18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀρχῆς ταῦτα. Οἴβαλος, υἱὸς Περιήρους, ἦρχε Λακεδαιμονίων, οὗ παῖδες Τυνδάρεως ἢ

Τυνδάρης καὶἼκαρος καὶ Ἄρνη, γνήσιοι οὗτοι, νόθος δὲ Ἱπποθόων, ὃς

συμφραξάμενοςἸκάρῳ Τυνδάρην ἀπελαύνει καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. Ἡρακλῆς

δὲ μετὰ τὴν ἐν τῇ Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας ἔρχεται κατὰ χρησμόν. Οἰωνοῦδέ,

υἱοῦ Λικυμνίου, προελθόντος ἐπὶ θέαν Λακεδαίμονος–θεράπων δὲ ἦν ὁ Οἰωνὸς ἑταῖρος

τῷ Ἡρακλεῖ–ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποθοωντίδαι θανάτουκυνὸς ἕνεκα, ἐφ' οἷς

Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν ἀρχὴν τῷ Τυνδάρῃ δίδωσι καὶ τοῖς

παισί, Κάστορι δηλαδὴ καὶ Πολυδεύκει, ὧν μὴστρατευσάντων Μενέλαος ἄρχει. καὶ

τοῦτο μὲν τοιοῦτον. Τῶν δὲ ῥηθέντωντόπων τὴν μὲν Λακεδαίμονα κοίλην λέγει, ὡς καὶ

ἐν τῇ Ὀδυσσείᾳ, δι' ὃνλόγον καὶ Συρία κοίλη λέγεται· περιέχεται γὰρ ὑπὸ τοῦ Ταϋγέτου

καὶ τοῦ Παρθενίου ὄρους ἡ Λακεδαίμων. τὴν δ' αὐτὴν καὶ κητώεσσαν καλεῖ ὡς καὶ

ἐνὈδυσσείᾳ· τὴν δὲ Μέσσην πολυτρήρωνα, ὡς καὶ πρὸ τούτων τὴν Θίσβην· τὰςδὲ

Αὐγειὰς ἐρατεινὰς διὰ τὸ καλὸν τοῦ τόπου, ὡς ἔοικε· τὸ δὲ Ἕλος ἔφαλονπτολίεθρον, ὡς

καὶ τὴν Κήρινθον πρὸ ὀλίγων ἔφαλον εἶπεν. ἡ δὲ κατὰ μέροςθεωρία τῶν ῥηθεισῶν

πόλεων ὡς ἐν συνόψει τοιαύτη τίς ἐστιν. (ῃ. 581) Ἡμὲν Λακεδαίμων ἀπὸ Λακεδαίμονος

ὠνόμασται, οὗ υἱὸς Ἀμύκλας, ἢ διότισυνθέμενοι κλήρῳ διανείμασθαι τὴν χώραν

Ἡρακλεῖδαι ἐποίησαν οὕτω καὶ 1.453 ὁ λαχὼν πρῶτος λαβὼν ταύτην ἐκάλεσεν ἀπὸ τοῦ

πράγματος, ὅθεν Λαβεδαίμωνἢ Λαχεδαίμων, διότι ἀγαθῷ δαίμονι, τουτέστι τύχῃ,

ταύτην ἔλαβεν ὁ λαβὼν ἢἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ βῆτα ἢ τοῦ χῖ εἰς ˉκ

Λακεδαίμων. λέγεται δέ,φασί, Λακεδαίμων καὶ ἡ χώρα καὶ ἡ πόλις· ἡ μὲν χώρα ἐν τῷ

«τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας», ἡ δὲ πόλις ἐν τῷ «οἳ δ' ἷξον κοίλην

Λακεδαίμονα»πρὸς δώματα Μενελάου. καὶ ὅτε γοῦν τις ἀκούσει τὴν Λακεδαίμονα

ἑκατόμπολινεἶναι, τὴν χώραν νοήσει. σαφέστερον δὲ καὶ ἀκριβέστερον ὁ Γεωγράφος

φησίν,ὅτι ἡ Λακωνικὴ τὸ παλαιὸν μὲν ἑκατόμπολις καὶ τὰ Ἑκατόμβαια διὰ τοῦτοἐθύετο

