18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αὐτόχθων, οὐ μὴν ἔπηλυς, καθά τινες ὑπέλαβον τὸν Κέκροπα.διὸ καὶ ὡς μὲν ἀγχίνους

ὑπ' Ἀθηνᾶς λέγεται τραφῆναι, ὡς δὲ αὐτόχθων ὑπὸ γῆςγεννηθῆναι· ὥστε ἐξεῖναι

λεχθῆναι αὐτὸν γηγενῆ, [ἃ δὴ καὶ γῆς γεννήμασινἀψύχοις γλυκέως ἐπιλέγονται, ὡς

δῆλον ἐκ τοῦ «αὐτόχθονα λάχανα» καὶ τοῦ»φύονται μύκητες γηγενεῖς», οἳ καὶ μῦκαι

λέγονται κατὰ κλίσιν ἰσοσύλλαβον,ὡς δηλοῖ ὁ εἰπών, ὅτι ἔνια ὕδνα ὁμοίως τοῖς μύκαις

πνιγώδη εἰσί.] Τάχα δὲ καὶκατὰ τὸν Τιτυὸν μεγάλῳ διῳκεῖτο σώματι, διόπερ ἐκεῖνος μὲν

ἁπλῶς γαιήϊος,οὗτος δὲ τόκος ζειδώρου ἀρούρης. ἔνθα φασὶν οἱ παλαιοί, ὅτι κύριον ἐπὶ

Ἀττικῆςτὸ ζείδωρος δοκεῖ. ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός, οὗ μέρος καὶ ἡ ζειά·ὅθεν ἡ

ζείδωρος. διό φασι νῦν πρώτως τῷ ἐπιθέτῳ τούτῳ ἐχρήσατο, [ἐξ οὗ 1.436 ἀνέκυψε καὶ

τὸ βιόδωρος καὶ βωτιάνειρα καὶ παμβῶτις καὶ τὰ ὅμοια.] (ῃ. 549)Ὅτι δὲ καὶ ἱερὸς ἦν

ἀνὴρ ὁ Ἐρεχθεύς, δηλοῖ ὁ ποιητὴς εἰπών, ὅτι ἐκάθισεν αὐτὸν ἡ Ἀθηνᾶ ἑῷ ἐνὶ πίονι νηῷ

ὡς οἷά τινα ζάκορον ἢ νεωκόρον ἢ καὶ ἱερέα·ὥστε καὶ ἱερᾶτο ἐκεῖνος τῇ Ἀθηνᾷ. οὕτω δὲ

ἦν περίκλυτος, ὥστε πάνυ ἔχαιρονἈθηναῖοι Ἐρεχθεῖδαι λεγόμενοι. οὕτω δέ φασι καὶ

Κοδρίδαι καὶ Κεκροπίδαι καὶ Θησεῖδαι. καὶ ταύτας γε τὰς κλήσεις τῶν ἀπὸ τῆς πατρίδος

ἐντιμοτέραςἐνόμιζον. τινὲς δὲ τὸν αὐτὸν καὶ Ἐριχθόνιόν φασιν, ὁμώνυμον τῷ παλαιῷ

Τρωϊκῷ βασιλεῖ Ἐριχθονίῳ, οὗ καὶ αὐτοῦ μέμνηται καὶ ὁ ποιητής. πλάττουσι δὲ ἕτεροι

καὶ μῦθον αἰσχρόν, ἐκεῖνον τὸν περὶ τοῦ ἐρίου καὶ τῆς χθονὸς καὶ τὸνἩφαίστου κατὰ

τῆς Ἀθηνᾶς ἔρωτα καὶ τὴν ἀτελεσφόρητον ἐν αὐτοῖς αἰσχρουργίαν, ἃ πάντα ῥιπτέον εἰς

σιωπὴν καὶ δοτέον κατασαπῆναι τῇ γῇ. (ῃ. 550 ς.) Λέγει δὲ ὁ ποιητὴς καί, ὅτι οἱ τῶν

Ἀθηναίων κοῦροι ἐν τῷ ῥηθέντι ναῷ ταύροισι καὶ ἀρνειοῖς ἱλάονται τὴν Ἀθηνᾶν,

τουτέστιν ἱλάσκονται, περιτελλομένωνἐνιαυτῶν. ἔοικε δὲ τὰ Παναθήναια ἱστορεῖν, ὧν

