18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Καρυστίωνκιόνων κατὰ τὸν Γεωγράφον περὶ αὐτήν, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος

Μαρμαρίνου·καὶ λίθος δέ, φησί, περὶ αὐτὴν ἐφύετο ἡ ξαινομένη καὶ ὑφαινομένη

ὥστεχειρόμακτρα ποιεῖν, ἃ ῥυπωθέντα καὶ εἰς φλόγα βληθέντα ἀπεκαθαίροντο,

φησί,τοῦ πίνου παραπλησίως τῇ πλύσει. κεῖται δέ, φασί, Κάρυστος ἀντικρὺ Χίουπαρὰ

τὸν περὶ τὸ Μυρτῷον πέλαγος πλοῦν. ἐκλήθη δὲ ἀπὸ Καρύστου, υἱοῦ Χείρωνος, ἐξ οὗ

καὶ Χειρωνία ποτὲ ὠνομάσθη. ὁ δὲ παρὰ τῷ Ἀλκμᾶνι Καρύστιος οἶνος οὐκ ἐντεῦθεν ἦν,

ἀλλὰ ἀπὸ Καρύστου Ἀρκαδικοῦ, κατὰ δὲ τὸν Γεωγράφον ἀπὸ Λακωνικῆς Καρύστου.

Στύρα δὲ φυλάσσει μὲν εἰσέτι καὶ νῦντὸ ὄνομα· κεῖται δὲ κατὰ τὸν Γεωγράφον πλησίον

Καρύστου καὶ αὐτὴ καὶ τὸῥηθὲν Μαρμάρειον, ἐν ᾧ τὸ ῥηθὲν λατόμιον. ἐθνικὸν αὐτῶν

Στυριεύς· τὸ δέ γε Στυράκιον ἄλλο τι παρὰ τὰ Στύρα ἐστὶν ὄρος Κρήτης ὄν. ὁ μέντοι

στύραξφυτόν ἐστιν, ἐξ οὗ ἀκοντίσματά φασι στυράκινα ἐοικότα τοῖς

κρανεΐνοις.κατεστράφη δὲ τὰ Στύρα ὑπὸ Φαίδρου, Ἀθηναίων στρατηγοῦ. (ῃ. 542–4) Καὶ

πόλεις μὲν αὗται τῶν περὶ Ἐλεφήνορα, κοινῶς δὲ οἱ ὑπ' αὐτὸν Ἄβαντες.φησὶ γάρ· «τῷ

δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες, αἰχμηταί,μεμαῶτες ὀρεκτῇσι μελίῃσι

θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσιν». εἴπομεν δὲἤδη, ὅτι σημειοῦνται ἐνταῦθα οἱ

παλαιοί, ὡς Εὔβοιαν μὲν οἶδεν ὁ ποιητής, 1.433 Εὐβοεῖς δὲ οὐ λέγει, ὥσπερ καὶ Ἴλιον

λέγων Ἰλιεῖς οὔ φησι τοὺς ἐξ αὐτῆς· οὕτω δὲ καὶ Σικελοὺς μὲν λέγει, Σικελίαν δὲ οὔ,

ἀλλὰ Σικανίαν, καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι οὕτω καὶ Βαβυλὼν μὲν πόλις,

Βαβυλώνιοι δὲ τὸ ἐθνικὸν οὐκἀπ' αὐτῆς, ἀλλ' ἀπὸ τῆς χώρας· καὶ Πορφύριος δὲ ἐφιστᾷ,

ὅτι τῶν ἐκ Ζελείαςτὴν χώραν Λυκίαν ἐκάλουν συνωνύμως τῇ ἐν τῷ Ξάνθῳ, τοὺς δὲ

οἰκήτορας οὐ Λυκίους, ἀλλ' ἑτερωνύμως Τρῶας. οὕτω δὲ καὶ τοὺς ἐξ Ἤλιδος εὑρήσομεν

ἐν τῷ αὐτῶν καταλόγῳ καλουμένους Ἐπειούς. ἐρρέθη δὲ ἐν τῇ αʹ ῥαψῳδίᾳκαί, ὅτι οἱ

τῆς Ἀτραμυτηνῆς Θήβης οὐ Θηβαῖοι, ἀλλ' ἑτερωνύμως ἐλέγοντο Κίλικες. Ἰστέον δὲ καὶ

