18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φησι παρ' Ὁμήρῳ, τὴνΜυκήνην ἔχουσα, ὅμως ἀφίησι πορθηθῆναι τῷ ∆ιΐ, ὅτε ἐκεῖνος

βούλοιτο.οὔκουν ζητητέον ἄρτι τὰς Μυκήνας· ὁ χρόνος γὰρ κατὰ τὸν Γεωγράφον

τῶνὉμήρου ἠμαύρωκε τὰ πολλά, λέγοντος οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα. Φέρεται

δὲἱστορία καί, ὅτι Μυκήνας Περσεὺς μὲν ἔκτισε, διεδέξατο δὲ Σθένελος,εἶτα Εὐρυσθεὺς

Περσείδης καὶ αὐτὸς ὤν. ἐπεὶ δὲ συμβαλὼν Ἀθηναίοις τελευτᾷ,προϊστῶσι κατά τι λόγιον

Ἀτρέα, αὐτόθι διάγοντα μετὰ τοῦ ἀδελφοῦ Θυέστουἐπὶ τῷ φόνῳ Χρυσίππου.

εὐδαιμονήσασα δὲ τὸ παλαιὸν ὕστερον ἐδυσπράγησε.μετὰ γὰρ τὴν ἐν Σαλαμῖνι

ναυμαχίαν Ἀργεῖοι καὶ Κλεωναῖοι ἐπελθόντες καὶ Τεγεᾶται ἄρδην αὐτὰς καθεῖλον καὶ

τὴν γῆν διενείμαντο. (ῃ. 570) Ἡ Κόρινθος δὲ πόλις περιώνυμος καὶ πολλῶν αἰτία λόγων

τοῖς πάλαι σοφοῖς, ἐν οἷς ἐστι καὶ Πίνδαρος, ἔσω τοῦ ἐν Πελοποννήσῳ ἰσθμοῦ κειμένη.

ἐκαλεῖτο δέ, φασί,ποτε καὶ Ἐφύρα ἀπὸ Ἐφύρης τινὸς ἡρωΐνης· καὶ Ἡλιούπολις δέ,

φασίν, ἐκλήθηδιὰ τὸ ξηρὰ εἶναι· καὶ Πάγος δὲ ἡ αὐτή. εὐθήνησε δέ ποτε τῇ τῶν

ἑταιρίδωνεὐφορίᾳ. ὅθεν καὶ κορινθιάζεσθαι τὸ μαστροπεύειν ἢ ἑταιρεῖν ἀπὸ τῶν ἐν

Κορίνθῳ ἑταιρῶν· ἦν δέ τι καὶ σχῆμα κιόνων Κορινθιουργὲς λεγόμενον. ἡ δὲπερὶ αὐτὴν

Ἀκροκόρινθος ἐκαλεῖτο, φασί, καὶ Ἐπώπη, διότι Σίσυφος ἐκεῖ ἀφ' ὑψηλοῦ ἐπώπτευσεν,

ὅπως ὑπὸ ∆ιὸς ἡ Αἴγινα ἥρπαστο. Ἀφνειὸν δὲ Κόρινθονὁ ποιητής φησι διὰ τὸ ἐκεῖ

ἐμπόριον, κείμενον ἐπὶ τῷ ἰσθμῷ κατὰ τὸν Γεωγράφον, ὃς καὶ δυοῖν λιμένων κύριον

αὐτόν φησι, δι' ὧν αἱ ἀμοιβαὶ τῶν φορτίωνῥᾴδιοι ἦσαν ἔκ τε Ἀσίας καὶ Ἰταλίας. ὑπὸ δὲ

τῇ κορυφῇ τοῦ Ἀκροκορίνθουὄρους Πειρήνη κρήνη. λαλεῖ δὲ καὶ αὐτὸς πολλὰ εἰς

ταύτην τὴν Κόρινθον. ἐνοἷς καὶ ὅτι περιᾴδονται τὰ Κορινθιουργῆ χαλκώματα.

