18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἰδίαις προθυμίαις πεποιθώς», ὡς ἐκείνου μὲν ἀνδρείου ὄντος, τούτου δὲ θαρραλέου. [διό

που ἐν τοῖς ἑξῆςκαὶ πρὸς μυῖαν διὰ παραβολῆς εἰκασθήσεται καταθρασυνομένην

πολλά.](ῃ. 591–602) Ὅτι ὁ Νέστωρ ἐνενήκοντα νῆας ἦγε δευτερεύων τῶν τοῦ

βασιλέωςκατὰ τὸ πλῆθος. εἶχε δὲ ὑπ' αὐτὸν πόλεις, ἐξ ὧν τὸ ναυτικὸν συνεκρότησε, τὴν

Πύλον, τὴν Ἀρήνην, ἣν καὶ ἐρατεινὴν λέγει, καὶ Θρύον Ἀλφειοῦ πόρον καὶεὔκτιτον

Αἰπὺ καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν καὶ Πτελεὸν καὶ Ἕλος καὶ ∆ώριον. οἷος μὲν

οὖν ὁ Νέστωρ, καὶ ἐκ τοῦ ποιητοῦ εἴσεταί τις καὶ ἐξἑτέρων πολλῶν. ∆ηλοῖ δὲ τὴν τοῦ

γέροντος ἀρετὴν καὶ τὸ εἰς αὐτὸν παλαιὸνἐπίγραμμα, ὅπερ καὶ φέρτατον ἡμερίων λέγει

αὐτὸν καὶ βαθύνουν καὶ ψυχὴν ἐνσώματι θείαν ἔχοντα καὶ ἄνδρα ἀγαθόν. λέγει δὲ ἡ

ἱστορία καὶ αὐτὸν προσγενῆ 1.458 τοῖς βασιλεῦσιν. Εὐρυδίκῃ γὰρ καθ' Ὅμηρον συνὼν

τῇ Κλυμένου θανούσηςαὐτῆς Ἀναξιβίαν ἔγημεν, ἀδελφὴν Ἀγαμέμνονος. (ῃ. 591) Πύλοι

δὲ τρεῖς κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, Μεσσηνίας, Τριφυλίας, Ἀρκαδίας. ὁ δὲ

Γεωγράφος, παρ' ᾧ καὶ ἀρσενικῶς ὁ Πύλος λέγεται, φησίν, ὅτι ὑπόκειται ὁ Νέστωρ τὸν

Τριφυλιακὸν Πύλον οἰκῶν. καὶ ὅτι Πύλοι τρεῖς ἱστοροῦνται ἐν Πελοποννήσῳ,καθότι

καὶ ἔπος εἴρηται «ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι».ἕκαστοι δὲ τὸ παρὰ σφίσιν

ἠμαθόεν πειρῶνται δεικνύειν ἀπὸ ποταμοῦπαραρρέοντος καὶ γνωρίσματα δεικνύουσι

Γέρηνον τόπον καὶ Γέροντα ποταμὸνκαὶ ἄλλον Γεράνιον, ἐξ ὧν ἐπιθέτως εἰρῆσθαι

πιστοῦνται Γερήνιον Νέστορα. Λέγει δὲ καί, ὅτι παρ' ἑκάστῳ Πύλῳ ποταμὸς ἠμαθόεις·

ἀλλαχοῦ δὲ ὅτιποταμὸς πρὸς ἄρκτον Ἄμαθος, ὅθεν ἠμαθόεις Πύλος. ἀμαθώδη γὰρ

τὸνποταμὸν ἢ τὴν χώραν εἰπεῖν ψεῦδός φασιν. ὁ δ' αὐτός φησι καί, ὅτι οὐκ ἂνἀπογνοίη

τις ἠμαθόεντα Πύλον κληθῆναι καί, διότι θινώδης καὶ στενός ἐστιν ὁτῆς ἐκεῖ θαλάσσης

αἰγιαλός. κἀκεῖνο δὲ λέγει, ὅτι πατρὶς Νέστορος Πύλος ὁλεγόμενος Τριφυλιακὸς καὶ

Ἀρκαδικὸς καὶ Λεπρεατικὸς πλείους ἢ τριάκοντασταδίους ἀπὸ θαλάσσης, ὡς δηλοῖ καὶ ὁ