ὅτι Εὔβοιαν ὁ ποιητὴς οὐ τὴν ὅλην οἶδε νῆσον, ἀλλά τι μέρος αὐτῆς· ὅθεν οὐδὲ εἶχε

κοινῶς Εὐβοεῖς εἰπεῖν τοὺς ὑπὸ τῷ Ἐλεφήνοριτεταγμένους, ὥσπερ οὐδὲ Ἐρετριεῖς

κοινῶς ἢ Χαλκιδεῖς. (ῃ. 542) Ὅθεν τὸ κοινὸν εἶπε τοὺς Ἄβαντας, εἰς ὃ πάντες οἱ τῆς

νήσου ὑπέπιπτον, ἀφ' ὧν καὶἈβαντὶς Εὔβοια, ὡς ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ υἱοῦ

Ποσειδῶνος καὶἈρεθούσης, ἧς ὁμώνυμος ἡ προρρηθεῖσα πηγὴ Ἀρέθουσα· οἱ δὲ λέγουσι

καί, ὅτι Θρᾷκες κατὰ Ἀριστοτέλην ὁρμηθέντες ἐξ Ἄβας τῆς Φωκικῆς ἐπῴκησαν τὴν

νῆσον καὶ ἐπωνόμασαν Ἄβαντας τοὺς ἐκεῖ· οἱ δὲ ἀπὸ ἥρωός φασιν Ἄβαντος κληθῆναι,

καθὰ καὶ Εὔβοιαν ἀπὸ ἡρωΐνης. Σημείωσαι οὖν, ὅτι ὥσπερ ἔθνοςμὲν οἱ Βοιωτοὶ καὶ οἱ

Φωκεῖς καὶ οἱ Λοκροί, περὶ ὧν ἐρρέθη, πόλεις δὲ αὐτῶναὗται καὶ ἐκεῖναι, οὕτω καὶ

ἐθνικὸν μὲν ἐνταῦθα οἱ Ἄβαντες, αἱ δὲ κατ'αὐτοὺς πόλεις ἡ δεῖνα καὶ ἡ δεῖνα. Ἔστι δὲ

καὶ ἱστορία γενεαλογικὴ δηλοῦσαπερί τε Ἀβάντων καὶ τοῦ προρρηθέντος ∆ίου καὶ περὶ

ἑτέρων τινῶν χρησίμωντοιαύτη. Ἐρεχθέως, υἱοῦ Πανδίονος, γίνεται Κέκροψ, Ὀρνεύς,

Πάνδωρος,Μητίων· ὧν Ὀρνέως μὲν Πετεώς, οὗ Μενεσθεύς, ὁ ῥηθησόμενος τῶν

Ἀθηναίωνβασιλεύς. Πάνδωρος δὲ Εὔβοιαν οἰκίζει· οὗ Ἄλκων καὶ ∆ίας, ὧν ὁ μὲν

∆ῖονκτίζει, ὁ δ' Ἄλκων Ἄβαντα ἴσχει, ὃς Ἄβαντας ἐκάλεσεν, οὗ Χαλκώδων,οὗ

Ἐλεφήνωρ, ὁ προρρηθεὶς τῶν Ἀβάντων βασιλεύς. ἐν δὲ τοῖς τοῦ Πορφυρίου φέρεται καὶ

ταῦτα. Ἄτλαντος καὶ Πληϊόνης τῆς Ὠκεανοῦ Ἁλκυόνη· ἧς καὶ Ποσειδῶνος Ὑπέρης, οὗ

Ἀρέθουσα ἡρωῒς γυνή, ἧς καὶ Ποσειδῶνος Ἄβαςοὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ. ἡ δὲ

ῥηθεῖσα γυνὴ Ἀρέθουσα κληθῆναι δέδωκεν ἐξ ἑαυτῆς τὴν Εὐβοΐδα πηγὴν Ἀρέθουσαν,

ἧς ὁ χρησμὸς ἐμνήσθη, ὡς πρὸβραχέων ἐρρέθη. ὅτι δὲ οὕτω ἐπίσημος ὁ Χαλκώδων, ὡς

ἀπ' αὐτοῦ καὶ 1.434 Χαλκωδοντιάδας λέγεσθαι τοὺς Εὐβοεῖς, δηλοῖ Εὐριπίδης Ἴωνι

εἰπών. «τοῖςἈθηναίοις τοῖς τε Χαλκωδοντιάδαις, οἳ γῆν ἔχουσιν Εὐβοῖδα». Ὄπιθεν δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

274

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!