐκ

τοῦ ἥδωκατὰ παραγωγὴν ἡδάνω καὶ τροπῇ τοῦ ˉη εἰς ˉα καὶ πλεονασμῷ τοῦ ˉν

ἁνδάνω.τὸν ὅμοιον δὲ τρόπον γίνεται καὶ ἐκ τοῦ λήθω τὸ λανθάνω καὶ μήθω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

29

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!