18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κόλπον Ἑρμιονικὸν ἀρχόμενον ἀπὸ Ἀσίνης πολίχνης. (ῃ. 561) Τροιζὴν δὲ πόλις οὐκ

ἄσημος, ὑπερκειμένη θαλάσσης πεντεκαίδεκαστάδια, ἧς πρόκειται νησίδιον· καλεῖται δὲ

ἀπὸ Τροιζῆνος, υἱοῦ Πέλοπος. ἡ δ'αὐτή ποτε καὶ Ἀφροδισιὰς καὶ Σαρωνία καὶ ἢ

Ποσειδωνία ἢ Ποσειδωνιάς, ὡςἱερά, φασί, Ποσειδῶνος· καὶ Ἀπολλωνιὰς δέ. ἔστι δέ,

φασί, καὶ ἑτέρα ἐνἸταλίᾳ Μασσαλιωτική. τῆς δὲ Τροιζῆνος ταύτης λιμὴν ᾄδεται ὁ

Πώγων, ὅθενἐπὶ τῶν ἀτρίχων τὸ γένειον καὶ ψευδομένων τὸν ἀνδρικὸν πώγωνα

λέγεταιπαροιμιωδῶς τὸ «πλεύσειας εἰς Τροιζῆνα». [Ἱστορεῖ δὲ Ἀθήναιος Τροιζήνιον

οἶνον, ὃς λέγεται, φησίν, ἀγόνους ποιεῖν τοὺς πίνοντας, λέγων καὶ περί που τὴνἈχαΐαν

ἀμπέλου τι γένος εἶναι, ἀφ' ἧς οἶνος ἐκθλίβεται ποιῶν ἐξαμβλοῦν τὰςἐγκύμονας

γυναῖκας· κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσι. Σημείωσαι δὲ ὅτι τινὰ τῶν

παλαιῶν ἀντιγράφων Τροίζηνα προπαροξυτόνωςἔγραψαν, οἷς καὶ Ἡρωδιανὸς

συνηγορεῖ ἐν τῷ Περὶ ταχυτῆτος καὶ δηϊοτῆτοςεἰπών, ὡς ἡ ∆ωρὶς καὶ Αἰολὶς διάλεκτος

οὐδέποτε κατὰ γενικὴν περιττοσύλλαβον τὸ ἦτα μετατιθέασιν εἰς ἄλφα, εἰ μὴ

βαρύνοιτο· Ἕλλην Ἕλλαν,Τροίζην Τροίζαν· ποιμήν δὲ καὶ λιμήν οὐκ ἂν ἐροῦσι διὰ τοῦ

ἄλφα, ἐπεὶ ὀξυτονεῖται· ἐπὶ μέντοι μονοσυλλάβων μετατιθέασι τὸ σφήξ καὶ μήν, σφὰξ

λέγοντεςκαὶ μάν. σεσημείωται, φησί, τὸ ἐσθάς ὀξυνόμενον καὶ διὰ τοῦ ˉα λεγόμενον

παρὰ Πινδάρῳ ἐν Πυθιονίκαις.] Τὰς δὲ Ἠϊόνας οὐχ' εὕρομεν πάνυ περιλαλουμένας.

ἑνικῶς δὲ Ἠϊὼν λέγεται πόλις Χερρονησία παρὰ Θουκυδίδῃ. ἔστι δὲ καὶ Στρυμονική.

λέγεται δὲ καὶ ἑτέρα Ἠϊὼν Πιερική. ἰστέον δὲ ὅτι τὰ παλαιὰ1.443 Σχόλια καὶ τὰς

Ὁμηρικὰς ταύτας Ἠϊόνας ἑνικῶς λεγομένας οἴδασιν, ὡς δηλοῖ ὁ εἰπών, ὅτι· ἡ δ' Ἠϊὼν

οὐκ οἰκεῖται. τινὲς δὲ οἴονται αὐτὴν εἶναι τὴν Καλαύριαν· φασὶ γάρ, ὅτι ἀοίκητός ἐστιν

ἡ Ἠϊὼν νομιζομένη παρά τινων ἡ Καλαύριανῆσος εἶναι, περὶ ἧς ἐν τοῖς τοῦ Περιηγητοῦ

