18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

προτέρου, φησί, γένους ἐστὶ τὸ Ἄλεξις, Πρύτανις.οὕτω δὲ καὶ ὄφις, ἔχις, Θέτις. τοῦ δὲ

δευτέρου, ἀκτίς, δελφίς, κρηπίς, ψηφίς,κνημίς καὶ τὰ τούτων σύνθετα. καὶ ἡ ἁψὶς δὲ

οὕτως ἐκτείνει τὸ κατ' αὐτὴν τέλος,ὡς δηλοῖ τὸ «μή πως ὡς ἁψῖσι λίνου ἁλόντε».

[Ἀλλαχοῦ δὲ ὁ αὐτὸς κανονίζων 1.44 πιθανῶς τὸν τόνον τῆς ταχυτῆτος καὶ τῆς

δηϊοτῆτος λέγει, ὅτι τὰ εἰς ˉσ λήγονταμετὰ μακρᾶς, ἡνίκα ὀξύνονται, τὴν

παραλήγουσαν ἔχει ἐκτεινομένην· κνημίς·ψηφίς· γλωχίς· αἰδώς· ἠώς. διὸ καὶ ἡ ἕως

βαρυτονηθεῖσα συνέστειλε τὴνπαραλήγουσαν. οὐκοῦν καὶ ἡ ταχυτής, φησί, καὶ ἡ

δηϊοτής, εἰ ὠξύνοντο,βραχυπαραληκτεῖν εἶχον ἄν.]

(ῃ. 18) Ὅτι ὁ Χρύσης ἢ κολακεύων τοὺςἝλληνας εὔχεται κατὰ τῶν ὁμοεθνῶν

Τρώων ἢ καὶ ἐνδιαθέτως, ὡς δι' ἐκείνουςἀποστερηθεὶς τῆς παιδός. εἰ γὰρ μὴ

Ἀλέξανδρος ἥρπασεν, οὐκ ἂν ἡ παῖςᾐχμαλώτιστο. διὸ οὐ μόνον ἐκπορθῆσαι αὐτοὺς

εὔχεται τὴν τοῦ Πριάμου πόλιν,ἀλλὰ προσεπεύχεται καὶ εὖ οἴκαδε ἱκέσθαι αὐτούς, οἷα

μαντικῶς εἰδὼς ὡς κακὰἐν τῷ νόστῳ πείσονται. σύντομος δὲ τῷ Χρύσῃ ἡ δημηγορία

μόνων γινομένῳτῶν καιρίων. οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ συστολὴ πλείω δημηγορεῖν,

ὅσγε καὶἀπειλῆς ἀκούσας ἔδεισε καὶ οὐκέτι οὐδὲν οὐδ' ὅλως ἐλάλησε. πόλιν δὲ

Πριάμουτὴν Τροίαν λέγει, ἐπεὶ καὶ κατὰ τὴν τραγῳδίαν «τοῦ κρατοῦντος ἡ

πόλιςνομίζεται». Ὅτι δὲ ὁ Πρίαμος παρὰ τὸ πρίασθαι λέγεται, ἱστορεῖ καὶ Λυκόφρων.

ὅτε γάρ ποτε ἡ Τροία ἑάλω ὑφ' Ἡρακλέος, πριαμένη αὐτὸν Ἡσιόνη ἡ ἀδελφὴ

καλύπτρας γυναικείας, αὐτὴ μὲν ἀπῆλθεν αἰχμάλωτος ὑπὸ Τελαμῶνιοὖσα, τὸν δὲ

ἀδελφὸν ἀφῆκε ζώπυρον γένους ἐκεῖ ἔχοντα ἐπ' ὀνόματος τὸ τοῦπρίασθαι ὄνειδος, ἐξ

οὗ καὶ μετωνομάσθη Πρίαμος Ποδάρκης πρώην καλούμενος. [Ἰστέον δὲ ὅτι ἡ ἀρχὴ τῆς

τοῦ Χρύσου δημηγορίας τὸ «ὑμῖν μὲν θεοὶδοῖεν» συνίζησιν ἔχει τοῦ ˉε καὶ ˉοˉι ἐν τῷ

«θεοί» καὶ λογίζεται ποὺς εἷς μακρὸς ἐκβραχείας συλλαβῆς καὶ μακρᾶς εἰς μίαν μακρὰν

πρὸς ἀπαρτισμὸν σπονδείουποδός. οὗ ἀνάπαλιν γίνεται ἐν τῷ «οἶδ' ἀρετὴν οἷός ἐσσι».