σημειοῦνται δὲ οἱπαλαιοί, ὅτι τὴν Κόρινθον, ἡνίκα ἡρωϊκόν ἐστι τὸ λαλοῦν πρόσωπον,

Ἐφύρην 1.448 καλεῖ. Θουκυδίδης δὲ ἐμπόριον αὐτὴν Ἑλλάδος λέγει. ὁ δὲ Γεωγράφος καὶ

ταῦταπερὶ Κορίνθου φησίν· Ἀφροδίτης ἐκεῖσε ἱερὸν πλουσιώτατον. πλείους οὖν ἢχιλίας

ἱεροδούλους εἶχεν ἑταίρας καὶ διὰ ταύτας πολυωχλεῖτο ἡ πόλις καὶἐπλουτίζετο

ἐξαναλισκομένων τῶν ναυτίλων, ὅθεν ἡ παροιμία φησίν· «οὐ παντὸς ἀνδρὸς ἐς

Κόρινθόν ἐσθ' ὁ πλοῦς», [παρεξεσμένη πρὸς τὸ «οὐκ ἐνθάδ' οἱπλοῖ τοῖσι σώφροσι

βροτῶν», ὃ δή φησι Σοφοκλῆς.] Ἔχει δὲ ὄρος ὑψηλόν, ὅπερεἰς ὀξεῖαν μὲν τελευτᾷ

κορυφήν, καλεῖται δὲ Ἀκροκόρινθος. καὶ ἡ μὲν κορυφὴναΐδιον ἔχει Ἀφροδίτης, ὑπὸ δὲ

τῇ κορυφῇ τὴν Πειρήνην εἶναι συμβαίνεικρήνην, ἔκρυσιν μὲν οὐκ ἔχουσαν, μεστὴν δ'

ἀεὶ διαυγοῦς καὶ ποτίμου ὕδατος.ἐξ αὐτῆς δὲ καὶ ἐξ ἄλλων ὑπονόμων φλεβίων

συνθλίβεται πρὸς τῇ ῥίζῃ τοῦὄρους κρήνη ἐκρέουσα εἰς τὴν πόλιν, ἀφ' ἧς ἱκανῶς

ὑδρεύονται. ἐνταῦθά φασιπίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ τοῦ Βελλεροφόντου.

ἠρημώθη δὲ ὕστερονἡ πόλις καὶ τὴν πλείστην αὐτῆς ἔσχον οἱ Σικυώνιοι. ἀνελήφθη δ'

ὕστερον ὑπὸ Καίσαρος. χώραν δὲ ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάν τε καὶ

τραχεῖαν,ὅθεν ὀφρυόεις Κόρινθος ἐλέγετο καὶ παροιμία ἐφέρετο λέγουσα·

«Κόρινθοςὀφρύεται καὶ κοιλαίνεται». Κλεωναὶ δὲ πόλισμα, φασίν, ἐπὶ τῇ ὁδῷ τῇ

ἐξἌργους εἰς Κόρινθον ἐπὶ λόφου περιοικουμένου πανταχόθεν καὶ

τετειχισμένουκαλῶς. διέχει δὲ Ἄργους μὲν στάδια εἴκοσι, Κορίνθου δὲ

ὀγδοήκοντα.Ἐνταῦθα καὶ ἡ Νεμέα μεταξὺ Κλεωνῶν καὶ Φλιοῦντος καὶ τὸ ἄλσος, ἐν ᾧτὰ

Νέμεα συνετελοῦντο. καλοῦνται δὲ Κλεωναὶ ἀπὸ Κλεώνης τῆς Ἀσωποῦ,[τοῦ τοῦ

Ὠκεανοῦ καὶ Μετώπης τῆς καὶ παρὰ τῷ Πινδάρῳ], κατὰ δέ τιναςἀπὸ τοῦ Νεμεαίου

λέοντος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οἱονεὶ Λεωναί καὶ πλεονασμῷ Κλεωναί. πληθυντικῶς δὲ

αὕτη ἀεὶ λέγεται. ἡ μέντοι Κλεώνη νῆσος περί πουτὴν ᾀδομένην Κέρνην αὐτὴ ἑνικῶς

καὶ διὰ δύο ˉν γράφεται. Ἡρόδοτος δὲ καὶἔσω τοῦ Ἄθω οἶδε πόλιν Κλεωνάς. (ῃ. 571)

Ὀρνειαὶ δὲ ἢ δίχα τοῦ ˉι Ὀρνεαί–τοῦτο γὰρ μάλιστα ἐν κοινῇ χρήσει κεῖται–κώμη ἐστὶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

283

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!