18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παλαιοὶ ἐν τῷ τῶν Ἀργείων τούτῳ καταλόγῳ καί, ὅτι ἀκολούθως μετὰ Σαλαμῖνα ἐπὶ

Πελοπόννησον ἧκεν ὁ ποιητής. ἐπεὶ δέ, φασί, τότε ἓξ ἦσαν ἐκεῖ δυναστεῖαι, ἐν μὲν τῷ

πρὸς ἠῶ μέρει,ἤτοι τῷ ἀνατολικῷ, δύο, ἐν δὲ τῷ πρὸς ἑσπέραν τέσσαρες, πρώτας τὰς

πρὸς ἠῶκαταλέγει, τὴν Ἀργολικήν, ἤτοι τὴν τῶν Ἀργείων, καὶ τὴν Μυκηνίδα, ἥτις ἦν

ὑπὸ τῷ Ἀγαμέμνονι. εἶτα Λακωνικὴν καὶ Πύλιον, εἶτα Ἠλείαν καὶ Ἀρκαδικήν. ζητητέον

δέ, τί δήποτε δηλοῖ τὸ «ἓξ ἦσαν δυναστεῖαι», ὡς ἀνωτέρω 1.446 ἐγράφη, ἵνα μὴ

διαφωνία τις ἐνταῦθα εἴη πρὸς Ἡρόδοτον εἰπόντα, ὅτι οἰκεῖ Πελοπόννησον ἔθνη ἑπτά.

(ῃ. 569–80) Ὅτι οἳ τὰς Μυκήνας εἶχον καὶΚόρινθον καὶ Κλεωνάς, Ὀρνειάς τε

Ἀραιθυραίην τε καὶ Σικυῶνα, Ὑπερησίητε καὶ Γονόεσσαν, Πελλήνην τε καὶ Αἴγιον,

Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ Ἑλίκην,ὑπὸ τῷ Ἀγαμέμνονι ἦσαν ἄρχοντι νηῶν ἑκατόν. ἅμα

τούτῳ, φησί, πολὺπλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντο. τοῦτο δὲ εἶπε διὰ τὰς ἑκατὸν νῆας,

τάχαπου καὶ τριήρεις οὔσας. ἐντεῦθεν δὲ καὶ εὐρυκρείων δείκνυται εἶναι. ὅτε

δὲμάθωμεν, ὅτι καὶ τοῖς Ἀρκάσιν ἑξήκοντα νῆας κενὰς ὁ αὐτὸς Ἀγαμέμνων δέδωκε,

τότε πλεῖόν τι σεμνὸν ἐπ' αὐτῷ γνωσόμεθα. Ἐνταῦθα δὲ σημείωσαι,ὅτι ταὐτὸν ἡγεῖται ὁ

ποιητὴς λέγειν «νῆες ἕποντο» καὶ «λαοὶ ἕποντο». εἶτα μὴθέλων ἀπεριλάλητον ἀφεῖναι

τὸν γεραρώτατον εὐρυκρείοντα ἐπάγει· «ἐν δ'αὐτὸς ἐδύσατο νώροπα χαλκὸν κυδιόων,

ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν, οὕνεκ'ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς».

Ἐγκώμια δὲ ταῦτα βασιλέως,βραχέα μὲν τῇ περιγραφῇ, πολυειδῆ δὲ τοῖς νοήμασιν. Ὅρα

δὲ ὅτι τὸ «πολὺπλείστους ἄγε λαούς» ἐκ τοῦ ἀνωτέρω ῥηθέντος παρῴδηται, ὅπερ ἦν τὸ

«ἅματῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντο». καὶ νῦν μὲν οὕτως ἐν στενῷ

τὸνβασιλέα ἐπαινεῖ, προϊὼν δὲ πλατύτερον καὶ λαμπρότερον. εἰδέναι δὲ χρή, ὅτιὅσα μὲν

γνῶναι ἀπὸ συναναγνώσεως κοινῆς, Ἀγαμέμνων ὁ ῥηθεὶς τῶν Μυκηνῶνλέγεται

βασιλεύς. οἱ δὲ παλαιοὶ εὑρεθῆναί φασιν ἐν πολλοῖς Ἀγαμέδονταλεγόμενον, ὥσπερ καὶ

