Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀρχῆς ταῦτα. Οἴβαλος, υἱὸς Περιήρους, ἦρχε Λακεδαιμονίων, οὗ παῖδες Τυνδάρεως ἢ Τυνδάρης καὶἼκαρος καὶ Ἄρνη, γνήσιοι οὗτοι, νόθος δὲ Ἱπποθόων, ὃς συμφραξάμενοςἸκάρῳ Τυνδάρην ἀπελαύνει καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. Ἡρακλῆς δὲ μετὰ τὴν ἐν τῇ Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας ἔρχεται κατὰ χρησμόν. Οἰωνοῦδέ, υἱοῦ Λικυμνίου, προελθόντος ἐπὶ θέαν Λακεδαίμονος–θεράπων δὲ ἦν ὁ Οἰωνὸς ἑταῖρος τῷ Ἡρακλεῖ–ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποθοωντίδαι θανάτουκυνὸς ἕνεκα, ἐφ' οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν ἀρχὴν τῷ Τυνδάρῃ δίδωσι καὶ τοῖς παισί, Κάστορι δηλαδὴ καὶ Πολυδεύκει, ὧν μὴστρατευσάντων Μενέλαος ἄρχει. καὶ τοῦτο μὲν τοιοῦτον. Τῶν δὲ ῥηθέντωντόπων τὴν μὲν Λακεδαίμονα κοίλην λέγει, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, δι' ὃνλόγον καὶ Συρία κοίλη λέγεται· περιέχεται γὰρ ὑπὸ τοῦ Ταϋγέτου καὶ τοῦ Παρθενίου ὄρους ἡ Λακεδαίμων. τὴν δ' αὐτὴν καὶ κητώεσσαν καλεῖ ὡς καὶ ἐνὈδυσσείᾳ· τὴν δὲ Μέσσην πολυτρήρωνα, ὡς καὶ πρὸ τούτων τὴν Θίσβην· τὰςδὲ Αὐγειὰς ἐρατεινὰς διὰ τὸ καλὸν τοῦ τόπου, ὡς ἔοικε· τὸ δὲ Ἕλος ἔφαλονπτολίεθρον, ὡς καὶ τὴν Κήρινθον πρὸ ὀλίγων ἔφαλον εἶπεν. ἡ δὲ κατὰ μέροςθεωρία τῶν ῥηθεισῶν πόλεων ὡς ἐν συνόψει τοιαύτη τίς ἐστιν. (ῃ. 581) Ἡμὲν Λακεδαίμων ἀπὸ Λακεδαίμονος ὠνόμασται, οὗ υἱὸς Ἀμύκλας, ἢ διότισυνθέμενοι κλήρῳ διανείμασθαι τὴν χώραν Ἡρακλεῖδαι ἐποίησαν οὕτω καὶ 1.453 ὁ λαχὼν πρῶτος λαβὼν ταύτην ἐκάλεσεν ἀπὸ τοῦ πράγματος, ὅθεν Λαβεδαίμωνἢ Λαχεδαίμων, διότι ἀγαθῷ δαίμονι, τουτέστι τύχῃ, ταύτην ἔλαβεν ὁ λαβὼν ἢἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ βῆτα ἢ τοῦ χῖ εἰς ˉκ Λακεδαίμων. λέγεται δέ,φασί, Λακεδαίμων καὶ ἡ χώρα καὶ ἡ πόλις· ἡ μὲν χώρα ἐν τῷ «τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας», ἡ δὲ πόλις ἐν τῷ «οἳ δ' ἷξον κοίλην Λακεδαίμονα»πρὸς δώματα Μενελάου. καὶ ὅτε γοῦν τις ἀκούσει τὴν Λακεδαίμονα ἑκατόμπολινεἶναι, τὴν χώραν νοήσει. σαφέστερον δὲ καὶ ἀκριβέστερον ὁ Γεωγράφος φησίν,ὅτι ἡ Λακωνικὴ τὸ παλαιὸν μὲν ἑκατόμπολις καὶ τὰ Ἑκατόμβαια διὰ τοῦτοἐθύετο ἐκεῖ κατ' ἔτος. νῦν δέ, φησί, πολίχναι τινές εἰσι τριάκοντα τὸν ἀριθμόν.