πεμφθεὶς ἄγγελος ἐν Ὀδυσσείᾳ ἐπὶτοὺς ἑταίρους Τηλεμάχου πρὸς τὸ ἐκείνου πλοῖον

καλῶν αὐτοὺς ἐπὶ ξενίᾳ. οἱδὲ ἄλλοι Πύλοι, φησίν, ἐπὶ θαλάσσης δείκνυνται. Εὐρύχορος

δὲ ὁ Πύλος,εἴπερ ἑπτὰ πόλεις περὶ τὴν Πυλίαν εἰσὶ θάλασσαν, ἃς ὑπέσχετο

ἈγαμέμνωνἈχιλλεῖ. φησὶ γάρ· «πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος». Ἀρήνη

δέ, ἧς καὶ ἀλλαχοῦ μνησθήσεται ὁ ποιητής, τὸν μὲν πολίτην αὐτῆς Ἀρηναῖονπαράγει·

ἐρατεινὴ δὲ παρ' Ὁμήρῳ λέγεται διότι ποταμὸς ἀρδεύει αὐτήν.φησὶ γὰρ ὁ Γεωγράφος,

ὅτι Ἀρήνη, ὅπου ποταμὸς Ἄνιγρος καλούμενος πρότερον Μινύειος, ὡς ὁ ποιητής· «ἔστι

δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλαβάλλων ἐγγύθεν Ἀρήνης». ἀπὸ Μινυῶν δέ, φησίν,

ἐκλήθη ὁ ποταμὸς Ὀρχο1.459 μενίων ἐλθόντων ἐκεῖ. δύο δέ, φασί, πόλεις Ἀρῆναι,

Μεσσήνης μία καὶ Τριφυλίας ἑτέρα. (ῃ. 592) Θρύον δὲ πόλις Ἤλιδος ἡ καὶ Θρυόεσσα.

τοῦΘρύου τὸ ἐθνικὸν Θρυΐτης· τῆς δὲ Θρυοέσσης Θρυοέντιος καὶ Θρυούντιος. ὁδὲ τὰ

Ἐθνικὰ γράψας φησί· «Θρύον πόλις Μεσσηνίας· ἐκ τῶν ἐν αὐτῇ φυομένωνθρύων

ὁμωνύμως τῷ φυτῷ λεγομένη»· ἔτι δὲ καὶ παρωνύμως Θρυόεις καὶ Θρυόεσσα, ὡς καὶ ἐν

τοῖς ἑξῆς που φανεῖται. κεῖται δὲ περὶ τὸν Ἀλφειόν, ὃς κατὰ τὸν Γεωγράφον καλεῖται

μὲν οὕτως ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας. ῥέειδὲ ἐξ Ἀρκαδίας εἰς τὴν Τριφυλιακὴν

θάλασσαν. πολὺ δέ, φησί, γεννᾷ θρύον ἡ Τριφυλία καὶ πᾶσα ἡ περὶ τὸ Θρύον χώρα

θρυώδης, μάλιστα δ' οἱ ποταμοί.Ἀλφειοῦ δὲ πόρος τὸ Θρύον, διότι, ὡς ὁ Γεωγράφος καὶ

τοῦτό φησιν, ἐνταῦθαπεζῇ περατὸς εἶναι δοκεῖ ὁ Ἀλφειός. ἦν δέ ποτε καὶ ἀνὴρ Ἀλφειός.

Ἡρόδοτοςοὖν οἶδε Λάκωνας ἀριστεῖς Μάρωνα καὶ Ἀλφειόν. ὅτι δὲ οὐ μόνον ἡ

Θρυόεσσαπαρώνυμός ἐστι φυτῷ, ἀλλὰ καὶ ἕτεροι τόποι, ἐν ἄλλοις ἱκανῶς δεδήλωται.Ἐν

δὲ τῷ «εὔκτιτον Αἰπύ» οἱ μέν φασιν, ὅτι ζητεῖται πότερον ποτέρου ἐπίθετον.οἱ δὲ

ἐπίθετον μέν φασι τὸ εὔκτιτον, πόλεως δὲ ὄνομα τὸ Αἰπύ· οὗ ὁ πολίτης Αἰπύτης.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

289

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!