18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὕστερον δὲκαὶ πόλις ἐκτίσθη Μεσσήνη, ἧς ἀκρόπολις ἡ Ἰθώμη, καὶ ὅτι ἐκ τοῦ

Μεσσηνιακοῦκόλπου, ὃς καὶ Ἀσιναῖος ἀπὸ Ἀσίνης πόλεως ἐλέγετο, αἱ προρρηθεῖσαι

ἦσαν ἑπτὰ βασιλικαὶ πόλεις. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Μεσσήνη μετὰ Τριφυλίανμέρος τῆς

Λακωνικῆς ὑπὸ Μενελάῳ. ἡ δὲ νῦν, φησί, πόλις Μεσσήνη, ἧς ἐρρέθηἀκρόπολις ἡ

Ἰθώμη, οὔπω ἔκτιστο. καὶ ὅτι μετὰ Μεσσηνίαν ἡ Λακωνικὴ καὶ ἡ 1.456 Ἀργεία μέχρι τοῦ

ἰσθμοῦ. (ῃ. 583) Αἱ δὲ Βρυσειαὶ καὶ αἱ Αὐγειαὶ οὐ περιλαλοῦνται. πολίτης δὲ τῶν

Αὐγειῶν Αὐγεάτης. τάχα οὖν καὶ Βρυσεάτης ὁμοίως.ἔστι δέ, φασί, καὶ Λοκρίδος πόλις

Αὐγειαί. δοκεῖ δὲ πρωτότυπον εἶναι τὸ Βρυσεαί καὶ Αὐγεαί ὥσπερ Ὀρνεαί, περὶ ὧν πρὸ

ὀλίγου εἴρηται. (ῃ. 584) Ἀμύκλαι δὲ μία, φασί, τῶν ἑκατὸν τῆς Λακωνικῆς πόλεων,

Ἀπόλλωνος ἱερά, ὡς εἴρηται, ἣν Ἀμύκλας, ὁ Λακεδαίμονος υἱός, ἔκτισεν, ὃς καὶ

περιττοσυλλάβωςκλίνεται Ἀμύκλαντος καὶ ἰσοσυλλάβως δὲ Ἀμύκλα. πολίτης ταύτης

Ἀμυκλαΐτης, ἔτι δὲ καὶ Ἀμυκλαῖος, ἐξ οὗ καὶ Ἀμυκλαιεύς. ἔστι δὲ καὶ Ἀμύκλαιον

πόλιςἐν Κρήτῃ καὶ ὅρμος. αἱ δὲ Ἀμυκλαΐδες εἶδος ὑποδήματος, ἐν Ἀμύκλαις ἐπινοηθέν.

Ἕλος δὲ χωρίον καὶ κώμη ὁμώνυμος ὕστερον. πρότερον δὲ ἦν, φασί,πόλις καθ' Ὅμηρον,

κτίσμα Ἑλίου, υἱοῦ Περσέως. τινὲς δὲ καὶ ταῦτα εἶπον· «Ἕλος πόλις Λακωνική· οἱ

πολῖται Εἵλωτες καὶ Εἱλῶται καὶ Ἕλιοι καὶ Ἑλεᾶται». ἔστι δὲ καὶ Ἕλος Αἰγύπτου. ταῦτα

δὲ ὁ τὰ Ἐθνικὰ γράψας εἰς τὸ ἕτερον Ἕλος λέγει, τὸ ἐν τοῖς ἐφεξῆς ὑπὸ τὸν Νέστορα.

Ἕτεροι δὲ ὅτι οὐ μόνον πόλις τὸ Ἕλος, ἀλλὰ καὶ εἰς χώραν τινὰ πλατύνεται, ἀφ' ἧς καὶ

μᾶλλον οἱ Εἵλωτες,οἳ συνελθόντες τοῖς Μεσσηνίοις ἦν ὅτε καὶ πράγματα παρασχόντες

τοῖς Λακεδαιμονίοις, εἶτα ὑπετάγησαν ὡσεὶ καὶ δοῦλοι· καὶ ἐξ αὐτῶν τὸ ὄνοματῶν

Εἱλώτων εἰς δουλικὴν ἁπλῶς μετελήφθη κλῆσιν καὶ τὸ τοπικὸν εἰς δουλικῆς τύχης

σημασίαν μετέπεσεν. ὅτι δὲ τὸ ἕλος ὑγρόν τινα τόπον δηλοῖκαὶ σύμφυτον, δῆλον.