τὸν Ἀχιλλέα Ἀθηλέα καὶ τὸν Κάλχαντα Χάλκαντα. καὶ ὁ Βελλεροφόντης δέ, φασίν,

Ἐλλεροφόντης ἐν τοῖς Ζηνοδότου εὕρηται, καὶὁ Ὀδυσσεύς δέ που Ὀλυσσεύς καὶ ἡ

Ὀδύσσεια Ὀλύσσεια καὶ ὁ ἸκάριἸκάδιος. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ ποιητὴς μετ'

ἐπιθέτων προάγει τινὰς τῶν ῥηθεισῶν πόλεων, τὰς μὲν Μυκήνας εὐκτίμενον

πτολίεθρον εἰπών, τὴν δὲ Κόρινθον ἀφνειόν, ὡς καὶ εἶναι ἀμφίβολον, εἴτε τὸν ἀφνειὸν

Κόρινθον χρὴεἰπεῖν ὁμωνύμως τῷ ἥρωϊ ἀφ' οὗ καλεῖται, εἴτε Ἀττικῶς καὶ Ἰωνικῶς τὴν

ἀφνειὸν Κόρινθον. τὰς δὲ Κλεωνὰς εὐκτιμένας λέγει, ἐρατεινὴν δὲ τὴν Ἀραιθυρέην,

αἰπεινὴν δὲ τὴν Γονόεσσαν καὶ εὐρεῖαν τὴν Ἑλίκην. (ῃ. 569) Τούτωνδὲ ἡ μὲν Μυκήνη

ἀπό τινος νύμφης, φασί, Λακωνικῆς ὠνομάσθη ἢ ἀπὸ Μυκηνέως υἱοῦ Σπάρτωνος,

ἀδελφοῦ Φορωνέως, ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃἐφόρει Περσεύς, οὗ πεσόντος, φασί,

κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἐκεῖ ἔκτισε. μύκης δὲ κατὰ τοὺς παλαιοὺς ἡ λαβὴ τοῦ

ξίφους· ἡ δὲ χρῆσις καὶ παρ'Ἡροδότῳ ἐν τῷ «καὶ τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης

ἀποπίπτει». Πολυσήμαντος δὲ ἡ τοῦ μύκητος λέξις, λεγομένη οὐ μόνον ἐπὶ τοῦ ἐκ γῆς

φυομένου ἐδωδίμουπεριττώματος, ὃ δὴ ἀμανίτην φαμὲν κοινότερον, ἀλλὰ καὶ ἐπὶ τῆς

μύξης, ἥτις 1.447 ἀνθρακοειδὴς τῶν ἀναπτομένων ἐλλυχνίων προβέβληται, δηλοῦσα

δέ, ὡςεἴρηται, καὶ τὴν τοῦ ξίφους λαβήν, ἧς αἱ Μυκῆναι παρώνυμοι. κατὰ δέ τινας

Μυκήνη ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰῶ, βοῦν ἐκεῖ γενομένην. Λέγεται δὲ καὶ ἑνικῶς

Μυκήνη καὶ πληθυντικῶς. ὁ δὲ πολίτης αὐτῆς οὐ μόνον Μυκηναῖος ἀλλὰκαὶ Μυκηνεὺς

κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα. Ἐταπεινώθησαν δέ, φησί, μετὰ τὰ Τρωϊκὰ αἱ Μυκῆναι.

καὶ οἱ τὸ Ἄργος ἔχοντες εἶχον καὶ Μυκήνας συντελούσαςεἰς ἕν. χρόνοις δ' ὕστερον

κατεσκάφησαν ὑπ' Ἀργείων, ὡς μηδ' ἴχνος εὑρίσκεσθαι τῆς Μυκηναίων πόλεως. καί

πως ἔοικεν ἡ ποιητικὴ μαντικὴ τοῦτοπροειπεῖν διὰ τῆς Ἥρας, ἥτις φιλτάτην, ὥς πού

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

282

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!