18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

[Ἰστέονδ' ὡς οὐκ ἀπήλλακται τῆς Ὁμηρικῆς ποικιλίας οὐδὲ τὰ ῥηθέντα, ἐν οἷς τὸν μὲν

∆ιομήδην ἀγενεαλόγητον ἀφεὶς ἀγαθὸν μόνον δὶς προσεῖπε, τὸν δὲ Σθένελονφίλον υἱὸν

Καπανέως φράσας τὸν πατέρα ἐπῄνεσεν, ἀγακλυτὸν ἐκεῖνον εἰπών·τὸν δὲ Εὐρύαλον καὶ

ἐπιθέτῳ ἐσέμνυνεν ἰσόθεον φῶτα καλέσας καὶ Ταλαΐονοςἄνακτος πάππου καὶ

Μηκιστέως πατρὸς ἐγενεαλόγησεν· ἔτι τὴν μὲν Ἑρμιόνηνκαὶ τὴν Τροιζῆνα δίχα

συνδέσμων ἔγραψεν ἀποστατικῶς, τὰ δ' ἄλλα συνέδησε.](ῃ. 559) Τῶν δὲ ῥηθέντων

τόπων περὶ μὲν Ἄργους ἀρκούντως ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται· νῦν δὲ τοσοῦτον

ῥητέον, ὅτι παροιμία ἐκ τούτου φέρεταιτὸ «Ἀργεία φορά» παρὰ Παυσανίᾳ. ἐσκώπτοντο

γάρ, φησίν, Ἀργεῖοι εἰς φιλοδόξους καὶ συκοφάντας. Τὴν δὲ Τίρυνθα τειχιόεσσαν λέγει

διὰ τὸ εὖτετειχίσθαι. δοκεῖ δέ, φασίν, ὑπὸ Κυκλώπων τειχισθῆναι τῶν κατὰ τὸ Ἄργος,οἳ

καὶ ἐγχειρογάστορες ἐκαλοῦντο καὶ χειρογάστορες οἷα χειροτέχναι καὶ τοῖςἐκ χειρῶν

ἔργοις τὴν γαστέρα πληροῦντες. ἀλλὰ τοῦτο μὲν τῆς ἱστορίας· Ὁ δὲμῦθος τερατολογεῖ

τῆς γαστρὸς ἑκάστῳ αὐτῶν ἐκπεφυκέναι τὰς χεῖρας. ὑπὸτούτων γοῦν, φασί, τῶν

Κυκλώπων ἐτειχίσθη τὸ Ἄργος, οὐ μὴν ὑπὸ τῶν 1.441 Σικελικῶν, οἷς οὐδὲν κοινὸν πρὸς

τούτους, τρεῖς μόνους ὄντας ἢ ἑπτὰ κατάτινας, ὧν ἑκάστῳ εἷς ὀφθαλμὸς ἐνέκειτο

μετώπῳ κατὰ Ἡσίοδον, οἷς καὶσπήλαια ἐν τῇ Ἀργείᾳ χώρᾳ ἐπονομάζονται. Καλεῖται δέ,

φασί, Τίρυνς ἀπὸ Τίρυνθος, ἀδελφοῦ Ἀμφιτρύωνος. ἐκαλεῖτο δὲ πρότερον Ἁλιεῖς διὰ τὸ

πολλοὺςἁλιευομένους οἰκεῖν ἐκεῖ. κατὰ δὲ Παυσανίαν Ἁλικοὶ περὶ Τίρυνθα οἱ τὰ

περὶθάλασσαν τῆς Πελοποννήσου οἰκοῦντες. ὁ δὲ Γεωγράφος ὁρμητήριον Προίτουτὴν

Τίρυνθα λέγει, τειχισθὲν διὰ Κυκλώπων, οὓς ἑπτὰ εἶναί φησι, γαστερόχειραςμὲν

καλουμένους, τρεφομένους δ' ἐκ τῆς τέχνης, μεταπέμπτους ἐκ Λυκίαςἐλθόντας.

πλησίον δέ που, φησί, καὶ Μιδέα παροξυτόνως, ἑτέρα τῆς Βοιωτικῆς.ἐκείνη δὲ καὶ

προπαροξύνεται, φησίν, ὡς πρόνοια, καθὰ καὶ προεγράφη. διέχειδὲ Ναυπλίας περὶ

δώδεκα στάδια, ᾗτινι Ναυπλίᾳ ἐφεξῆς σπήλαια, φησί, καὶοἰκοδομητοὶ λαβύρινθοι.