ἐκεῖ γὰρ μακρὰσυλλαβὴ καὶ βραχεῖα τὸ ˉοˉι καὶ τὸ ˉοˉς ἀντὶ μιᾶς εἰσι μακρᾶς. λέγονται

δὲ καὶοὗτοι οἱ στίχοι προκοίλιοι. τοῦ δὲ δοῖεν πρῶτον πρόσωπον τὸ δοίημεν,

οὗσυγκοπέντος καὶ ἀπελθόντος τοῦ ˉμ τὸ δοῖεν γίνεται.] Ὅτι Ὄλυμπος παρὰ τῷ ποιητῇ

ὄρος Μακεδονίας ἢ καθ' Ἡρόδοτον Θετταλίας ὑψηλότατον, θεῶνοἰκητήριον, κατὰ

μύθου ἄδειαν θελήσαντος ὡς ἀνθρωποπαθέσιν αὐτοῖς καὶτόπον τινὰ ἐξαίρετον δοῦναι

εἰς ἀνθρωπικωτέραν διαγωγήν. ὅθεν καὶ Ὀλύμπιοιλέγονται. ἡ δὲ ἀλληγορία Ὄλυμπον

τὸν οὐρανὸν λέγει ὡς οἷον ὁλόλαμπον. καὶτάχα διὰ τοῦτο ὁ μῦθος οὐκ ἄλλο τι ὄρος

αὐτοῖς ἔδωκεν, ἀλλὰ τὸν Ὄλυμπονδιὰ τὸ ἔχειν δηλαδὴ συμβιβάζεσθαι εἰς τὸν λαμπρὸν

οὐρανὸν τῇ ἀναπτύξει τοῦὀνόματος. ἔοικε δὲ ἐκ τοῦ ὁλόλαμπος συγκοπῆναι μὲν ἡ ˉλˉα

συλλαβή, τραπῆναιδὲ τὸ δεύτερον ˉο εἰς ˉυ Αἰολικῶς, ὡς τὸ ὄνομα ὄνυμα, ἐξ οὗ καὶ τὸ

ὀνυμαίνω καὶ 1.45 τὸ νώνυμος καὶ τὰ τοιαῦτα. διὸ καὶ ψιλοῦται τὸ Ὄλυμπος· ψιλωτικοὶ

γὰρ οἱ Αἰολεῖς. εἰσὶ δὲ καὶ ἕτεροι Ὄλυμποι· ἔν τε γὰρ Πελοποννήσῳ, ὡς καὶ ἐν τοῖς τοῦ

Περιηγητοῦ ἐγράφη, καὶ ἐν Κύπρῳ δὲ ὄρος μαστοειδὲς μεταξὺ Κιτίου καὶἈμαθοῦντος

Ὄλυμπος λέγεται. καὶ ἄλλη δέ τις ἀκρώρεια Κύπρου ἐκαλεῖτο οὕτως, ἐν ᾗ ναὸς Ἀκραίας

Ἀφροδίτης, ἄδυτος γυναιξί. καὶ περὶ τὰς ἀκρωρείας δὲ τοῦ Ταύρου Ὄλυμπος ὄρος καὶ

φρούριον, ἀφ' οὗ κατοπτεύεται πᾶσα Λυκίακαὶ Παμφυλία καὶ Πισιδία κατὰ τὸν

Γεωγράφον· καὶ λόφοι δέ, φησί, τῆς Ἴδηςτέσσαρές τινες Ὄλυμποι ἐκαλοῦντο. ἔστι δὲ

καὶ Βεβρύκων ὄρος Ὄλυμπος, οὗ ἐθνικὸν οἱ Ὀλυμπηνοί. ἦν δὲ καὶ αὐλητὴς

ὀνομαζόμενος Ὄλυμπος, οὗ μέμνηται ὁ Κωμικός. [Ὅρα δὲ ὅτι Ὁμήρου Ὀλύμπια θεῶν

δώματα εἰπόντος, ἐκεῖθέν πωςὁρμηθέντες οἱ ὕστερον Ὀλύμπια ὠνόμασαν τὸν ἐν Ἤλιδι

μέγαν ἀγῶνα, οὐ τῷ Ὀλύμπῳ ἀλλὰ Ὀλυμπίῳ ∆ιῒ παρονομάσαντες αὐτόν.]

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

28

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!