18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κομῶντας τοὺς Ἄβαντας λέγει κατά τι ἔθος ἴδιον. φασὶ γὰρ οἱ παλαιοί, ὅτι Κουρῆτες ἐν

Χαλκίδι ᾤκησαν. συνεχοῦς δὲ πολέμου ὄντος αὐτοῖς περὶ τοῦ Λιλαντίου πεδίου, ἐπεὶ τῆς

κόμης οἱ πολέμιοι δραττόμενοι κατέσπων αὐτούς,ὀπισθόκομοι γεγόνασι, τὰ ἔμπροσθεν

κειρόμενοι· διὸ καὶ Κουρῆτες ἀπὸ τῆςκουρᾶς ἐκλήθησαν καὶ ἀγάλματά εἰσι παρ' αὐτοῖς

οὕτως ἔχοντα. μετοικήσανταςδὲ εἰς Αἰτωλίαν φασὶν Ἀκαρνᾶνας κληθῆναι διὰ τὸ

ἀκούρους φυλάσσειν τὰςκεφαλάς. περὶ δὲ Κουρήτων καὶ Ἀκαρνάνων ἐν τοῖς μετὰ ταῦτα

πλατύτερονῥηθήσεται, ὅπου ἐρεῖ ὁ ποιητής· «Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοί». οἱ

δὲπαλαιοὶ λέγουσι καί, ὅτι ἴδιον κουρᾶς Εὐβοέων τὸ βαθείας ἔχειν τὰς ὄπισθενκόμας

ἀνδρίας χάριν. Τὸ δὲ ὄπισθεν ὄπιθεν καὶ ἐνταῦθα ὁ ποιητὴς εἶπε κατ'ἔλλειψιν τοῦ ˉσ διὰ

χρείαν μετρικήν. φύσει γὰρ σὺν τῷ ˉσ ἐστιν ὡς ἐκ τοῦ ὀπίσωσυγκοπέν. (ῃ. 543 ς.) Ὅτι δὲ

οἱ Ἄβαντες αἰχμηταί, δηλοῖ μὲν καὶ ἡ ἱστορία εἰποῦσα αἰσχρὸν εἶναι παρ' αὐτοῖς τὸ

τοξεύειν· δηλοῖ δὲ καὶ ὁ ποιητὴς ἐφερμηνεύων τὴν λέξιν ἐν τῷ εἰπεῖν αὐτοὺς

προθυμεῖσθαι θώρακας ῥήξειν δηΐων ὀρεκταῖςμελίαις· αἰχμηταὶ γὰρ πάντως οἱ τοιοῦτοι.

εἰσὶ δὲ μελίαι μὲν τὰ δόρατα, διότιἀπὸ ξύλου μελίας ἐσκευάζετο, ὀρεκταὶ δὲ αἱ

ἐκτεινόμεναι κατὰ τῶν πολεμίων,ἵνα εἶεν Ἄβαντες αἰχμηταὶ οἱ μὴ ἀφιέντες τὰς αἰχμάς,

ὀρέγοντες δὲ ταῖς χερσὶκαὶ οὕτω πλήσσοντες· ὀρέξαι γὰρ τὸ ἐκ χειρὸς πατάξαι, ὅθεν καὶ

ὀρεκτὴ μελία.ἡ δὲ σοφωτέρα περὶ τῶν τοιούτων ὁμιλία ἡ παλαιὰ τοιαύτη. διττὴ ἡ

τῶνδοράτων, φησί, χρῆσις, ἡ μὲν ἐκ χειρός, ὅτε καὶ ἀγχέμαχα καὶ ὀρεκτὰ λέγονται,ἡ δὲ

ὡς ἐν παλτοῖς, καθὰ καὶ ὁ κοντὸς ἀμφοτέρας τὰς χρείας ἀποδίδωσι·συστάδην τε γὰρ καὶ

κοντοβολούντων, ὅπερ καὶ ἡ σάρισσα δύναται καὶ ὁ ὑσσός.ἔνθα καὶ σημείωσαι

κοινωνίαν καὶ διαφορὰν δόρατος καὶ παλτοῦ καὶ κοντοῦ καὶσαρίσσης καὶ ὑσσοῦ. Λέγει

δὲ ἡ αὐτὴ παλαιὰ γραφὴ καί, ὅτι ἀγαθοὶ οἱ Εὐβοεῖςπρὸς μάχην σταδίαν, ἣ καὶ συστάδην

