18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παρενέγραψεν ἐνταῦθα 1.439 μετὰ τὸν Ὁμήρου στίχον τὸ «στῆσε δ' ἄγων, ἵν' Ἀθηναίων

ἵσταντο φάλαγγες» καὶ οὕτω μάρτυρι τῷ ποιητῇ ἐχρήσατο τοῦ τὴν νῆσον ἐξ ἀρχῆς

Ἀθηναίωνὑπάρξαι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, ὁ καὶ λέγων, ὅτι πολλὰ ἔπη

ἀντιμαρτυρεῖτῷ τοιούτῳ λόγῳ καὶ ὅτι οὐκ ἀρέσκει τοῖς Κριτικοῖς ἡ τοιαύτη τοῦ

ἔπουςπαρένθεσις, Κριτικοὺς εἰπὼν τοὺς κατὰ τὴν γραμματικὴν παράδοσιν

εἰδόταςκρίνειν τὰ ποιήματα. ὁ δ' αὐτὸς λέγει καί, ὅτι οἱ Μεγαρεῖς αὖθις μεταποιούμενοι

τῆς Σαλαμῖνος ἀντιπαρῴδησαν οὕτως· «Αἴας δ' ἐκ Σαλαμῖνος δώδεκαἄγεν νέας, ἔκ τ'

Αἰγειρούσσης Νισαίης τε Τρίποδός τε». χωρία δέ, φησί, ταῦτα Μεγαρικά, ὧν ἡ Νίσαια

παρώνυμος Νίσῳ, οὗ ἀδελφοὶ Αἰγεὺς καὶ Πάλλας καὶ Λύκος, Πανδίονος υἱοί· περὶ δὲ

Σαλαμῖνος καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται·ἔστι δὲ καὶ Κυπρία Σαλαμίν, ἣν Τεῦκρος

οἰκίσας μετὰ Τροίας ἅλωσιν ὁμωνύμωςτῇ πατρίδι καὶ αὐτὴν Σαλαμῖνα ἐκάλεσε.

σημείωσαι δὲ ὅτι πλανῶνται οἱ ἀπὸτῆς ῥηθείσης Νισαίας ἢ Νίσης Ὁμηρικῆς τινος τοὺς

ᾀδομένους Νισαίουςἵππους λέγοντες. τῷ Γεωγράφῳ γὰρ οὐδὲν τοιοῦτον ἔγνωσται, ἀλλὰ

τοῦτο καὶμόνον φησίν, ὅτι Νισαῖοι ἵπποι ἄριστοι καὶ μέγιστοι, οἷς ἐχρῶντο οἱ

βασιλεῖς,ἐξ Ἀρμενίας ἦσαν, οἱ δέ φασιν ἀπὸ Μηδίας. Ἰστέον δὲ καὶ ὅτι Πορφύριος

εἰςΑἴαντα ἐπίγραμμα παλαιὸν προφέρει τόδε· «Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰτῷδε

κάθημαι Αἴαντος τύμβῳ κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳβεβολημένη, οὕνεκ'

Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσων ἐμοῦ κέκριται». [ὃ δὴ παρῳδήσας τις κατὰ τῆς

ἡδονικῆς φιλοσοφίας ἔγραψεν οὕτως· «Ἅδ' ἐγὼἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι

Ἡδονῇ αἰσχίστως κειραμένη πλοκάμους. θυμὸν ἄχει μεγάλῳ βεβολημένη, εἴπερ ἅπασιν

ἁ κακόφρων Τέρψις κρείσσωνἐμοῦ κέκριται».] Ἱστορεῖ δὲ ὁ αὐτὸς Πορφύριος καί, ὅτι

Ἀριστοτέλης σύγγραμμα πραγματευσάμενος, ὅπερ ἐκλήθη Πέπλος, γενεαλογίας τε

ἡγεμόνων ἐξέθετοκαὶ νεῶν ἑκάστων ἀριθμὸν καὶ ἐπιγράμματα εἰς αὐτούς, ἃ καὶ

ἀναγράφεται ὁ Πορφύριος ἐν τοῖς εἰς τὸν Ὅμηρον, ἁπλᾶ ὄντα καὶ οὐδέν τι παχὺ καὶ

φλεγμαῖνον ἔχοντα. δίστιχα δὲ τὰ ὅλα ἐκεῖνα δίχα τοῦ ῥηθέντος εἰς τὸν Αἴαντα· ἴσως

