18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τις εἰς ἔννοιαν σεμνὴν κόσμου κόσμον ἐκάλεσε τὸν ἐν Κωνσταντινουπόλει ἀσύγκριτον

νεών.] (ῃ. 546 ς.) Τὸ δέ «δῆμον Ἐρεχθῆος» πολυωνυμίας ἔχει λόγον· ταὐτὸν γὰρ Ἀθήνας

εἰπεῖν καὶ δῆμον Ἐρεχθέως. ἔοικε δὲ καὶ τὸ δημοκρατικὸν ἐμφαίνειν, ᾧ μάλιστα

ἔχαιρον Ἀθηναῖοι, οὕς φασιν αἱ ἱστορίαιπαντοίας πειραθῆναι ἀρχῆς· καὶ γὰρ καὶ

ἐβασιλεύθησαν καὶ εἰς δημοκρατίανμετέστησαν, εἶτα καὶ ἐτυραννήθησαν καὶ ὕστερον

εἰς ὀλιγαρχίαν μετῆλθον.ἐξενίκα δὲ ἡ δημοκρατία φιλουμένη αὐτοῖς πλέον τῶν ἄλλων

πολιτειῶν. Σημείωσαι δὲ ὅτι Ἀθηναίων πόλεις ἢ δήμους ἢ ὅλως εἰπεῖν τόπους οὐκ

ἠρίθμησεν ὁ ποιητὴς διά τε πλῆθος κατὰ τοὺς παλαιοὺς καί, ὅτι οὐκ εἶχε πάντα,φασίν,

εἰς μετροποιΐαν κατατάξειν, καίτοι ἑκατὸν ἑβδομηκοντατεσσάρων,φασί, δήμων ὄντων

τῆς Ἀττικῆς, ὧν πολλοὶ λαμπρὰ εἶχον διηγήματα· καθάπερἈφίδνα μὲν τὴν Ἑλένης

ἁρπαγὴν ὑπὸ Θησέως καὶ ὡς οἱ ∆ιόσκουροι ἐκπορθήσαντες αὐτὴν ἐκομίσαντο τὴν

ἀδελφήν· Μαραθὼν δὲ ὕστερον μὲν τὸν Περσικὸνἀγῶνα, πρὸ δὲ Ὁμήρου τὸν

Μαραθώνιον ταῦρον, ὃν ἀνεῖλε Θησεύς· Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον μεγέθει

καὶ κάλλει κατωρθωμένον καὶ τοῖς τοῦ Φειδίου ἐνάμιλλον· ∆εκέλεια δὲ ὁρμητήριον

Πελοποννησίοις κατὰ Ἀθηνῶν ἐχρημάτισεν ὕστερον· ὁμοίως δὲ καὶ ἡ Φυλὴ τὸν

Θρασύβουλον κατὰ τῶντυράννων ἐδέξατο· ἀξία δὲ λόγου καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι

τῶν φιλοσόφωνκαὶ ἡ ποικίλη Στοά· Ἀνάφλυστος δὲ Κωλιάδος Ἀφροδίτης εἶχεν ἱερόν·

περὶ τοῦτον τὸν δῆμον ἐξεκυμάνθη τὰ Περσικὰ ναυάγια, περὶ ὧν χρησμὸς προεῖπε· 1.438

«Κωλιάδες δὲ γυναῖκες φρίξουσιν ἐρετμοῖς». ταῦτα τοῦ Γεωγράφου. περὶ δὲἈθηναίων

καὶ Ἀττικῆς καὶ Κέκροπος καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. ὁ δὲ Γεωγράφος λέγει καί,