ἐκεῖ κατ' ἔτος. νῦν δέ, φησί, πολίχναι τινές εἰσι τριάκοντα τὸν ἀριθμόν.ἐκαλεῖτο δὲ καὶ

Ἀχαϊκὸν Ἄργος οὐ μόνον ἡ Πελοπόννησος ὅλη ἀλλὰ καὶ ἰδίως ἡ Λακωνική, ὡς δηλοῖ τὸ

«ἢ Μενέλαος οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ», ἤγουν οὐκ ἦν ἐν τῇ Λακωνικῇ. Εἰ δὲ καὶ

ἀτείχιστος κατὰ παλαιὰν ἱστορίανᾠκεῖτο ἡ Λακεδαίμων, πῶς ἂν πόλις λέγοιτο; κώμη

γὰρ μᾶλλον λέγεσθαι ὤφειλεν. οἱ δὲ περὶ Σπάρτης τοῦτό φασιν. Ἱστορεῖται δὲ ὅτι

Λακεδαιμόνιοι λάμβδαἐπὶ ταῖς ἀσπίσιν αὐτῶν εἰς παράσημον ἔγραφον ἐκ τοῦ

κατάρχοντος στοιχείουχαρακτηρίζοντες ἑαυτούς, ὥσπερ οἱ Μεσσήνιοι, πλησιόχωροι

ὄντες αὐτοῖς καὶπολέμιοι τὸ μῦ. Εὔπολις· «ἐξεπλάγην γὰρ ἰδὼν στίλβοντα τὰ λάμβδα»,

ἤγουντὰς Λακωνικὰς ἀσπίδας. θαυμάζουσι δὲ οἱ παλαιοί, ὅπως οὐδέν τι θαυμαστὸνπερὶ

Λακεδαίμονος εἶπεν ὁ ποιητής, καὶ λέγουσι πρὸς ἄλλοις καὶ τοῦτο, ὅτιοὔπω ἦσαν ὑπὸ

Λυκούργου πεπαιδευμένοι οἱ Λάκωνες, ὡς ἔχειν τι πολλοῦλόγου ἄξιον. ἔστι δὲ καὶ

Κυπρία Λακεδαίμων. ἐθνικὸν Λακεδαιμόνιος καὶσυγκοπῇ Λάκων, ὡς καὶ τοῦ

Κυδωνιᾶται συγκέκοπται τὸ Κύδωνες ἐν τῇὈδυσσείᾳ. τοῦτο δὲ τοῖς ἀκριβεστέροις οὐκ

εὐηρέστηται. τινὲς δὲ ὑποκοριστικὸν εἶπον τὸ Λάκων, οὗ θηλυκὸν Λάκαινα, κτητικὸν

Λακωνική. ἔστι δὲ καὶ κλεὶς Λακωνική, καινοτέρα τις, καὶ εἶδος δὲ ὑποδήματος καὶ

ὀρχήσεως εἶδος καὶμάστιγες Λακωνικαὶ καὶ σιδήριον Λακωνικόν· τῶν γὰρ στομωμάτων,

φασί, τὸμὲν Χαλυβδικόν, τὸ δὲ Σινωπικόν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακωνικόν. καὶ

Σινωπικὸν μὲν καὶ Χαλυβδικὸν χρήσιμον εἰς τὰ τεκτονικά, Λακωνικὸν δὲ εἰς ῥίναςκαὶ

σιδηροτρύπανα καὶ χαρακτῆρας καὶ λιθουργικά, τὸ δὲ Λύδιον εἰς ῥίνας καὶαὐτὸ καὶ

μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας. οὕτω ∆αΐμαχος ἐν πολιορκητικοῖς 1.454 Ὑπομνήμασι

κατὰ τὸν Ἐθνικὰ γράψαντα. Τὸ δέ «κητώεσσα» δηλοῖ μὲν τὴν μεγάλην παρὰ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

286

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!