ἐμφαίνει δὲ τοῦτο καὶ ἡ ἰδιωτικὴ παραφθορὰ ζύγραν τὸντοιοῦτον λέγουσα τόπον, ὅπερ

οὐδὲν ἀλλ' ἢ δίυγρά τίς ἐστιν. Ἰστέον δὲ ὅτι τὸθηλυκὸν τῶν ῥηθέντων Εἱλώτων αἱ

Εἱλώτιδες, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ,ἐν ᾧ καὶ ὅτι ὥσπερ Εἵλωτες ἐν Λακεδαίμονι,

οὕτω Πενέσται μὲν παρὰ Θετταλοῖς,οἱ μὴ γόνῳ δοῦλοι, ἀλλὰ πολέμῳ, Κιλλικύριοι δὲ ἐν

Κρήτῃ, Μαριανδυνοὶ δὲ ἐν 1.457 Ἡρακλείᾳ τῇ Ποντικῇ, καὶ Ἀρότται ἐν Συρακούσαις.

Ἰστέον δὲ ὅτι ἐνῥητορικῷ Λεξικῷ φέρεται, ὥς ἐστιν εἶδός τι μυιῶν, αἳ λέγονται ἕλειοι.

οὐδιαρθροῖ δὲ καὶ ποίου Ἕλους αὗται. ἴσως δὲ ἁπλῶς οὕτω καλεῖ τὰς ἐν τοῖς ἕλεσι.(ῃ.

585) Λάαν δὲ Ὅμηρος μὲν δισυλλάβως προάγει· οἱ δὲ παλαιοί φασιν,ὅτι Λᾶ

μονοσυλλάβως ἐλέγετο ἀρσενικῶς τε καὶ θηλυκῶς ἤγουν καὶ ἡ Λᾶ καὶὁ Λᾶς, ὡς καὶ ὁ

Λυκόφρων δηλοῖ ἐν τῷ «καὶ Λᾶν περήσεις». ὁ δὲ ποιητὴςδιέλυσε, φασί. κεῖται δ' ἐπὶ

πέτρας ὑψηλῆς· διὸ Λᾶ καλεῖται ὡς ἀπὸ τοῦ λᾶς ὁλίθος. ταύτην φασὶ τὴν Λᾶν οἱ

∆ιόσκουροι ἐκ πολιορκίας εἷλον· διὸ ἐκλήθησαν Λαπέρσαι. οἱ δὲ οἰκοῦντες ἄδηλον, εἴτε

Λαοὶ ὀξυτόνως εἴτε Λᾶοι προπερισπωμένως. ἡ δὲ ἀμφιβολία διὰ τὴν τῶν ἀντιγράφων

διαφωνίαν. Οἴτυλος δὲτρισυλλάβως, ὡς δάκτυλος, ἀπὸ Οἰτύλου ἥρωος, ὡς ὁ τὰ Ἐθνικὰ

γράψαςφησίν. ἕτεροι δὲ τὸ «Οἴτυλον ἀμφενέμοντο» ἐν δυσὶ μέρεσι λόγου

ἀναγινώσκουσιν, ἄρθρον μὲν τιθέντες τὸ οἵ, πόλιν δὲ τὴν Τύλον, ἵνα λέγῃ ὅτι καὶ οἳ τὴν

Τύλον ἀμφενέμοντο. οὐκ ἀρέσκει δὲ τοῦτο τοῖς ἀκριβέσιν, οἳ Τύλιν μὲν πόλιν Θρᾴκης

οἴδασι κλινομένην Τύλεως, Τύλον δὲ οὐ πόλιν Λακωνικήν. καὶ Τυλησσὸνδὲ ὄρος

ἐκεῖνοι λέγουσιν Ἰταλίας. (ῃ. 588) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «ἐν δ' αὐτὸς κίεν», ἤτοι

ἐπορεύετο, κατ' ἐξοχὴν εἴρηται τὸ αὐτός· λέγει γὰρ ὅτι ὁ Μενέλαος καίτοι βασιλεὺς ὢν

αὐτὸς ἑαυτὸν παρατάσσει. οὕτω δὲ καὶ ἐπὶ τοῦἀδελφοῦ βασιλέως ἔφη· «ἐν δ' αὐτὸς

ἐδύσατο χαλκόν». καὶ σημείωσαι ὅτι ἐπὶμὲν Ἀγαμέμνονος ὡς ἀνδρείου ἔφη· «αὐτὸς

ἐδύσατο χαλκόν», ἐπὶ δὲ Μενελάουμὴ τοιούτου ὄντος ἠρκέσθη εἰπών· «ἐν δ' αὐτὸς κίεν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

288

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!