λέγεται καὶ ἐκ χειρός. ὁ δὲ εἰπών «δουρὶδ' ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ» τῷ

παλτῷ λέγει δόρατι. καὶ οἱ μονομαχοῦντες δὲ παλτοῖς χρῶνται δόρασι πρότερον, εἶτα

ἐπὶ τὰ ξίφη βαδίζουσιν.ἀγχέμαχοι δὲ οὐ μόνον οἱ χρώμενοι ξίφει, ἀλλὰ καὶ δόρατι ἐκ

χειρός, ὡς τὸ»οὔτησε ξυστῷ χαλκήρεϊ». ἔγνωσται οὖν ἐκ τοῦ τοιούτου λόγου σαφῶς,

ὅτιὀρεκτὰ δόρατα τὰ μὴ ἐκπετόμενα τῶν χειρῶν κατὰ τὴν ἰθυπτίωνα μελίην, ἀλλὰἐν τῷ

κρατεῖσθαι βάλλοντα· ὅπερ ὁ Νέστωρ παρήγγελλεν ἐν τῷ «ἔγχει ὀρεξάσθω». (ῃ. 544) Τὸ

δὲ θώρηκας ῥήξειν ῥηξιθώρακας τοὺς Ἄβαντας ποιεῖ, ὥσπερ 1.435 τὸ ἀνέρας ῥήξειν

παράγει τὸν ῥηξήνορα. Τὸ δὲ δηΐων ἐνταῦθα οἱ παλαιοὶἀξιοῦσι δῄων ἀναγινώσκειν

δισυλλάβως δίχα ἐκφωνήσεως τοῦ ˉι καὶ γίνεταιοὕτω τὸ ἔπος ὁλοσπόνδειον. Σημείωσαι

δὲ ὅτι νῦν μὲν ὁ ποιητὴς εἶπε τοὺςἌβαντας μεμαῶτας μελίαις θώρηκας ῥήξειν

πολεμίων, προϊὼν δὲ ἐπὶ τοῦἝκτορος ἐρεῖ, ὅτι ἅμα τούτῳ λαοὶ θωρήσσοντο μεμαότες

ἐγχείῃσι,πάνυ ἐλλειπτικῶς εἰπών. ἐνταῦθα μὲν γὰρ ἐπὶ τῶν Ἀβάντων ἐντελῶς ἔχει

τὸμεμαῶτες μελίαις ῥήξειν τοὺς τῶν πολεμίων θώρακας, ἐκεῖ δὲ ἐλλιπῶςἐρρέθη τὸ

μεμαότες ἐγχείῃσι· λείπει γὰρ τὸ ῥήξειν θώρακας πολεμίων ἢ εἴ τιἄλλο τοιοῦτον. ἔνθα

καὶ σημειωτέον, ὅτι τὸν Τρωϊκὸν ὅλον κατάλογον ἐπισπέρχων ὁ ποιητὴς συνέτεμε

κἀνταῦθα τῇ ἐλλείψει τὴν πολυλογίαν καὶ τοῖς Τρωϊκοῖς πράγμασι τὴν φράσιν

συνεξωμοίωσεν. ὅρα δὲ καὶ ὅτι τὸ μεμαότεςἐνταῦθα μὲν ἐμεγάλυνε τὴν παραλήγουσαν

Ἰωνικώτερον, ἐκεῖ δὲ κοινότερονἐσμίκρυνε· καὶ τὴν προπαραλήγουσαν δὲ ἐνταῦθα μὲν

συνέστειλεν, ἐκεῖ δὲἐξέτεινεν. (ῃ. 546) Ὅτι τὰς Ἀθήνας εὐκτίμενον πτολίεθρον λέγει ὡς

εὖ καὶ αὐτὸ ἐκτισμένον ἢ καὶ ὡς ἀγαθοὺς ἔχων πολιστάς, οὓς κτίτας ἡ τραγῳδία φησὶ

κατ'ἔλλειψιν καὶ αὐτοὺς τοῦ ˉσ. (ῃ. 547 ς.) Λέγει δὲ τὰς αὐτὰς Ἀθήνας καὶ

δῆμονἘρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη ἔθρεψε ∆ιὸς θυγάτηρ, τέκε δὲ ζείδωρος

ἄρουρα. εὐγενὴς δὲ ἀνὴρ ὁ Ἐρεχθεὺς καὶ συνετός, ὡς οἷα καὶ Ἀθηνᾶς τρόφιμος], καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

275

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!