ἐκαλεῖτο δὲ καὶ Ἀχαϊκὸν Ἄργος οὐ μόνον ἡ Πελοπόννησος ὅλη ἀλλὰ καὶ ἰδίως ἡ Λακωνική, ὡς δηλοῖ τὸ «ἢ Μενέλαος οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ», ἤγουν οὐκ ἦν ἐν τῇ Λακωνικῇ. Εἰ δὲ καὶ ἀτείχιστος κατὰ παλαιὰν ἱστορίανᾠκεῖτο ἡ Λακεδαίμων, πῶς ἂν πόλις λέγοιτο; κώμη γὰρ μᾶλλον λέγεσθαι ὤφειλεν. οἱ δὲ περὶ Σπάρτης τοῦτό φασιν. Ἱστορεῖται δὲ ὅτι Λακεδαιμόνιοι λάμβδαἐπὶ ταῖς ἀσπίσιν αὐτῶν εἰς παράσημον ἔγραφον ἐκ τοῦ κατάρχοντος στοιχείουχαρακτηρίζοντες ἑαυτούς, ὥσπερ οἱ Μεσσήνιοι, πλησιόχωροι ὄντες αὐτοῖς καὶπολέμιοι τὸ μῦ. Εὔπολις· «ἐξεπλάγην γὰρ ἰδὼν στίλβοντα τὰ λάμβδα», ἤγουντὰς Λακωνικὰς ἀσπίδας. θαυμάζουσι δὲ οἱ παλαιοί, ὅπως οὐδέν τι θαυμαστὸνπερὶ Λακεδαίμονος εἶπεν ὁ ποιητής, καὶ λέγουσι πρὸς ἄλλοις καὶ τοῦτο, ὅτιοὔπω ἦσαν ὑπὸ Λυκούργου πεπαιδευμένοι οἱ Λάκωνες, ὡς ἔχειν τι πολλοῦλόγου ἄξιον. ἔστι δὲ καὶ Κυπρία Λακεδαίμων. ἐθνικὸν Λακεδαιμόνιος καὶσυγκοπῇ Λάκων, ὡς καὶ τοῦ Κυδωνιᾶται συγκέκοπται τὸ Κύδωνες ἐν τῇὈδυσσείᾳ. τοῦτο δὲ τοῖς ἀκριβεστέροις οὐκ εὐηρέστηται. τινὲς δὲ ὑποκοριστικὸν εἶπον τὸ Λάκων, οὗ θηλυκὸν Λάκαινα, κτητικὸν Λακωνική. ἔστι δὲ καὶ κλεὶς Λακωνική, καινοτέρα τις, καὶ εἶδος δὲ ὑποδήματος καὶ ὀρχήσεως εἶδος καὶμάστιγες Λακωνικαὶ καὶ σιδήριον Λακωνικόν· τῶν γὰρ στομωμάτων, φασί, τὸμὲν Χαλυβδικόν, τὸ δὲ Σινωπικόν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακωνικόν. καὶ Σινωπικὸν μὲν καὶ Χαλυβδικὸν χρήσιμον εἰς τὰ τεκτονικά, Λακωνικὸν δὲ εἰς ῥίναςκαὶ σιδηροτρύπανα καὶ χαρακτῆρας καὶ λιθουργικά, τὸ δὲ Λύδιον εἰς ῥίνας καὶαὐτὸ καὶ μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας. οὕτω ∆αΐμαχος ἐν πολιορκητικοῖς 1.454 Ὑπομνήμασι κατὰ τὸν Ἐθνικὰ γράψαντα. Τὸ δέ «κητώεσσα» δηλοῖ μὲν τὴν μεγάλην παρὰ τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 286