ἔκτοτε, ὡς εἰκός, ἀρχή τιςπροκαταβέβλητο, οὐ κατὰ ἐνιαυτὸν ἕκαστον τελουμένων,

ἀλλὰ περιτελλομένωνἐνιαυτῶν· κατὰ πενταετηρίδα γὰρ ἤγοντο καὶ αὐτά, καθὰ καὶ

Ὀλύμπια. (ῃ. 552)καὶ θεοφιλεῖς οὖν ἐν τούτοις τοὺς Ἀθηναίους ὁ ποιητὴς ἱστορεῖ, ὧν

ἡγεμόνευέ,φησίν, υἱὸς Πετεῶο Μενεσθεύς. θήλεα δέ, φασίν, ἔθυον τῇ Ἀθηνᾶ. (ῃ. 551)

Τὸδέ «περιτελλομένων ἐνιαυτῶν» ἕτερον μέν τί ἐστι παρὰ τὸ

«περιπλομένωνἐνιαυτῶν», τὸ ἐν Ὀδυσσείᾳ ῥηθέν. εἴρηται δὲ κατὰ ὁμοιότητα τοῦ

ἐπιτέλλεινκαὶ ἀνατέλλειν. Τὸ δὲ Πετεῶο ἢ ἀπὸ τοῦ Πετεώς Πετεώ γίνεται Ἀττικῶς,

ὡςλαγώς λαγώ, ταώς ταώ, καὶ πλεονασμῷ τοῦ ˉο μικροῦ Πετεῶο κατὰ τὸνἩρωδιανόν,

ἢ εὐθεῖά ἐστι κοινὴ κατὰ Ἀρίσταρχον Πετεός, ὡς καλός, οὗ γενικὴ Πετεοῖο, ὡς καλοῖο,

καὶ ἐκτάσει Πετεῷο. (ῃ. 553–5) Τὸν δὲ Μενεσθέα,οὗ μνήμη γέγονε καὶ ἐν τῷ περὶ

Ἀβάντων λόγῳ, ὁ ποιητὴς ἐπαινῶν ἐνταῦθαὡς τακτικώτατον λέγει, ὅτι τούτῳ οὔπω τις

ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρκοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. Νέστωρ οἶος

ἔριζεν· ὁ γὰρπρογενέστερος ἦεν. ὅρα δὲ ὅτι οὐκ εἶπεν, ὡς Νέστωρ μόνος ἐνίκα· ἤριζε

δέ,φησίν. ἀμφήριστος ἄρα ἦν αὐτοῖς ἡ νίκη· καὶ τοῦτο δὲ οὐ δι' ἀφυΐαν τοῦ Μενεσθέως,

ἀλλὰ διὰ τὴν ἐξ ἡλικίας πολυπειρίαν τοῦ γεραιτάτου Νέστορος. 1.437 (ῃ. 554) Ὅρα δὲ τὸ

«κοσμῆσαι ἵππους καὶ ἀνέρας», ὅθεν κοσμήτορες λαῶνοἱ βασιλεῖς. Σημειοῦνται δὲ οἱ

παλαιοὶ ἐνταῦθα καί, ὅτι πρῶτος Ὅμηροςκόσμον πολέμου τὴν παράταξιν ὠνόμασε καὶ

ὅτι ἐγκώμιον τοιοῦτον τῷ Μενεσθεῖἐχαρίσατο, ἐπεὶ μὴ εὐδοκιμήσει που ἐν ταῖς μάχαις.

(ῃ. 556) Πεντήκοντα δέ,φησίν, αὐτῷ νῆες ἦσαν· καὶ αὗται μὲν μετρίως ἔχουσιν, ὑστέρῳ

μέντοι χρόνῳτοσοῦτον εὐφόρησαν οἱ Ἀθηναῖοι νεῶν, ὡς μόνοι τῶν ὑφ' ἥλιον ἄριστοι

εἶναιναυμαχεῖν καὶ θαλαττοκρατῆσαι χρόνους ἱκανούς. [Ὅτι δὲ καὶ ἄλλως πολὺ

τὸσεμνὸν αἱ Ἀθῆναι πάλαι ποτὲ εἶχον, δηλοῖ καὶ ὁ εἰπὼν τὰς Ἀθήνας Ἑλλάδος

Μουσεῖον, ἔτι δὲ καὶ Πίνδαρος Ἑλλάδος αὐτὰς ἔρεισμα καλέσας καὶ Θουκυδίδης

Ἑλλάδος Ἑλλάδα καὶ ὁ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων·ἐξ ὧν ὡρμημένος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

276

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!