ὅτι ἐν τῷ «οἳ δ' ἄρ' Ἀθήνας εἶχον» δέχεσθαι δεῖ καὶτοὺς Μεγαρέας· καὶ αὐτοὶ γὰρ

μετέσχον τῆς στρατείας. ὅτι δὲ πολλαὶ Ἀθῆναικαὶ ὅτι πολλαὶ Ἀθηναίων ἐγένοντο

ἀποικίαι, τεθρύληται. καὶ Ἀμισὸς γοῦν ἡΠοντικὴ κατὰ τὸν Γεωγράφον Ἀθηναίων

ἐποικησάντων Πειραιεὺς μετωνομάσθη, ὁμωνύμως τῷ Ἀττικῷ Πειραιεῖ, καὶ τὸ

Ἀτραμύττιον δὲ Ἀθηναίωνἔσχεν ἀποικίαν. (ῃ. 552) Περὶ δὲ Πετεῷο καὶ ὅλως περὶ τῆς

Ἀθηναίωνταύτης ἀρχῆς καὶ τοιαῦτα ἱστορεῖται. Θησεὺς τοὺς Παλλαντίδας ἑλὼν

ἐκβάλλει Πετεὼν ἅμα τῷ παιδὶ Μενεσθεῖ ὡς συναιρόμενον τοῖς Παλλαντίδαις. ἐπεὶ

δὲὕστερον αἱ Ἀφίδναι ὑπὸ ∆ιοσκούρων ἑάλωσαν διὰ τὴν ἀδελφὴν Ἑλένην καὶ

οἱΘησεῖδαι εἰς Εὔβοιαν ἔφυγον, ἐπιθέμενος ἦρξεν Ἀθηναίων ὁ Μενεσθεύς· περὶ δὲ τὸν

ἀπόπλουν στασιάσαντες οἱ Ἀθηναῖοι προϊστῶσιν ἄρχειν σφῶν ∆ημοφῶντα τὸν

Θησείδην, οὗ καὶ Εὐριπίδης μέμνηται ὄζους Ἀθηνῶν ὀνομάζωναὐτὸν καὶ τὸν ἀδελφὸν

Ἀκάμαντα. ὅτι δὲ πρῶτοι Ἀθηναῖοι ἐχαλκούργησαν, δηλοῖ ὁ εἰπών, ὅτι Χάλκεια ἑορτὴ

ἀρχαία δημοτελής. ὕστερον δὲ ὑπὸμόνων ἤγετο τῶν τεχνιτῶν ἔνῃ καὶ νέᾳ

Πυανεψιῶνος, ἐπείπερ Ἥφαιστος ἐν τῇἈττικῇ χαλκὸν εἰργάσατο. [Πυανεψιών δὲ ὅτι

μηνὸς ὄνομα παρ' Ἀττικοῖς κυάμων ἑψήσει παρωνυμούμενος καὶ ὡς ἔνη καὶ νέα ἡ

νουμηνία, καθὰ καὶ τῷ Κωμικῷ καὶ ἑτέροις ἀρέσκει, οὐ τοῦ νῦν λόγου πλατύνειν.] (ῃ.

557) ὍτιΑἴας ἐκ Σαλαμῖνος ἄγε δυοκαίδεκα νῆας. [ἕτεροι δὲ γράφουσιν ἐκ

Σαλαμῖνοςἄγε τρισκαίδεκα νῆας. πρὸς ὅπερ παρῴδηται τὸ «ἐκ Σαλαμῖνος ἄγε

τρισκαίδεκανήσσας».] καὶ ὅρα, ὅπως πάνυ ἀπεστένωσεν ὁ ποιητὴς τὸν περὶ τοῦ μεγάλου

Αἴαντος λόγον μονονουχὶ λέγων, ὅτι, ὃν ἐν τοῖς μετὰ ταῦτα σεμνυνοῦσιν

αἱἀνδραγαθίαι, τί ἄν τις ἐνταῦθα περιεργάζοιτο. τυχὸν δὲ καὶ διὰ τὸ μηδέν τιἀξιόλογον

ἔχειν εἰπεῖν περὶ τῶν κατὰ τὴν Σαλαμῖνα. Τὸ δὲ μεγαλεῖον τοῦἥρωος δηλοῖ καὶ τὸ

«ᾄδειν Τελαμῶνος» παροιμιακῶς λεχθὲν ἀπὸ σκολιοῦμέλους, οὗ ἀρχή· «παῖ Τελαμῶνος

Αἶαν αἰχμητὰ λέγουσί σ' ἐς Τροίαν ἄριστονἐλθεῖν Ἀχαιῶν μετ' Ἀχιλλέα». ἦν δέ, φασί,

περιμάχητος Ἀθηναίοις καὶ Μεγαρεῦσιν ἡ Σαλαμίν. Σόλων δὲ ἢ Πεισίστρατος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

277

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!