δηλοῦται. ὁ Στράβων δέ φησιν,ὅτι Ἠϊόνες κώμη τις, ἣν ἐρημώσαντες Μυκηναῖοι ἢ

Ἀθηναῖοι ναύσταθμον ἐποιήσαντο. Ἐπίδαυρος δὲ θηλυκῶς μὲν λέγεται κατὰ τὸν τὰ

Ἐθνικὰ γράψαντα, εἰπόντα, ὅτι τὸ «ἀμπελόεντα Ἐπίδαυρον» μετὰ ἀρσενικοῦ ἐπιθέτου

θηλυκόνἐστιν, ὡς καὶ τὸ «ψολόεντος ἐχίδνης» παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος

Πύλου» καὶ ὅσα τοιαῦτα. ἐκαλεῖτο δέ ποτε Λειμηρὴ διὰ διφθόγγου ὡς λειμῶναςἔχουσα

ἢ καὶ διὰ τοῦ ˉι ὡς πολυλίμενος κατὰ Ἀρτεμίδωρον, οἱονεὶ λιμενηράτις οὖσα. ἔστι δέ,

φασί, τοῦ Σαρωνικοῦ κόλπου. ἐκλήθη δὲ καὶ Μιλησία καὶ Αἱμηρὰ διὰ τὸ συχνὰ

αἱμάσσεσθαι θύμασι τὸν ἐκεῖ βωμὸν τοῦ Ἀσκληπιοῦ, ὃς κατ' ἐξαίρετον ἐτιμᾶτο· εἶτα

Ἐπίταυρος ὠνομάσθη καὶ ἐκεῖθεν Ἐπίδαυρος. κατὰ δὲ τὸν Γεωγράφον καὶ Ἐπίκαρον

αὐτὴν οἴονταί τινες, ὡς Καρῶν αὐτήνποτε κατασχόντων. Οὐκ ἄσημος δέ, φησίν, ἐστὶ

πόλις δι' ἐπιφάνειαν Ἀσκληπιοῦ μάλιστα. κεῖται δ' ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου

βλέπουσα πρὸςἀνατολὰς θερινάς, ἐρυμνὴ φυσικῶς, πανταχόθεν περίπλουν ἔχουσα

στάδιαπεντεκαίδεκα· περικλείεται δὲ ὄρεσιν ὑψηλοῖς. τοῦ δ' αὐτοῦ φησιν εἶναικόλπου

καὶ τὴν προκειμένην Αἴγιναν. Τινὲς μέντοι τοῦ Μυρτῴου φασὶ τὴν Αἴγιναν. τὸ δὲ ἐν

αὐτῇ Ἀσκληπιεῖον καμνόντων τε πλῆρες ἦν, φασί, καὶ πινακίων ἀνακειμένων, ἐν οἷς αἱ

θεραπεῖαι ἀναγεγράφαται· φυλάσσει δὲ μέχρικαὶ νῦν τὸ ὄνομα καλουμένη Ἐπίδαυρος.

ἑτέρα δέ ἐστιν αὕτη παρὰ τὴνἘπίδαμνον· ἐκείνη γὰρ ἑτερογραφουμένη πόλις ἐστὶν

Ἰλλυρική, τὸ νῦν∆υρράχιον. ἀμπελόεσσαν δὲ λέγει Ἐπίδαυρον, ὡς τὴν Ἱστίαιαν εἶπε

πολυστάφυλον, πλὴν ὅσον ἐκεῖ μὲν ἐκ τοῦ καρποῦ, ἐνταῦθα δὲ ἀπὸ τοῦ φυτοῦ

τὸἐπίθετον εἴληπται. (ῃ. 562) Αἴγινα δέ, ἧς ἐνταῦθα ἐκτείνεται ἡ παραλήγουσα 1.444 διὰ

τὸ μέτρον, ἀρκούντως ἠξίωται λόγου ἐν τοῖς τοῦ Περιηγητοῦ. κεῖται δὲπλησίον

Ἐπιδαύρου πρὸ τῆς Ἀττικῆς. ἔσχε δὲ τοὔνομα ἐξ Αἰγίνης τῆς Ἀσωποῦ, Οἰνώνη πρότερον

καλουμένη. καὶ τόπος δέ τις, φασί, τῆς Ἐπιδαυρίας Αἴγινα ἐκαλεῖτο. διὸ πρὸς διαστολὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

280

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!