γὰρὁ Ἐπιγραμματοποιὸς ἐφιλοτιμήσατο ἀπεναντίας ἐλθὼν τῷ ποιητῇ ἐπὶ μὲν

τῷλαμπρῷ Αἴαντι πολυλογῆσαι, τοὺς δὲ ἄλλους ἧττον σεμνῦναι. ἔτι καὶ ταῦτατοῦ

Πορφυρίου, ὅτι, εἰ καὶ Πηλεὺς καὶ Τελαμὼν ἀδελφοὶ ἐξ Αἰακοῦ, ὧν Πηλέως μὲν

Ἀχιλλεύς, Αἴας δὲ Τελαμῶνος, ἀλλ' Ὅμηρος οὔτε Αἰακίδην φησὶτὸν Αἴαντα οὔτε

αὐτανεψίους ἀλλήλοις αὐτόν τε καὶ τὸν Ἀχιλλέα· καὶ ὅτι Εὐφορίων λέγει τοῦ αἵματος

τοῦ ῥυέντος ἐκ τῆς τοῦ Αἴαντος σφαγῆς ὑάκινθονἐκφῦναι· καὶ ὅτι ὁ τὴν μικρὰν Ἰλιάδα

γράψας ἱστορεῖ μηδὲ καυθῆναι συνήθωςτὸν Αἴαντα, τεθῆναι δὲ οὕτως ἐν σορῷ διὰ τὴν

ὀργὴν τοῦ βασιλέως. ἔτι κἀκεῖνα 1.440 περὶ τῆς ῥηθείσης νήσου λέγεται. Σαλαμὶν νῆσος

πρὸς τῇ Ἀττικῇ μῆκος ἑβδομήκοντα ἢ ὀγδοήκοντα σταδίων, ἔχουσα πόλιν ὁμώνυμον.

ἐκλήθη δέ ποτε καὶ Πιτυοῦσσα ἀπὸ φυτῶν. ταύτην ἔχουσιν Ἀθηναῖοι σκηψάμενοι τὴν

ἀνωτέρω ῥηθεῖσαν Ὁμηρικὴν δῆθεν μαρτυρίαν. (ῃ. 558) [Φάλαγγας δὲ οὐ μόνον

στρατιωτικάς τινας παρατάξεις οἴδαμεν, ὡς πολλαχοῦ φανεῖται, ὅθεν πέπαικταικαὶ τὸ

«λοπάδων παρατεταγμένη φάλαγξ», ἀλλὰ καὶ ζωΰφια ὑπὸ ὀρόφοιςἀραχνώμενα, ὧν καὶ

ἡ κωμῳδία μέμνηται. Ἔτι δὲ καὶ τὰ ὑποτιθέμενα ἑλκομέναις ναυσίν, ὥς που καὶ

ἀλλαχοῦ παρεδηλώθη· ὧν χρῆσις καὶ παρὰ Ἀθηναίῳἐν τῷ «φάλαγγας ἐπικαρσίας» καὶ

ἐν τῷ «ἡδράσθη τὸ πλοῖον ἀσφαλῶς ἐπὶφαλάγγων».] (ῃ. 559–68) Ὅτι «οἳ Ἄργος εἶχον

Τίρυνθά τε τειχιόεσσαν, Ἑρμιόνην Ἀσίνην τε βαθὺν κατὰ κόλπον ἐχούσαν, Τροιζῆνα,

Ἠϊόνας τε καὶἀμπελόεντ' Ἐπίδαυρον· οἵ τ' ἔχον Αἴγιναν Μάσητά τε»· τούτων

∆ιομήδηςἡγεμόνευε καὶ Σθένελος Καπανέως υἱὸς καὶ Εὐρύαλος ὁ Μηκιστέως·

συμπάντωνδὲ ἡγεῖτο ∆ιομήδης· «τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο».

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

278

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!