κῆτος, τὸ μεῖζον τῶν ἐνύγρων. γράφεται δὲ καὶ ἄλλωςπαρὰ τοῖς παλαιοῖς «καιετάεσσα», ἤγουν καλαμινθώδης, φασί· πολὺ δὲ ἐν Σπάρτῃ τὸ τοιοῦτον φυτόν· οἱ δὲ ὅτι εὔσειστος ἡ Λακωνική· Καιετοὶ γὰρ οἱἀπὸ τῶν σεισμῶν ῥωχμοί, ὅθεν Καιέτας δεσμωτήριον παρὰ Λακεδαιμονίοις,σπήλαιόν τι· τινὲς δὲ κώους τὰ τοιαῦτα κοιλώματά φασιν, ἀφ' οὗ «φηρσὶνὀρεσκῴοις» φησὶν Ὅμηρος. τῆς δὲ τοιαύτης λέξεως μνήμη τις ἔσται καὶ μετ'ὀλίγα ἐν τοῖς περὶ τῆς νήσου Κῶ. ζήτει δὲ περὶ τούτου καὶ τὰ εἰς τὴν Ὀδύσσειαν,οὐκ ἀνάξια ἐντυχίας ὄντα. ζητητέον δέ, μήποτε ἡ Λακεδαίμων κητώεσσα λέγηται καὶ διὰ τὸ τὴν ζωννῦσαν τὰ ἐκεῖ θάλασσαν κητοτρόφον εἶναι καὶ οὕτωθηριώδη, καθ' ὃ καὶ Ἡρόδοτος θηριωδεστάτην φησὶ θάλασσαν τὴν περὶ τὸνἌθω. εἰκὸς δὲ τοιαύτην ἔννοιαν ὑπεῖναι τῇ κητωέσσῃ καὶ διὰ Φώκαιαν, ἥτιςδιὰ κῆτος, τὰς φώκας, ὠνόμασται. Φώκαιαν δέ φαμεν τὴν Ἀσιανήν, ἥτιςλέγεται εἶναι Ἰωνίας μὲν ἀρχή, Αἰολίδος δὲ πέρας. (ῃ. 582) Τὴν δὲ Φάρην ὁ τὰἘθνικὰ γράψας διὰ τοῦ ˉι εἰδέναι φαίνεται ὡς ἀπὸ τῆς στοιχειακῆς ἀκολουθίας·τὰ δὲ πλείω τῶν ἀντιγράφων διὰ τοῦ ˉη γράφουσι καὶ ἔχει τοῦτο λόγον ἐκ τοῦἐθνικοῦ· ὡς γὰρ Σπάρτη Σπαρτιάτης, οὕτω Φάρη Φαριάτης. τὴν δὲ Σπάρτηνοἱ μὲν βασίλειόν φασι λέγοντες καί, ὅτι τῶν κατὰ Πελοπόννησον πόλειςἐνδοξότατοι «Ἄργος τε Σπάρτη τε». τινὲς δὲ ὅτι Λακεδαίμων μὲν ἡ χώρα, Σπάρτη δὲ ἡ πόλις, εἰς ταὐτὸν ἄγοντες οὗτοι τὴν Λακεδαίμονα πόλιν καὶ τὴν Σπάρτην· οἱ δέ τινες καὶ αὐτῆς τῆς μιᾶς πόλεως τὸ μέν τι Λακεδαίμονα, τὸ δὲ Σπάρτην καλοῦσιν. Ἡρόδοτος δὲ λέγει, ὅτι ἐν Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα· ἕτεροι δέ φασιν, ὅτι Λακεδαίμων πόλιςἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ, ἡ Σπάρτη πρότερον ἀπὸ Σπάρτου, υἱοῦἈμύκλαντος, ἢ διότι Λέλεγες οἱ πρῶτοι συνοικήσαντες τὴν πόλιν διεσπαρμένοιτὸ πρίν, εἶτα ἐκεῖ συνῆλθον καὶ ᾤκησαν εἰς ταὐτό· οἱ δέ τινες χωρίονφασὶ τὴν Σπάρτην Λακωνικόν, κληθὲν ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, οἳἐκπεσόντες εἰς τὴν Λακωνικὴν ἀφ' ἑαυτῶν τὴν Σπάρτην ὠνόμασαν. ἀνδρειότατοι 1.455 δὲ πάλαι ποτὲ οἱ Σπαρτιᾶται. ἔστι δέ, φασί, καὶ Σπάρτον ὄρος καὶ Σπάρτηκώμη περὶ Εὔξεινον. ὁ δὲ Κωμικὸς ἔπαιξεν εἰς τὴν Λακωνικὴν Σπάρτην ὡςὁμωνυμοῦσαν τοῖς σπαρτοῖς, ἅπερ ἐστὶ σχοινία ἀπὸ τοῦ τῶν σπάρτων φυτοῦ.ὅρα δὲ ὅτι, εἰ καὶ εἰς ταὐτόν τινες ἤγαγον, ὡς ἐρρέθη, τὴν Λακεδαίμονα καὶτὴν Σπάρτην, ἀλλ' ὁ ποιητὴς ἐνταῦθα ἰδίᾳ μὲν ταύτην, ἰδίᾳ δὲ ἐκείνην ἐκφωνεῖ.ὅτι δὲ βασίλειον ἡ Σπάρτη, ὡς ἀνωτέρω ἐρρέθη, δηλοῖ καὶ ὁ Γεωγράφος εἰπών,ὅτι διελόντες Ἡρακλεῖδαι τὴν Λακωνικὴν εἰς ἓξ μίαν μερίδα τὰς Ἀμύκλας ἐξαίρετον ἔδωκαν Φιλονόμῳ τῷ προδόντι αὐτοῖς τὴν Λακωνικήν, τὴν δὲ Σπάρτην βασίλειον ἀπέφηναν σφίσιν αὐτοῖς. λέγει δὲ καί, ὅτι ὑποπέπτωκε τῷ Ταϋγέτῳ Σπάρτη ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι τὸ τοῦ Ἀπόλλωνος ἱερόν. Αἴλιοςδὲ ∆ιονύσιός φησιν οὕτω· «Λακεδαίμονα καὶ Σπάρτην διορίζουσί τινες, Λακεδαίμονα μὲν πᾶσαν καλοῦντες τὴν Λάκαιναν, Σπάρτην δὲ τὴν μίαν πόλιν,Ἀττικοὶ δὲ αὐτὴν καὶ Λακεδαίμονα. Κρατῖνος δὲ καὶ τὴν χώραν Σπάρτην οἶδεν,οὐ μόνον Λακεδαίμονα». Μέσση δὲ ἀντὶ τοῦ Μεσσήνη· ἄλλως γάρ, φασί, Μέσση οὐδαμοῦ δείκνυται. περιᾴδεται δὲ καὶ αὕτη ἐν ταῖς ἱστορίαις, ἐν αἷς φέρεταικαὶ ὅτι ἡ Σικελικὴ Μεσσήνη ταύτης ἄποικος. γράφεται δὲ καὶ αὕτη καὶ ἐκείνηἐν δυσὶ ˉσ. παραδίδοται δέ τις καὶ ἑτέρα Μεσήνη δι' ἑνὸς ˉσ γραφομένη. ἀποκοπὴνοὖν ἡ Ὁμηρικὴ ἔχει Μέσση ἀπὸ τοῦ Μεσσήνη. καὶ δοκεῖ μὲν τὸ πάθος καινόν· Ὁ δὲ Γεωγράφος ἐκτίθεται καινότερα ἕτερα, ἐν οἷς καὶ ὅτι ὁ ἧλος ἧλ παρά τισινεὕρηται, ὅπερ πολλῷ τολμηρότερον τοῦ Μεσσήνη Μέσση. οὕτω δὲ καὶ ἐκ τοῦκρίμνον τὸ κρῖ καὶ ὁ Ἀλκιμέδων Ἄλκιμος. Ἡσίοδος δέ, φησί, τὸ βριθὺ καὶβριαρὸν βρῖ λέγει καὶ Σοφοκλῆς τὸ ῥᾴδιον ῥᾴ. λέγει δὲ καί, ὅτι ἐπὶ τῶν Τρωϊκῶν ἡ Μεσσήνη ὑπὸ Μενελάῳ ἦν, μέρος οὖσα τῆς Λακωνικῆς, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 287

