18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὁμωνυμίας γράφουσί τινες παρὰ τῷποιητῇ ἀντὶ τοῦ «οἵ τ' ἔχον Αἴγιναν» «νῆσόν τ'

Αἴγιναν», ἵνα διαστείλωσι τῆςνήσου τὴν χέρσον Αἴγιναν. Ἔνδοξος δέ ποτε ἡ νῆσος

Αἴγινα. Οἰνώνη δέ,φασίν, ἐκαλεῖτο πάλαι ποτὲ ὁμωνύμως δυσὶ δήμοις Ἀττικοῖς. γέγονε

δὲλαμπρὸν ἐμπόριον διὰ λυπρότητα χώρας θαλαττουργούντων ἐμπορικῶς τῶνἐκεῖ.

ἐκόπη δὲ καὶ ἀργύριον πρῶτον ὑπὸ Φειδίου ἐνταῦθα. [καὶ ἦν, φασίν,ἐξαίρετόν τι ἐν

ἀργυρίοις ὁ Αἰγιναῖος ὀβολός.] Μάσης δὲ τὸν μὲν πολίτηνπαράγει Μασήτιον. λέγεται δέ,

φασί, καὶ τρισυλλάβως ἡ Μάσητος· ἔστι δὲκαὶ κώμη Μάσητος καὶ λίμνη, φασί, καὶ

νῆσος. τὸ δὲ Μάσιον τρισυλλάβως, ὡς Πάριον, ὄρος φασὶ Μεσοποταμίας περί που τὴν

ἑῴαν Νίσιβιν. (ῃ. 568) Τὸ δὲὀγδώκοντα κρᾶσιν ἔπαθε τοῦ ˉο καὶ ˉη, οἵαν καὶ τὸ δῶμα

καὶ ἡ σιωπή καὶ τὸἐπιβώσομαι ἀντὶ τοῦ βοήσω καὶ τὸ βωστρεῖν ἐν Ὀδυσσείᾳ καὶ τὤμισυ

παρὰἩσιόδῳ καὶ παρὰ Ἡροδότῳ τὸ «ἐκ τοῦ θρόνου πηδήσας ἀνέβωσε» καὶ

«βωθήσαντες εἰς τὸν Ἰσθμόν» καὶ τὸ ἐπιβωτᾶν παρὰ τῷ αὐτῷ καὶ τὸ ἐννώσανταἀντὶ τοῦ

ἐννοήσαντα καὶ τὰ ὅμοια. (ῃ. 566 ς.) Ἰστέον δὲ ὅτι τὸν πρὸ ὀλίγουῥηθέντα Μηκιστέα

Ταλαϊονίδην ὁ ποιητὴς καλεῖ ἤγουν υἱὸν Ταλαοῦ. ἔοικε δὲδιώνυμος εἶναι ὁ Ταλαὸς

οὕτω τε καλούμενος, ἐξ οὗ καὶ πατρωνυμικὸν ἔσταιὁ Ταλαΐδης, καὶ Ταλαΐων, ὅθεν ὁ

Ταλαϊονίδης· εἰ δέ γε μὴ διωνυμεῖ, ἀλλὰμοναχῶς λέγεται Ταλαός, πλεονασμὸν ἔπαθε

δύο συλλαβῶν ὁ Ταλαϊονίδης ἀπὸτοῦ Ταλαοῦ γεγονώς, ὡς καὶ οἱ παλαιοί φασιν. ἡγεῖτο

δὲ συμπάντων τῶνἈργείων ὁ ∆ιομήδης ὡς ἄριστος. ἄλλως γάρ, ὡς μὴ ἀκραιφνὴς

Ἀργεῖος καὶ ἐκ προγόνων αὐθιγενής, οὐκ ἂν προεκρίθη ἄρχειν· τὰ γὰρ ἀνέκαθεν

Αἰτωλὸςἦν. Τυδεὺς γὰρ ἐν Αἰτωλίᾳ ἐμφυλίῳ φόνῳ χρανθεὶς καὶ φυγὼν εἰς Ἄργος

καὶγήμας ∆ηϊπύλην, τὴν Ἀδράστου θυγατέρα, ∆ιομήδην ποιεῖται· εἰς ὃν περιέστητὸ τῆς

βασιλείας τοῦ Ἀδράστου μέρος, ἄπαιδος τὰ πρὸς ἀρρένων τελευτήσαντος. 1.445

πλατύτερον δὲ εἰπεῖν, ὅπως ἡ ἀρχὴ περιῆλθε τῷ ∆ιομήδει. Ἰστέον ὅτι κατὰτὴν ἱστορίαν