καλεῖται δὲ Κυκλώπεια· Ἔνθα σημείωσαι τὴν περὶτὰ τοιαῦτα τῶν παλαιῶν σπουδήν· οὐ

γὰρ μόνον ταῦτα καὶ ὁ κατὰ Κρήτηνλαβύρινθος λόγον πολὺν ἔσχον, ἀλλὰ καὶ ὁ

Αἰγύπτιος, περὶ οὗ φησιν Ἡρόδοτος,ὅτι λαβύρινθος περὶ Αἴγυπτον λόγου μείζων· εἰ γάρ

τις τὰ ἐξ Ἑλλήνων ἔργασυλλογίσεται οἷον τείχη καὶ τὰ τοιαῦτα, ἐλάσσονος πόνου

φανοῦνται τοῦλαβυρίνθου τούτου. (ῃ. 560) Ἡ δὲ Ἑρμιόνη καλεῖται οὕτως, ἐπειδὴ Ζεὺς

καὶ Ἥρα ἐνταῦθα ὡρμίσθησαν ἀπὸ Κρήτης ἀφικόμενοι. ἀπὸ γοῦν τοῦ ὁρμίζωτροπῇ τοῦ

ˉο εἰς ˉε Ἑρμιόνη. τὸ δὲ πρωτότυπον αὐτῆς Ἑρμιών, ἡ γενικὴ Ἑρμιόνος· ὥσπερ δέ, φασί,

κάλυκος Καλύκη, χιτῶνος Χιτώνη, ἡγεμόνοςἩγεμόνη, οὕτως Ἑρμιόνος Ἑρμιόνη. ἕτεροι

δὲ πρωτότυπον μέν φασι τὴνἙρμιόνην. Ἑρμιόνα δὲ εἰπεῖν ὅμοιον, ὡς καὶ Σοφοκλῆς

∆ωδῶνα τὴν ∆ωδώνην φησίν. ἐθνικὸν ταύτης οἱ Ἑρμιονεῖς· ἱερὸν δὲ ἐν αὐτῇ παρθένου

Ἥρας. ὁ δὲΓεωγράφος λέγει, ὅτι Ἑρμιόνη οὐκ ἄσημος πόλις καὶ ὅτι τεθρύληται παρ'

Ἑρμιονεῦσι τὴν εἰς Ἅιδου κατάβασιν σύντομον εἶναι· διὸ οὐκ ἐντιθέασιν ἐνταῦθα τοῖς

νεκροῖς ναῦλον. [Εἰ δὲ καὶ ἐκ τοῦ Λακωνικοῦ Ταινάρου, σπηλαίουἐκείνου μεγάλου καὶ

ἀφεγγοῦς, καταβαίνειν ἦν ἐς Ἅιδην, ἕτερος μῦθος εἰπεῖνἐτόλμησεν οὐκ ἀφυῶς.] Καὶ

Σκύλλαιον δέ, φησί, τόπος ἐν αὐτῇ, ἀπὸ Σκύλληςὀνομασθὲν τῆς Νίσου θυγατρός, περὶ ἧς

ἀλλαχοῦ εἴρηται· οὐ μὴν ὅθεν καὶ τὸπερί που Σικελίαν σπήλαιον. Ἀσίνη δὲ οὐ μόνη

αὕτη, ἀλλὰ καὶ ἕτεραι· ὧν μία 1.442 καὶ Λακωνικὴ πόλις, ἀπὸ Ἀσίνης κληθεῖσα,

θυγατρὸς Λακεδαίμονος·ὁ δὲ Γεωγράφος καὶ κόλπον Ἀσιναῖον, μάλιστα δὲ Ἀσίνην οἶδεν

ὁμώνυμον ταύτῃ. φησὶ γοῦν· «Ἀσίνη κόλπος, ἔνθα αἱ πόλεις αἱ τῷ Ἀχιλλεῖ ὑπεσχημέναι

ἐξ Ἀγαμέμνονος». λέγει δὲ καί, ὅτι Ἀσίνη καὶ Ἑρμιὼν ∆ρυόπων οἰκητήριον, ∆ρύοπος

τοῦ Ἀρκάδος κατοικίσαντος αὐτοὺς ἐνταῦθα ἐκ τῶν περὶ Σπερχειὸν τόπων· λέγει δὲ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

279

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!