κῆτος, τὸ μεῖζον τῶν ἐνύγρων. γράφεται δὲ καὶ ἄλλωςπαρὰ τοῖς παλαιοῖς «καιετάεσσα»,

ἤγουν καλαμινθώδης, φασί· πολὺ δὲ ἐν Σπάρτῃ τὸ τοιοῦτον φυτόν· οἱ δὲ ὅτι εὔσειστος ἡ

Λακωνική· Καιετοὶ γὰρ οἱἀπὸ τῶν σεισμῶν ῥωχμοί, ὅθεν Καιέτας δεσμωτήριον παρὰ

Λακεδαιμονίοις,σπήλαιόν τι· τινὲς δὲ κώους τὰ τοιαῦτα κοιλώματά φασιν, ἀφ' οὗ

«φηρσὶνὀρεσκῴοις» φησὶν Ὅμηρος. τῆς δὲ τοιαύτης λέξεως μνήμη τις ἔσται καὶ

μετ'ὀλίγα ἐν τοῖς περὶ τῆς νήσου Κῶ. ζήτει δὲ περὶ τούτου καὶ τὰ εἰς τὴν Ὀδύσσειαν,οὐκ

ἀνάξια ἐντυχίας ὄντα. ζητητέον δέ, μήποτε ἡ Λακεδαίμων κητώεσσα λέγηται καὶ διὰ τὸ

τὴν ζωννῦσαν τὰ ἐκεῖ θάλασσαν κητοτρόφον εἶναι καὶ οὕτωθηριώδη, καθ' ὃ καὶ

Ἡρόδοτος θηριωδεστάτην φησὶ θάλασσαν τὴν περὶ τὸνἌθω. εἰκὸς δὲ τοιαύτην ἔννοιαν

ὑπεῖναι τῇ κητωέσσῃ καὶ διὰ Φώκαιαν, ἥτιςδιὰ κῆτος, τὰς φώκας, ὠνόμασται. Φώκαιαν

δέ φαμεν τὴν Ἀσιανήν, ἥτιςλέγεται εἶναι Ἰωνίας μὲν ἀρχή, Αἰολίδος δὲ πέρας. (ῃ. 582)

Τὴν δὲ Φάρην ὁ τὰἘθνικὰ γράψας διὰ τοῦ ˉι εἰδέναι φαίνεται ὡς ἀπὸ τῆς στοιχειακῆς

ἀκολουθίας·τὰ δὲ πλείω τῶν ἀντιγράφων διὰ τοῦ ˉη γράφουσι καὶ ἔχει τοῦτο λόγον ἐκ

τοῦἐθνικοῦ· ὡς γὰρ Σπάρτη Σπαρτιάτης, οὕτω Φάρη Φαριάτης. τὴν δὲ Σπάρτηνοἱ μὲν

βασίλειόν φασι λέγοντες καί, ὅτι τῶν κατὰ Πελοπόννησον πόλειςἐνδοξότατοι «Ἄργος

τε Σπάρτη τε». τινὲς δὲ ὅτι Λακεδαίμων μὲν ἡ χώρα, Σπάρτη δὲ ἡ πόλις, εἰς ταὐτὸν

ἄγοντες οὗτοι τὴν Λακεδαίμονα πόλιν καὶ τὴν Σπάρτην· οἱ δέ τινες καὶ αὐτῆς τῆς μιᾶς

πόλεως τὸ μέν τι Λακεδαίμονα, τὸ δὲ Σπάρτην καλοῦσιν. Ἡρόδοτος δὲ λέγει, ὅτι ἐν

Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα· ἕτεροι δέ φασιν, ὅτι

Λακεδαίμων πόλιςἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ, ἡ Σπάρτη πρότερον ἀπὸ Σπάρτου,

υἱοῦἈμύκλαντος, ἢ διότι Λέλεγες οἱ πρῶτοι συνοικήσαντες τὴν πόλιν διεσπαρμένοιτὸ

πρίν, εἶτα ἐκεῖ συνῆλθον καὶ ᾤκησαν εἰς ταὐτό· οἱ δέ τινες χωρίονφασὶ τὴν Σπάρτην

Λακωνικόν, κληθὲν ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, οἳἐκπεσόντες εἰς τὴν Λακωνικὴν

ἀφ' ἑαυτῶν τὴν Σπάρτην ὠνόμασαν. ἀνδρειότατοι 1.455 δὲ πάλαι ποτὲ οἱ Σπαρτιᾶται.