ἐπὶ Ἀναξαγόρου, υἱοῦ Προίτου, βασιλέως Ἄργους, ὁ μάντιςΜελάμπους καθάρας τῆς

μανίας τὰς Ἀργείας, ἢ ὥς τινες μᾶλλόν φασι, τὰςΠροιτίδας, ἐκοινώνησεν αὐτῷ τῆς

ἀρχῆς ἅμα Βίαντι τῷ οἰκείῳ ἀδελφῷ,καθάπερ συνήρεσε. τούτων δὲ Βίαντος μὲν Ταλαός,

Μελάμποδος δὲ Ἰοκλῆς,Ἀναξαγόρου δὲ Ἶφις, ὧν καταδυναστεύσας ὁ Βιαντίδης Ταλαὸς

μόνος ἦρξεν. ὕστερον δὲ Ἀμφιάραος ὁ τοῦ ῥηθέντος Ἰοκλέος ἄρχει Ταλαὸν ἀνελών.

Ἄδραστοςδὲ ὁ Ταλαοῦ δείσας καὶ εἰς Σικυῶνα ἐλθὼν τὴν ἐκεῖ ἀρχὴν δέχεται Πολύβου

τοῦμητροπάτορος, καὶ ἅμα Ἴφιδι ἐπιστρατεύσας Ἀμφιαράῳ καὶ νικήσας πάλιν εἰς τρία

κατέστησε τὴν ἀρχήν. εἶτα Ἀμφιαράου μὲν ἐν Θήβαις ἀπολωλότος,Ἴφιδος δὲ ἐν νόσῳ,

Ἀδράστου δὲ ἐπὶ τῷ πένθει Αἰγιαλέως, Ἀγαμέμνων ὑφ'ἑαυτῷ ποιησάμενος τὸ Ἄργος

ἐμέρισεν αὐτὸ ἐν τῷ στρατεύειν ἐπὶ Ἴλιον τοῖς ἀπογόνοις τῶν ἀρχόντων ἐκείνων,

Σθενέλῳ Προιτίδῃ, Εὐρυάλῳ Ταλαϊονίδῃκαὶ ∆ιομήδει ὁμοίως, διὰ τὴν ἐπιγαμίαν

Ἀδράστου. οὐ γὰρ μόνον θυγατριδοῦςἦν ὁ ∆ιομήδης τῷ Ἀδράστῳ ἀπὸ ∆ηϊπύλης, ἀλλὰ

καὶ γαμβρὸς ἐπὶ Αἰγιαλείᾳτῇ θυγατρί· τοὺς γὰρ τοῦ Ἀμφιαράου ὑπενόει, τουτέστιν

ὑπώπτευεν, ὡς φίλους Θυέστου. Τοιαῦτα τὰ τῆς ἱστορίας, ἣν οἱ ἐκθέμενοί φασι καί, ὅτι

τὸ Ἄργος ἀπὸ Ἄργου ὠνομάσθη, ἀπογόνου Φορωνέως, καὶ ὅτι διὰ τὸ πρῶτον ᾠκίσθαι

τὸἌργος διὰ τοῦτο καὶ πρῶτον ἐτάχθη τῶν ὑπὸ τῷ Ἀγαμέμνονι ἐν τῷ

ῥηθέντιΚαταλόγῳ, ἐξ οὗ, φασί, καὶ πάντες Ἕλληνες Ἀργεῖοι, δι' οὓς ὦφλε δίκηνἐξ

ἐρήμης ὁ ποιητὴς ἀνδρὶ φθονερῷ. κατὰ γὰρ τὴν Ἡροδότου ἱστορίαν Κλεισθένης,

Σικυῶνος τύραννος, Ἀργείοις πολεμήσας ἔπαυσε τοὺς ῥαψῳδοὺς ἐν Σικυῶνι

ἀγωνίζεσθαι, τῶν Ὁμήρου, φησίν, ἐπῶν ἕνεκα, διότι Ἀργεῖοι καὶἌργος τὰ πολλὰ ἐν

αὐτοῖς ὑμνοῦνται. δῆλον δὲ ὅτι οὐ μικροβασιλεὺς ὁἈγαμέμνων, ὃς καθάπερ ἄλλοις

ἑτέρους τόπους, οὕτω καὶ τοῖς περὶ ∆ιομήδηντὴν Ἀργείαν ἀπεχαρίσατο. λέγουσι δὲ οἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

281

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!