ἔστι δέ, φασί, καὶ Σπάρτον ὄρος καὶ Σπάρτηκώμη περὶ Εὔξεινον. ὁ δὲ Κωμικὸς ἔπαιξεν

εἰς τὴν Λακωνικὴν Σπάρτην ὡςὁμωνυμοῦσαν τοῖς σπαρτοῖς, ἅπερ ἐστὶ σχοινία ἀπὸ τοῦ

τῶν σπάρτων φυτοῦ.ὅρα δὲ ὅτι, εἰ καὶ εἰς ταὐτόν τινες ἤγαγον, ὡς ἐρρέθη, τὴν

Λακεδαίμονα καὶτὴν Σπάρτην, ἀλλ' ὁ ποιητὴς ἐνταῦθα ἰδίᾳ μὲν ταύτην, ἰδίᾳ δὲ ἐκείνην

ἐκφωνεῖ.ὅτι δὲ βασίλειον ἡ Σπάρτη, ὡς ἀνωτέρω ἐρρέθη, δηλοῖ καὶ ὁ Γεωγράφος

εἰπών,ὅτι διελόντες Ἡρακλεῖδαι τὴν Λακωνικὴν εἰς ἓξ μίαν μερίδα τὰς Ἀμύκλας

ἐξαίρετον ἔδωκαν Φιλονόμῳ τῷ προδόντι αὐτοῖς τὴν Λακωνικήν, τὴν δὲ Σπάρτην

βασίλειον ἀπέφηναν σφίσιν αὐτοῖς. λέγει δὲ καί, ὅτι ὑποπέπτωκε τῷ Ταϋγέτῳ Σπάρτη

ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι τὸ τοῦ Ἀπόλλωνος ἱερόν. Αἴλιοςδὲ ∆ιονύσιός φησιν οὕτω·

«Λακεδαίμονα καὶ Σπάρτην διορίζουσί τινες, Λακεδαίμονα μὲν πᾶσαν καλοῦντες τὴν

Λάκαιναν, Σπάρτην δὲ τὴν μίαν πόλιν,Ἀττικοὶ δὲ αὐτὴν καὶ Λακεδαίμονα. Κρατῖνος δὲ

καὶ τὴν χώραν Σπάρτην οἶδεν,οὐ μόνον Λακεδαίμονα». Μέσση δὲ ἀντὶ τοῦ Μεσσήνη·

ἄλλως γάρ, φασί, Μέσση

οὐδαμοῦ δείκνυται. περιᾴδεται δὲ καὶ αὕτη ἐν ταῖς ἱστορίαις, ἐν αἷς φέρεταικαὶ ὅτι ἡ

Σικελικὴ Μεσσήνη ταύτης ἄποικος. γράφεται δὲ καὶ αὕτη καὶ ἐκείνηἐν δυσὶ ˉσ.

παραδίδοται δέ τις καὶ ἑτέρα Μεσήνη δι' ἑνὸς ˉσ γραφομένη. ἀποκοπὴνοὖν ἡ Ὁμηρικὴ

ἔχει Μέσση ἀπὸ τοῦ Μεσσήνη. καὶ δοκεῖ μὲν τὸ πάθος καινόν· Ὁ δὲ Γεωγράφος ἐκτίθεται

καινότερα ἕτερα, ἐν οἷς καὶ ὅτι ὁ ἧλος ἧλ παρά τισινεὕρηται, ὅπερ πολλῷ τολμηρότερον

τοῦ Μεσσήνη Μέσση. οὕτω δὲ καὶ ἐκ τοῦκρίμνον τὸ κρῖ καὶ ὁ Ἀλκιμέδων Ἄλκιμος.

Ἡσίοδος δέ, φησί, τὸ βριθὺ καὶβριαρὸν βρῖ λέγει καὶ Σοφοκλῆς τὸ ῥᾴδιον ῥᾴ. λέγει δὲ

καί, ὅτι ἐπὶ τῶν Τρωϊκῶν ἡ Μεσσήνη ὑπὸ Μενελάῳ ἦν, μέρος οὖσα τῆς Λακωνικῆς,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

287

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!